<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="5b"><p rend="indent">[[καὶ πῦρ ἄκρατον . . . πνενματικὸν λόγον.]] </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">[[εἰς ἀκοὴν]] ὁ δὲ Ποιμάνδρης ⟨⟨εἰς ἀκοὴν⟩⟩ ἐμοὶ Ἐνόησας, <l n="5"/> φησί, τὴν θέαν ταύτην ὅ τι καὶ βούλεται; — ⟨ . . . ⟩ καὶ γνώσομαι, ἔφην ἐγώ. — Τὸ φῶς ἐκεῖνο, ἔφη, ἐγώ, νοῦς, ὁ πρῶτος θεός, ὁ πρὸ φύσεως ὑγρᾶς τῆς ἐκ σκότους φανείσης· ὁ δὲ ἐκ [νοὸς] φωτ[ειν]ὸς λόγος υἱὸς θεοῦ. — Τί οὖν; φημί — Οὕτω γνῶθι, τὸ ἐν σοὶ βλέπων [καὶ ἀκούων]· ⟨ἐπεὶ καὶ ἐν σοὶ ὁ〉<l n="10"/> λόγος [κυρίου] ⟨υἱός⟩, ὁ δὲ νοῦς πατήρ [θεός]. οὐ γὰρ διίστανται ἀπ᾽ ἀλλήλων· ἕνωσις γὰρ τούτων ἐστὶν ἡ ζωή. – Εὐχαριστῶ σοι, ἔφην ἐγώ.— </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">Ἀλλὰ δὴ νόει τὸ φῶς, καὶ γνώριζε τοῦτο. — εἰπὼν τοσ[τ]αῦτα, ἐπὶ πλείονα χρόνον ἀντώπησέ μοι, ὥστε με τρέμειν <l n="15"/> αὐτοῦ τὴν ἰδέαν. ἀνανεύσα[ντο]ς δέ, θεωρῶ ἐν τῷ νοΐ μου τὸ φῶς ἐν δυνάμεσιν ἀναριθμήτοις ὄν, καὶ κόσμον ἀπεριόριστον γεγενημένον. [[καὶ περισχέσθαι τὸ πῦρ δυνάμει μεγίστῃ καὶ στάσιν ἐσχηκέναι κρατούμενον.]] ταῦτα δὲ ἐγὼ διενοήθην ὁρῶν διὰ τὸν τοῦ Ποιμάνρου λόγον. </p></div><div type="textpart" subtype="section" n="8a"><p>ὡς δὲ ἐν ἑμπλήξει μου <l n="20"/> ὄντος, φησὶ πάλιν ἐμοί· Εἶδες ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶδος, τὸ προάρχον τῆς ἀρχῆς, τὸ ἀπέραντοΝ. —ταῦτα ὁ Ποιμάνδρης ἐμοί. </p></div><div type="textpart" subtype="section" n="8b"><p rend="indent">Τί οὖν; ἐγώ φημι· ⟨τὰ〉 στοιχεῖα τῆς φύσεως πόθεν ὑπέστη; — πάλιν ἐκεῖνος πρὸς ταῦτα· Ἐκ βουλῆς θεοῦ, ἥτις <l n="25"/> [[λαβοῦσα τὸν λόγον]] [καὶ] ἰδοῦσα τὸν καλὸν κόσμον ἔμιμήσατο. ⟨ἡ γὰρ ὑγρὰ φύσις⟩ ⟨⟨λαβοῦσα τὸν λόγον⟩⟩ ⟨ἐ⟩κοσμοποιήθΗ, δια⟨κριθέν⟩των ἑ⟨ξ⟩ αὐτῆς ⟨τῶν⟩ στοιχείων, ⟨ἐξ ὦν⟩ καὶ ⟨τὸ⟩ γέννημα τῶν ⟨ἐμ⟩ψύχων. </p></div></div></body></text></TEI>