<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="31"><p rend="indent">Ἅγιος ὁ θεὸς καὶ πατὴρ τῶν ὅλῶν, (ὁ πρὸ) ἀρχῆ(ς ὤν)·</p><p rend="indent">ἅγιος ὁ θεός, οὗ ἡ βουλὴ τελεῖται ἀπὸ τῶν ⎡ἰδίων⎤ δυνάμεων·</p><p rend="indent">ἅγιος ὁ θεός, ὃς γνωσθῆναι βούλεται, καὶ γινώσκεται τοῖς ἰδίοις.</p><p rend="indent">ἅγιος εἶ, ὁ λόγῳ συστησάμενος τὰ ὄντα·</p><p rend="indent">ἅγιος εἶ, ὃν ἡ φύσις οὐκ Ἠμαύρωσεν·</p><p rend="indent">ἅγιος εἶ, οὗ πᾶσα φύσις εἰκὼν ἔφυ.</p><p rend="indent">ἅγιος εἶ, ὁ πάσης δυναστείας ἰσχυρόγερος·</p><p rend="indent">ἅγιος εἶ, ὁ πάσης ὑπεροχῆς μείζων·</p><p rend="indent">ἅγιος εἶ, ὁ κρείττων ⟨πάν⟩των ἐπαίνων.</p><p rend="indent">δέξαι λογικὰς θυσίας ἁγνὰς ἀπὸ ψυχῆς καὶ καρδίας πρὸς σὲ ἀνατεταμένης, ἀνεκλάλητε, ἄρρητε, σιωπῇ φωνούμενε. </p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent">αἰτουμένῳ τὸ μὴ σφαλῆναι τῆς γνώσεως τῆς κατ᾽ οὐσίαν ἡμῶν ἐπίνευσόν μοι· καὶ ἐνδυνάμωσόν με, ⟨ἵνα⟩ [καὶ] τῆς <l n="25"/> χάριτος ταύτης ⟨τυχὼν⟩ φωτίσω τοὺς ἐν ἀγνοίᾳ τοῦ γένους μου, ἀδελφοὺς ⟨ἐμούς⟩, υἱοὺς δὲ σοῦ. <pb facs="ScottHermeticaVolOne_0135"/> ⟨ . . . ⟩ διὸ πιστεύω καὶ μαρτυρῶ ⟨ὅτι⟩ εἰς ζωὴν καὶ φῶς χωρῶ.</p><p> εὐλογητὸς εἶ, πάτερ· ὁ σὸς ἄνθρωπος συναγιάζειν σοι βούλεται, καθὼς παρέδωκας αὐτῷ τὴν πᾶσαν ἑξουσίαν. – </p></div><div type="textpart" subtype="section" n="27x"><p rend="indent">⟨⟨ἐγὼ δέ, εὐχαριστήσας καὶ εὐλογήσας τὸν πατέρα τῶν <l n="5"/> ὅλων, ἀνείθην ὑπ᾽ αὐτοῦ δυναμωθείς, καὶ διδαχθεὶς τοῦ παντὸς τὴν φύσιν, καὶ τὴν μεγίστην ⟨θεασάμενος⟩ θέαν. καὶ ἦργμαι κηρύσσειν τοῖς ἀνθρώποις τὸ τῆς εὐσεβείας καὶ γνώσεως κάλλος· <q>Ὦ λαοί, ἄνδρες γηγενεῖς, οἱ μέθῃ καὶ ὕπνῳ ἑαυτοὺς ἐκδεδωκότες [[καὶ]] τῇ ἀγνωσίᾳ τοῦ θεοῦ, <l n="10"/> νήψατε, παύσασθε δὲ κραιπαλῶντες ⟨⟨καὶ⟩⟩ θελγόμενοι ὕπνῳ ἀλόγῳ.</q> </p></div><div type="textpart" subtype="section" n="28x"><p rend="indent">οἱ δὲ ἀκούσαντες παρεγένοντο ὁμοθυμαδόν. ἐγὼ δέ φημι· <q>Τί ἑαυτούς, ὦ ἄνδρες [γηγενεῖς], εἰς θάνατον ἐκδεδώκατε, ἔχοντες ἐξουσίαν τῆς ἀθανασίας μεταλαβεῖν; μετανοήσατε, οἱ συνοδεύσαντες τῇ πλάνῃ καὶ συγκοιναωνήσαντες <l n="15"/> τῇ ἀγνοίᾳ· ἀπαλλάγητε τοῦ σκότ[ειν]ου⟨ς, ἅψασθε τοῦ⟩ φωτός· μεταλάβετε τῆς ἀθανασίας, καταλείψαντες τὴν φθοράν.</q> </p></div><div type="textpart" subtype="section" n="29x"><p rend="indent">καὶ οἱ μὲν αὐτῶν καταφλυαρήσαντες ἀπέστησαν, τῇ τοῦ θανάτου ὁδῷ ἑαυτοὺς ἐκδεδωκότες· οἱ δὲ παρεκάλουν διδαχθῆναι, <l n="20"/> ἑαυτοὺς πρὸ ποδῶν μου ῥίψαντες· ἐγὼ δέ, ἀναστήσας αὐτούς, καθοδηγὸς ἐγενόμην τοῦ γένους, τοὺς λόγους διδάσκων, πῶς καὶ τίνι τρόπῳ σωθήσονται. καὶ ἔσπειρα ⟨ἐν⟩ αὐτοῖς τοὺς τῆς σοφίας λόγους, καὶ ἐτράφη[σαν] ⟨τὸ σπαρὲν⟩ ἐκ τοῦ ἀμβροσίου ὕδατος. ὀψίας δὲ γενομένης, καὶ τῆς τοῦ ἡλίου <l n="25"/> αὐγῆς ἀρχομένης δύεσθαι, ὅλοις ἐκέλευσα αὐτοῖς εὐχαριστεῖν τῷ θεῷ. καὶ ἀναπληρώσαντες τὴν εὐχαριστίαν ἕκαστος ἐτράπη εἰς τὴν ἰδίαν κοίτην.⟩⟩ </p></div></div></body></text></TEI>