καὶ τότε, γυμνωθεὶς ἀπό τῶν τῆς ἁρμονίας ἐνεργημάτων, γίνεται ἐπὶ τὴν ὁγδοαΔικὴν φύσιν, τὴν ἰδίαν δύναμιν ἔχων, καὶ ὑμνεῖ σὺν τοῖς ⟨ἐκεῖ⟩ οὖσι τὸν πατέρα· συγχαίρουσι δὲ οἱ παρόντες τῇ τούτου παρουσίᾳ. καὶ ὁμοιωθεὶς τοῖς συνοῦσιν, ἀκούει καὶ τῶν δυνάμεων, ὑπὲρ τὴν ὀγδοαΔικὴν φύσιν οὐσῶν, φωνῇ τινι ἰδίᾳ ὑμνουσῶν τὸν θεόν. καὶ τότε τάξει ἀνέρχονται πρὸς τὸν πατέρα· [[καὶ αὐτοὶ]] εἰς ⟨γὰρ τὰς⟩ δυνάμεις ἑαυτοὺς παραδιδόασι, καὶ δυνάμεις ⟨⟨καὶ αὐτοὶ⟩⟩ γινόμενοι, ἐν θεῷ γίνονται. τοῦτο ἔστι τὸ ἀγαθόν, ⟨τοῦτο τὸ⟩ τέλος τοῖς γνῶσιν ἐσχηκόσι [θεωθῆναι]. λοιπόν, τί μέλλεις; οὐχ ὡς πάντα παραλαβὼν καθοδηγὸς γίνῃ τοῖς ἀξίοις, ὅπως τὸ γένος τῆς ἀνθρωπότητος διὰ σοῦ ὑπὸ θεοῦ σωθῇ; — ταῦτα εἰπὼν ἐμοὶ ὁ Πομάνδρης ἐμίγη ταῖς δυνάμεσιν. [[27-29 ἐγὼ δὲ εὐχαριστήσας . . . τὴν ἰδίαν κοίτην.]] ἐγὼ δὲ τὴν εὐεργεσίαν τοῦ Ποιμάνδρου ἀνεγραψάμην εἰς ἐμαυτόν, καὶ πληρωθεὶς ὧν ἤθελον ἐξηυφράνθην. ἐγένετο γὰρ ὁ τοῦ σώματος ὕπνος τῆς ψυχῆς νῆψις, καὶ ἡ κάμμυσιςτῶν ὀφθαλμῶν ἀληθινὴ ὅρασις, καὶ ἡ σιωπή μου ἐγκύμων τοῦ ἀγαθοῦ, καὶ ἡ τοῦ λόγου ἀφορ⟨ί⟩α γέννημα[τα] ⎡ἀγαθῶν⎤. τοῦτο δὲ συνέβη μοι λαβόντι ἀπὸ [τοῦ νοός μου] [[τουτέστι]] τοῦ Ποιμάνδρου, ⟨⟨τουτέστι⟩⟩ τοῦ τῆς αὐθεντίας ⟨νοός, τὸν . . .⟩ λόγοΝ, ⟨ὅθεν⟩ θεόπνους γενόμενος ⟨ . . . ⟩ τῆς ἀληθείας ἦλθον. διὸ δίδωμι ἐκ ψυχῆς καὶ ἰσχύος ὅλης εὐλογίαν τῷ πατρὶ θεῷ.