[[καὶ πῦρ ἄκρατον . . . πνενματικὸν λόγον.]] [[εἰς ἀκοὴν]] ὁ δὲ Ποιμάνδρης ⟨⟨εἰς ἀκοὴν⟩⟩ ἐμοὶ Ἐνόησας, φησί, τὴν θέαν ταύτην ὅ τι καὶ βούλεται; — ⟨ . . . ⟩ καὶ γνώσομαι, ἔφην ἐγώ. — Τὸ φῶς ἐκεῖνο, ἔφη, ἐγώ, νοῦς, ὁ πρῶτος θεός, ὁ πρὸ φύσεως ὑγρᾶς τῆς ἐκ σκότους φανείσης· ὁ δὲ ἐκ [νοὸς] φωτ[ειν]ὸς λόγος υἱὸς θεοῦ. — Τί οὖν; φημί — Οὕτω γνῶθι, τὸ ἐν σοὶ βλέπων [καὶ ἀκούων]· ⟨ἐπεὶ καὶ ἐν σοὶ ὁ〉 λόγος [κυρίου] ⟨υἱός⟩, ὁ δὲ νοῦς πατήρ [θεός]. οὐ γὰρ διίστανται ἀπ᾽ ἀλλήλων· ἕνωσις γὰρ τούτων ἐστὶν ἡ ζωή. – Εὐχαριστῶ σοι, ἔφην ἐγώ.— Ἀλλὰ δὴ νόει τὸ φῶς, καὶ γνώριζε τοῦτο. — εἰπὼν τοσ[τ]αῦτα, ἐπὶ πλείονα χρόνον ἀντώπησέ μοι, ὥστε με τρέμειν αὐτοῦ τὴν ἰδέαν. ἀνανεύσα[ντο]ς δέ, θεωρῶ ἐν τῷ νοΐ μου τὸ φῶς ἐν δυνάμεσιν ἀναριθμήτοις ὄν, καὶ κόσμον ἀπεριόριστον γεγενημένον. [[καὶ περισχέσθαι τὸ πῦρ δυνάμει μεγίστῃ καὶ στάσιν ἐσχηκέναι κρατούμενον.]] ταῦτα δὲ ἐγὼ διενοήθην ὁρῶν διὰ τὸν τοῦ Ποιμάνρου λόγον. ὡς δὲ ἐν ἑμπλήξει μου ὄντος, φησὶ πάλιν ἐμοί· Εἶδες ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶδος, τὸ προάρχον τῆς ἀρχῆς, τὸ ἀπέραντοΝ. —ταῦτα ὁ Ποιμάνδρης ἐμοί. Τί οὖν; ἐγώ φημι· ⟨τὰ〉 στοιχεῖα τῆς φύσεως πόθεν ὑπέστη; — πάλιν ἐκεῖνος πρὸς ταῦτα· Ἐκ βουλῆς θεοῦ, ἥτις [[λαβοῦσα τὸν λόγον]] [καὶ] ἰδοῦσα τὸν καλὸν κόσμον ἔμιμήσατο. ⟨ἡ γὰρ ὑγρὰ φύσις⟩ ⟨⟨λαβοῦσα τὸν λόγον⟩⟩ ⟨ἐ⟩κοσμοποιήθΗ, δια⟨κριθέν⟩των ἑ⟨ξ⟩ αὐτῆς ⟨τῶν⟩ στοιχείων, ⟨ἐξ ὦν⟩ καὶ ⟨τὸ⟩ γέννημα τῶν ⟨ἐμ⟩ψύχων.