<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1286.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" n="16"><p rend="indent">καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ· Καὶ τὰ λοιπά, ὦ⟩ νοῦ[ς], ⟨φράσον⟩ [ὁ ἐ]μοι· καὶ αὐτὸς γὰρ ἐρῶ τοῦ λόγου. — ὁ δὲ Ποιμάνδρης εἶπε· Τοῦτο ἔστι τὸ [[κεκρυμμένον]] μυστήριον ⟨τὸ⟩ μέχρι τῆσδε τῆς ἡμέρας ⟨⟨κεκρυμμένον⟩⟩. ἡ γὰρ φύσις <l n="15"/> ἐπιμιγεῖσα τῷ ἀνθρώπῳ ἤνεγκέ τι θαῦμα θαυμασιώτατον. ἔχοντος γὰρ αὐτοῦ ⟨ἀπὸ⟩ τῆς ἁρμονίας τῶν ἑπτὰ τὴν φύσιν, οὓ⟨ς⟩ ἔφην σοι ἐκ πYρὸς καὶ πνεύματος ⟨γεγονέναι⟩, οὐκ ἀνέμεινεν ἡ φύσις, ἀλλ᾽ εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους πρὸς τὰς φύσεις τῶν ἑπτὰ διοικητόρων, ἀρρενοθήλε[ι]ας καὶ <l n="20"/> μεταρσίους. — καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ⟩· Ὦ Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦν ἐπιθυμίαν ἦλθον, καὶ ποθῶ ἀκοῦσαι, μὴ ἔκτρεχε. — καὶ ὁ Ποιμάνδρης εἶπεν· Ἀλλὰ σιώπα· οὔπω γάρ σοι ἀνήπλωσα τὸν πρῶτον λόγον.—Ἰδοὺ σιωπῶ, ἔφην ἑγώ. – </p></div><div type="textpart" subtype="section" n="17"><p>Ἐγένετο οὖν, [ὡς] ἔφη[ν], τῶν ἑπτὰ τούτων ἡ γένεσις τοιῷδε <l n="25"/> τρόπῳ. ⟨⟨ἐξήνεγκεν ἡ φύσις τὰ σώματα·⟩⟩ θηλυκὴ γὰρ ἦν ⟨ἡ γῆ⟩, καὶ ⟨τὸ⟩ ὕδωρ ὀχευτικόν· [τὸ δὲ ἐκ πυρὸς πέπειρον·] ἐκ δὲ αἰθέρος τὸ πνεῦμα ἔλαβο⟨ν⟩. [καὶ] [[ἐξήνεγκεν ἡ φύσις τὰ σώματα]] ⟨ . . . ⟩ πρὸς τὸ εἶδος τοῦ ἀνθρώπου· ὁ δὲ ἄνθρωπος ἐκ ζωῆς καὶ φωτὸς ἐγένετο εἰς ψυχὴν καὶ νοῦν, ἐκ <l n="30"/> μὲν ζωῆς ψυχήν, ἐκ δὲ φωτὸς νοῦν. καὶ ἔμεινεν οὕτω τὰ <pb facs="ScottHermeticaVolOne_0127"/> πάντα [τοῦ αἰσθητοῦ κόσμου] μέχρι περιόδου τέλους [ἄρχων γενῶν]. </p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ἄκουε λοιπὸν ὃν ποθεῖς λόγον ἀκοῦσαι. τῆς περιόδου πεπληρωμένης, ἐλύθη ὁ πάντων σύνδεσμος ἐκ βουλῆς θεοῦ· πάντα γὰρ τὰ ζῷα, ἀρρενοθήλεα ὄντα, διελύετο ἅμα τῷ <l n="5"/> ἀνθρώπῳ, καὶ ἐγένετο τὰ μὲν ἀρρενικὰ ἐν μέρει, τὰ δὲ θηλυκὰ ὁμοίως. ὁ δὲ θεὸς εὐθὺς εἶπεν ἁγίῳ λόγῳ· <q>Αὐξάνεσθε ἐν αὐξήσει καὶ πληθύνεσθε ἐν πλήθει πάντα τὰ κτίσματα καὶ δημιουργήματα. καὶ ἀναγνωρισάτω ὁ ἔννους ⟨ἄνθρωπος⟩ ἑαυτὸν ὄντα ἀθάνατον, καὶ τὸν αἴτιον τοῦ θανάτου <l n="10"/> ἔρωτα [καὶ πάντα τὰ] ὄντα. ⟨ὁ δὲ ἀναγνωρίσας ἑαυτὸν εἰς τὸ ἀγαθὸν χωρεῖ.⟩</q> </p></div><div type="textpart" subtype="section" n="19"><p>τοῦτο εἰπόντος, ἡ πρόνοια διὰ τῆς εἱμαρμένης καὶ ἁρμονίας τὰς μίξεις ἐποιήσατο καὶ τὰς γενέσεις κατέστησε· καὶ ἐπληθύνθη κατὰ γένος τὰ πάντα. καὶ ὁ ἀναγνωρίσας ἑαυτὸν ἐλήλυθεν εἰς τὸ ⟨ὑ⟩περ[ι]ούσιον <l n="15"/> ἀγαθόν· ὁ δὲ ἀγαπήσας [[τὸ]] ἐκ πλάνης ἔρωτος ⟨⟨τὸ⟩⟩ σῶμα, οὗτος μένει ἐν τῷ σκότει πλανώμενος ⎡αἰσθητῶς⎤, πάσχων τὰ τοῦ θανάτου. – </p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent">Τί τοσοῦτον ἁμαρτάνουσιν, ἔφην ἐγώ, οἱ ἀγνοοῦντες, ἵνα στερηθῶσι τῆς ἀθανασίας; — Ἔοικας, ὦ οὗτος, [τοῦ] μὴ <l n="20"/> πεφροντικέναι ὧν ἤκουσας. οὐκ ἔφην σοι νοεῖν; — Νοῶ καὶ μιμνήσκομαι, εὐχαριστῶ δὲ ἅμα. — Εἰ ἐνόησας, εἰπέ μοι, διὰ τί ἄξιοί εἰσι τοῦ θανάτου οἱ ἐν [τῷ θανάτῳ] ⟨ἀγνοίᾳ⟩ ὄντες; – Ὅτι προκατάρχεται τοῦ ⎡οἰκείου⎤ σώματος τὸ στυγνὸν σκότος, ἐξ οὗ ἡ ὑγρὰ φύσις, ἐξ Ἧc τὸ σῶμα συνέστηκεν· ⟨ . . . ⟩ ἐν <l n="25"/> τῷ αἰσθητῷ κόσμῳ, ἐξ οὗ θάνατος ἀρ[δε]ύεται. </p></div></div></body></text></TEI>