⟨⟨καὶ ⟨γὰρ⟩ πῦρ ἄκρατον ἐξεπήδησεν ἐκ τῆς ὑγρᾶς φύσεως ἄνω εἰς ὕψος· κουφὸν δὲ ἦν καὶ ὀξύ, δραστικόν τε. ἅμα ⟨δὲ⟩ καὶ ὁ ἀήρ, ἐλαφρὸς ὤν, ἠκολούθησε τῷ πΥρί, ἀναβαίνων [τοσοῦτοΝ] μέχρι τοῦ πυρὸς ἀπὸ γῆς καὶ ὕδατος, ὡς δοκεῖν κρέμασθαι αὐτὸν ἀπ᾽ αὐτοῦ. ⟨⟨καὶ περι⟨ε⟩σχέθΗ τὸ πῦρ δυνάμει μεγίστῃ, καὶ στάσιν ἔσχ[ηκ]ε[ναι] κρατούμενον.⟩⟩ γῆ δὲ καὶ ὕδωρ ἔμενε καθ᾽ ἑαυτὰ συμμεμιγμένα, ὡς μὴ ⎡θεωρεῖσθαι⎤ [ἀπὸ] [[τοῦ ὕδατος]]· κινούμενα δὲ ἦν διὰ τὸν ⟨ἐπάνω⟩ ⟨⟨τοῦ ὕδατος⟩⟩ ἐπιφερόμενον πνευματικὸν λόγον.⟩⟩ ὁ δὲ νοῦς ὁ πρῶτος, [[ἀρρενόθηλυς ὤν,]] ⟨ὁ⟩ ζωὴ καὶ φῶς ὑπάρχων, ⟨⟨ἀρρενόθηλυς ὤν,⟩⟩ ἀπεκύησε⟨ν⟩ [λόγῳ] ἕτερον νοῦν δημιουργόν, ὃς ΔεΎτερος [τοῦ] [[πυρὸς καὶ πνεύματος]] ὢν ἐδημιούργησε⟨ν ἐκ⟩ ⟨⟨πυρὸς καὶ πνεύματος⟩⟩ διοικήτ⟨ορ⟩άς τινας ἑπτά, ἐν κύκλοις περιέχοντας τὸν αἰσθητὸν κόσμον· καὶ ἡ διοίκησις αὐτῶν εἱμαρμένη καλεῖται. ἐπήδησεν εὐθὺς ἐκ τῶν κατωφερῶν στοιχείων ⟨⟨τῆς φύσεως⟩⟩ [τοῦ θεοῦ] ὁ τοῦ θεοῦ λόγος εἰς τὸ καθαρὸν [[τῆς φύσεως]] δημιούργημα, καὶ ἡνώθη τῷ δημιουργῷ νῷ· ὁμοούσιος γὰρ ἦν· καὶ κατελείφθη[τὰ] ἄλογα τὰ κατωφερῆ τῆς φύσεαως στοιχεῖα, ὡς εἶναι ὕλην μόνην. ὁ δὲ δημιουργὸς νοῦς σὺν τῷ λόγῳ, [ὁ] περιίσχων τοὺς κύκλους καὶ δινῶν ῥοίζῳ, ἔστρεψε τὰ ἑαυτοῦ δημιουργήματα, καὶ εἴασε στρέφεσθαι ἀπ᾽ ἀρχῆς ἀορίστου εἰς ἀπέραντον τέλος· ἄρχεται γὰρ οὗ λήγει ἡ [δὲ] τούτων περιφορά. ⟨ἡ δὲ φύσις,⟩ καθὼς ἠθέλησεν ὁ νοῦς, ἐκ τῶν κατωφερῶν στοιχείων ζῷα ἤνεγκεν ἄλογα· οὐ γὰρ ἔτι εἶχε τὸν λόγον. ἀὴρ δὲ πετεινὰ ἤνεγκε, καὶ τὸ ὕδωρ νηκτά, — διεκεχώριστο δὲ ἀπ᾽ ἀλλήλων ἥ τε γῆ καὶ τὸ ὕδωρ [καθὼς ἠθέλησεν ὁ νοῦς], – καὶ ἐξήνεγκεν ⟨ἡ γῆ⟩ [ἀπ’ αὐτῆς ἃ εἶχε] ζῷα τετράποδα ⟨καὶ⟩ ἑρπετά, θηρία ἄγρια καὶ ἥμερα.