ὁ δὲ πάντων πατὴρ [[ὁ]] νοῦς, ⟨⟨ὁ⟩⟩ ὣν ζωὴ καὶ φῶς, ἀπεκύησεν ἄνθρωπον αὑτῷ ⟨ὅμ⟩οιον. οὗ ἠΓάσθη ὡς ἰδίου τόκου· περικαλλὴς γὰρ ⟨ἦν⟩, τὴν τοῦ πατρὸς εἰκόνα ἔχων. εἰκότως [γ]ἄρ⟨α⟩ [καὶ] ὁ θεὸς ἠΓάσθη τῆς ἰδίας μορφῆς· καὶ παρέδωκε⟨ν⟩ [[τὰ] [ε]αὐτῷ πάντα ⟨⟨τὰ⟩⟩ δημιουργήματα. ⟨ὁ δέ,⟩ ⟨⟨γενόμενος ἐν τῇ δημιουργικῇ σφαίρᾳ,⟩⟩ ⟨⟨κατενόησε τοῦ ἀδελφοῦ τὰ δημιουργήματα⟩⟩ ⟨⟨τοῦ ἐπικειμένου ἐπὶ τοῦ πυρός·⟩⟩ [καὶ] κατανοήσας δὲ τὴν τοῦ δημιουργοῦ κτίσιν ἐν τῷ πΥρί, ἠβουλήθη καὶ αὐτὸς δημιουργεῖν· καὶ συνεχωρήθη ὑπὸ τοῦ πατρός. [[γενόμενος ἐν τῇ δημιουργικῇ σφαίρᾳ]] [ἐξ ὧν τὴν πᾶσαν ἐξουσίαν] [[κατενόησε τοῦ ἀδελφοῦ τὰ δημιουργήματα]] ⟨ . . . ⟩ ⟨⟨πᾶσαν ἐνέργειαν ἐν ἑαυτῷ ἔχοντα τῶν διοικητόρων·⟩⟩ οἱ δὲ ἠΓάσθησαν αὐτοῦ, ἕκαστος δὲ μετεδίδου τῆς ἰδίας [τάξεως] ⟨φύσεως⟩. καὶ καταμαθὼν τὴν τούτων οὐσίαν, καὶ μεταλαβὼν τῆς [ε]αὐτῶν φύσεως, ἠβουλήθη ἀναρρῆξαι τὴν περιφέρειαν τῶν κύκλων [καὶ τὸ κράτος] [[τοῦ ἐπικειμένου ἐπὶ τοῦ πυρὸς]] [κατανοῆσαι]· καὶ [ὁ τοῦ τῶν θνητῶν κόσμου καὶ τῶν ἀλόγων ζῴων ἔχων πᾶσαν ἐξουσίαν] διὰ τῆς ἁρμονίας παρέκυψεν, ἀναρρήξας τὸ κΎτος, καὶ ἔδειξε τ῀ιΗ κατωφερεῖ φύσει τὴν καλὴν τοῦ θεοῦ μορφήν. ἡ[ν] ⟨δέ⟩, ἰδοῦσα ⟨τὸ⟩ [[ἀκόρεστον]] κάλλος [[πᾶσαν ἐνέργειαν ἐν ἑαυτῷ ἔχοντα τῶν διοικητόρων]] τῆϲ [τε] μορφῆϲ τοῦ θεοῦ, ἐμειδίασεν ἔρωτι ⟨⟨ἀκορέστῳ⟩⟩ ⟨⟨τοῦ ἀνθρώπου⟩⟩, [ἅτε] τῆς καλλίστης μορφῆς [[τοῦ ἀνθρώπου]] τὸ εἶδος ἐν τῷ ὕδατι ⟨ἀναδ⟩ιδοῦσα, καὶ τὸ σκίασμα ἐπὶ τῆς γῆς. ὁ δέ, ἰδὼν τὴν ὁμοίαν αὑτῷ μορφὴν [ἐν ἑαυτῷ] οὖσαν ἐν ⟨τῇ γῇ καὶ⟩ τῷ ὕδατι, ἐφίλησε, καὶ ἠβουλήθη αὐτοῦ οἰκεῖν. ἅμα δὲ τῇ βουλῇ ἐγένετο ἐνέργεια, καὶ ᾤκησε τὴν ἄλογον ⎡μορφήν⎤. ἡ δὲ φύσις λαβοῦσα τὸν ἐρώμενον περιεπλάκη ὅλη, καὶ ἐμίγησαν· ἐρώμενοι γὰρ ἦσαν. καὶ διὰ τοῦτο παρὰ πάντα τὰ ἐπὶ γῆς ζῷα διπλοῦς ἐστιν ὁ ἄνθρωπος, θνητὸς μὲν διὰ τὸ σῶμα, ἀθάνατος δὲ διὰ τὸν οὐσιώδη ἄνθρωπον. ἀθάνατος γὰρ ὤν, καὶ πάντων τὴν ἐξουσίαν ἔχων, τὰ θνητὰ πάσχει, ὑποκείμενοc τῇ εἱμαρμένῃ. ὑπεράνω ⟨γὰρ⟩[οὖν] ὢν τῆς ἁρμονίας,[ἐναρμόνιος] ⟨εἱμαρμένης⟩ γέγονε δοῦλος· ἀρρενόθηλυς δὲ ὢν ἐξ ἀρρενοθήλεος ὄν⟨τος τοῦ⟩ πατρός, καὶ ἄυπνος ἀπὸ ἀύπνου, ⟨ὑπ᾽ ἔρωτος καὶ λήθης⟩ κρατεῖταικαὶ. –