Πᾶν τὸ κινούμενον, ὦ Ἀσκληπιέ, οὐκ ἔν τινι κινεῖται, καὶ ὑπό τινος;—Μάλιστα.—Οὐκ ἀνάγκη δὲ μεῖζον εἶναι ⟨τὸ⟩ ἐν ᾧ κινεῖται ⟨ἡ⟩ τὸ κινούμενον; —Ἀνάγκη.—[Ἰσχυρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου.—Ἰσχυρότερον γάρ.—] Ἐναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖται τῇ τοῦ κινουμένου.—Καὶ πάνυ.— Μέγας οὖν οὗτος ⟨ὁ⟩ κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῦμαfμολόγηται.—Καὶ στιβαρός· πεπλήρωται γὰρ ἄλλων σαωμάταν μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἔστι σωμάτωΝ.—Οὕτως ἔχει. —Σῶμα δὲ ὁ κόσμος; Σῶμα. Καἰ κινούμενον;—Μάλιστα. —Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται, καὶ ποταπὸν τὴν φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν, καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν; —Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε. —Ποταπῆς δὲ φύσεως; ⟨⟨ἆρα⟩⟩ ⟨οὐ⟩ τῆς ἐναντίας [[ἄρα]], ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον. Ὡμολόγηται. Ἀσώματος οὖν ὁ τόπος. τὸ δὲ ἀσώματον ἢ θεῖόν ἐστιν || ἢ ὁ θεός. τὸ δὲ θεῖον λέγω νῦν οὐ τὸ γεννητόν, ἀλλὰ τὸ ἀγέννητον. ἐὰν μὲν οὖν ᾖ θεῖον, οὐσιῶδές ἐστιν· ἐὰν δὲ ᾖ ⟨ὁ⟩ θεός, καὶ ἀνουσίαστον γίνεται ⟨...⟩.