Ἐνόησας ὀρθῶς, ὦ οὗτος. κατὰ τί δὲ ὁ [νοήσας] ⟨ἀναγνωρίσας⟩ ἑαυτὸν εἰς ⟨τὸ⟩ ἀΓαθὸν χωρεῖ, ὥ⟨σ⟩περ ἔχει ὁ τοῦ θεοῦ λόγος; — φημὶ ἐγώ· Ὅτι ἐκ φωτὸς καὶ ζωῆς συνέστηκεν ὁ πατὴρ τῶν ὅλων, ἐξ οὗ γέγονεν ὁ ἄνθρωπος. — Εὖ φῄϲ [λαλῶν ⟨ὅτι⟩ φῶς καὶ ζωή ἐστιν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗ ἐγένετο ὁ ἄνθρωπος]. ἐὰν οὖν, [[μάθῃς ἑαυτὸν]] ἐκ ζωῆς καὶ φωτὸς ὤν, [τα καὶ] ⟨⟨μάθῃς ἑαυτὸν⟩⟩ ὅτι ἐκ τούτων τυγχάνεις, εἰς ζωὴν ⟨καὶ φῶς⟩ πάλιν χωρήσεις. — ταῦτα ὁ Ποιμάνδρης εἶπεν. Ἀλλ᾽ ἔτι μοι εἰπέ, [[πῶς εἰς ζωὴν χωρήσω]] ⟨ἔφην⟩ ἐγώ· [[ἔφην ὦ νοῦς ἐμός]] φησὶ γὰρ ὁ θεὸς ὁ ἔννους ἄνθρωπος ἀναγνωρισάτω ἑαυτόν · οὐ πάντες γὰρ ἄνθρωποι νοῦν ἔχουσιν; — ⟨⟨ἔφη[ν] ὁ νοῦς ἐμοί·⟩⟩ Εὐφήμ⟨ε⟩ι, ὦ οὗτος [λαλῶν]. παραγίνομαι ἐγὼ ὁ νοῦς τοῖς ὁσίοις καὶ ἀγαθοῖς καὶ καθαροῖς καὶ ἐλεήμοσι [τοῖς εὐσεβοῦσι], καὶ ἡ παρουσία μου γίνεται ⟨αὐτοῖς⟩ βοήθεια, καὶ εὐθὺς τὰ πάντα γνωρίζουσι, καὶ τὸν πατέρα ἱλάσκονται ἀγαπητικῶς, καὶ εὐχαριστοῦσιν εὐλογοῦντες καὶ ὑμνοῦντες, τετα[γ]μένοι πρὸς αὐτὸν τῇ στοργῇ. καὶ πρὸ τοῦ παραδοῦναι τὸ σῶμα ⟨τῷ⟩ ἰδίῳ θανάτῳ μυσάττονται τὰς αἰσθήσεις, εἰδότες αὐτῶν τὰ ἐνεργήματα. μᾶλλον δὲ οὐκ ἐάσω αὐτὸς ὁ νοῦς τὰ προσπίπτοντα ἐνεργήματα τοῦ σώματος ἐκτελεσθῆναι· πυλωρὸς ⟨γὰρ⟩ ὢν ἀποκλείσω τὰς εἰσόδους τῶν κακῶν καὶ αἰσχρῶν ἐνεργημάτων, τὰς ἐνθυμήσεις ἐκκόπτων. τοῖς δὲ ἀνοήτοις καὶ κακοῖς καὶ πονηροῖς καὶ φθονεροῖς καὶ πλεονέκταις καὶ φονεῦσι καὶ ἀσεβέσι πόρρωθέν εἰμι, τῷ τιμωρῷ ἐκχωρήσας δαίμονι, ὅστις τὴν ὀξύτητα τοῦ πυρὸς προσβάλλων ⟨τὸν⟩ ⟨⟨τ⟨οι⟩οῦτον βασανίζει⟩⟩, θράσϲωΝ αὐτὸν αἰσθητικῶς, καὶ μᾶλλον ἐπὶ τὰς ἀνομίας αὐτὸν ὁπλίζει, ἵνα τύχῃ μείζονος τιμωρίας. καὶ οὐ παύεται ⟨⟨σκοτομαχῶν⟩⟩, ἐπ᾽ ὀρέξεις ἀπλέτους ⟨ . . . ⟩, τὴν ἐπιθυμίαν ἔχων ἀκόρεστοΝ, [[σκοτομαχῶν]] [καὶ] [[τοῦτον βασανίζει]] καὶ ἐφ᾽ αὑτὸν ⟨τὸ⟩ πῦρ ἐπὶ πλεῖον αὐξάνει. – Εὖ με πάντα, ὡς ἐβουλόμην, ἐδίδαξας, ὦ νοῦ[ς]. ἔτι δέ μοι εἰπὲ ⟨περὶ⟩ τῆς ἀνόδου τῆς γινομένης, ⟨⟨πῶς εἰς ζωὴν χωρήσω.⟩⟩ — πρὸς ταῦτα ὁ Ποιμάνδρης εἶπε· Πρῶτον μὲν ἐν τῇ ἀναλύσει τοῦ σώματος τοῦ ὑλικοῦ παραδίδως[ιν] αὐτὸ τὸ σῶμα εἰς ἀλλοίωσιν, καὶ τὸ εἶδος ὃ εἶχες ἀφανὲς γίνεται. καὶ τὸ ⎡ἦθος⎤ τῷ ⎡δαίμονι⎤ ἀνενέργητον παραδίδως· καὶ αἱ αἰσθήσεις τοῦ σώματος εἰς τὰς ἑαυτῶν πηγὰς ἐπανέρχονται, μέρη ⟨τοῦ κόσμου⟩ γινόμεναι, καὶ πάλιν συνιστάμεναι εἰς [τὰς] ⟨ἑτέρας⟩ ἐνεργείας. [καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία εἰς τὴν ἄλογον φύσιν χωρεῖ.] καὶ οὕτως ὁρμᾷ λοιπὸν ἄνω ⟨ὁ ἄνθρωπος⟩ διὰ τῆς ἁρμονίας. καὶ τῇ πρώτῃ ζώνῃ δίδωσι τὴν αὐξητικὴν ἐνέργειαν καὶ τὴν μειωτικήν, καὶ τῇ δευτέρᾳ τὴν μηχανὴν τῶν κακῶν δόλων [ἀνενέργητον], καὶ τῇ τρίτῃ τὴν ἐπιθυμητικὴν ἀπατὴν [ἀνενέργητον], καὶ τῇ τετάρτῃ τὴν ἀρχοντικὴν ⟨ὑ⟩π⟨ε⟩ρΗφανίαν [ἀπλεονέκτητον], καὶ τῇ πέμπτῃ τὸ θράσος τὸ ἀνόσιον καὶ τῆς τόλμης τὴν προπέτειαν, καὶ τῇ ἕκτῃ τὰς ἐφορμὰς τὰς κακὰς τοῦ πλούτου [ἀνενεργήτους], καὶ τῇ ἑβδόμῃ [ζώνῃ] τὸ ἐνεδρεῦον ψεῦδος.