<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="5bx"><p>⟨⟨καὶ ⟨γὰρ⟩ πῦρ ἄκρατον <pb facs="ScottHermeticaVolOne_0121"/> ἐξεπήδησεν ἐκ τῆς ὑγρᾶς φύσεως ἄνω εἰς ὕψος· κουφὸν δὲ ἦν καὶ ὀξύ, δραστικόν τε. ἅμα ⟨δὲ⟩ καὶ ὁ ἀήρ, ἐλαφρὸς ὤν, ἠκολούθησε τῷ πΥρί, ἀναβαίνων [τοσοῦτοΝ] μέχρι τοῦ πυρὸς ἀπὸ γῆς καὶ ὕδατος, ὡς δοκεῖν κρέμασθαι αὐτὸν ἀπ᾽ αὐτοῦ. ⟨⟨καὶ περι⟨ε⟩σχέθΗ τὸ πῦρ δυνάμει μεγίστῃ, καὶ στάσιν <l n="5"/> ἔσχ[ηκ]ε[ναι] κρατούμενον.⟩⟩ γῆ δὲ καὶ ὕδωρ ἔμενε καθ᾽ ἑαυτὰ συμμεμιγμένα, ὡς μὴ ⎡θεωρεῖσθαι⎤ [ἀπὸ] [[τοῦ ὕδατος]]· κινούμενα δὲ ἦν διὰ τὸν ⟨ἐπάνω⟩ ⟨⟨τοῦ ὕδατος⟩⟩ ἐπιφερόμενον πνευματικὸν λόγον.⟩⟩ </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">ὁ δὲ νοῦς ὁ πρῶτος, [[ἀρρενόθηλυς ὤν,]] ⟨ὁ⟩ ζωὴ καὶ φῶς <l n="10"/> ὑπάρχων, ⟨⟨ἀρρενόθηλυς ὤν,⟩⟩ ἀπεκύησε⟨ν⟩ [λόγῳ] ἕτερον νοῦν δημιουργόν, ὃς ΔεΎτερος [τοῦ] [[πυρὸς καὶ πνεύματος]] ὢν ἐδημιούργησε⟨ν ἐκ⟩ ⟨⟨πυρὸς καὶ πνεύματος⟩⟩ διοικήτ⟨ορ⟩άς τινας ἑπτά, ἐν κύκλοις περιέχοντας τὸν αἰσθητὸν κόσμον· καὶ ἡ διοίκησις αὐτῶν εἱμαρμένη καλεῖται. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἐπήδησεν εὐθὺς ἐκ τῶν κατωφερῶν στοιχείων ⟨⟨τῆς φύσεως⟩⟩ [τοῦ θεοῦ] ὁ τοῦ θεοῦ λόγος εἰς τὸ καθαρὸν [[τῆς φύσεως]] δημιούργημα, καὶ ἡνώθη τῷ δημιουργῷ νῷ· ὁμοούσιος γὰρ ἦν· καὶ κατελείφθη[τὰ] ἄλογα τὰ κατωφερῆ τῆς φύσεαως στοιχεῖα, ὡς εἶναι ὕλην μόνην. </p></div><div type="textpart" subtype="section" n="11a"><p>ὁ δὲ δημιουργὸς νοῦς σὺν τῷ λόγῳ, <l n="20"/> [ὁ] περιίσχων τοὺς κύκλους καὶ δινῶν ῥοίζῳ, ἔστρεψε τὰ ἑαυτοῦ δημιουργήματα, καὶ εἴασε στρέφεσθαι ἀπ᾽ ἀρχῆς ἀορίστου εἰς ἀπέραντον τέλος· ἄρχεται γὰρ οὗ λήγει ἡ [δὲ] τούτων περιφορά. </p></div><div type="textpart" subtype="section" n="11b"><p rend="indent">⟨ἡ δὲ φύσις,⟩ καθὼς ἠθέλησεν ὁ νοῦς, ἐκ τῶν κατωφερῶν <l n="25"/> στοιχείων ζῷα ἤνεγκεν ἄλογα· οὐ γὰρ ἔτι εἶχε τὸν λόγον. ἀὴρ δὲ πετεινὰ ἤνεγκε, καὶ τὸ ὕδωρ νηκτά, — διεκεχώριστο δὲ <pb facs="ScottHermeticaVolOne_0123"/> ἀπ᾽ ἀλλήλων ἥ τε γῆ καὶ τὸ ὕδωρ [καθὼς ἠθέλησεν ὁ νοῦς], – καὶ ἐξήνεγκεν ⟨ἡ γῆ⟩ [ἀπ’ αὐτῆς ἃ εἶχε] ζῷα τετράποδα ⟨καὶ⟩ ἑρπετά, θηρία ἄγρια καὶ ἥμερα. </p></div></div></body></text></TEI>