Ἐννοίας μοί ποτε γενομένης περὶ τῶν ὄντων, καὶ μετεωρισθείσης μὲN τῆς διανοίας σφόδρα, ⟨⟨ὕπνῳ⟩⟩ ⟨δὲ⟩ κατασχεθεισῶν μου τῶν σωματικῶν αἰσθήσεων, ⟨οὐ μέντοι⟩ καθάπερ ⟨τ⟩οῖ⟨ς⟩ [[ὕπνῳ]] βεβαρημένοι⟨ς⟩ ἐκ κόρου τροφῆς ἢ ἐκ κόπου σώματος, ἔδοξά τινα ὑπερμεγέθη μέτρῳ ἀπεριορίστῳ ⟨ἐν⟩τνγχάνοντα καλεῖν μου τὸ ὄνομα, καὶ λέγεν [τα] μοι· Τί βούλει ἀκοῦσαι καὶ θεάσασθαι, καὶ νοήσας μαθεῖν καὶ γνῶναι; — φημὶ ἐγώ· Σὺ γὰρ τίς εἶ; — Ἐγὼ μέν, φησίν, εἰμὶ ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς. [[οἶδα ὃ βούλει καὶ σύνειμί σοι πανταχοῦ.]] —φημὶ ἐγώ· Μαθεῖν θέλω τὰ ὄντα καὶ νοῆσαι τὴν τούτων φύσιν, καὶ γνῶναι τὸν θεόν. ⟨περὶ τού⟩τωN, ἔφην, ἀκοῦσαι βούλομαι.—φησὶν ἐμοὶ πάλιν· ⟨⟨Οἶδα ὃ βούλει, ⟨ὃς⟩ καὶ σύνειμί σοι πανταχοῦ·⟩⟩ ἔχε νῷ σῷ ὅσα θέλεις μαθεῖν, κἀγώ σε διδάξαω.– οὔτως εἰπόν⟨τος⟩, ἠλλάγη ⟨⟨εὐθέως πάντα μοι⟩⟩ τῇ ἰδέᾳ καὶ [[εὐθέως πάντα μοι]] ἤνοικτο ῥοπῇ. καὶ ὁρῶ θέαν ἀόριστον, φῶς [δὲ] πάντα γεγενημένα ἤπιόν τε καὶ ἱλαρόν· καὶ ἠΓάσθην ἰδών. καὶ μετ᾽ ὀλίγον, σκότος κατωφερὲς ἦν ἐν μέρει ⟨τινὶ⟩ γεγενημένον, φοβερόν τε καὶ στυγνόν, ⎡σκολιῶς πεπειραμένον⎤ [ὡς εἰκάσαι με]. ⟨ . . . ⟩ εἶδοΝ μεταβαλλόμενον τὸ σκότος εἰς ὑγράν τινα φύσιν ἀφάτως τεταραγμένην, καὶ καπνὸν ἀποδιδοῦσαν ὡς ἀπὸ πυρός. καί τινα ἦχον ⎡ἀποτελοῦσαν⎤ ἀνεκλάλητον γοώδη· [εἶτα] βοὴ ⟨γὰρ⟩ ἔξ αὐτῆς ἀσύναρθρος ἐξεπέμπετο. [[ὼς εἰκάσαι φωνὴν φωτός.]] ἐκ δὲ ⟨τοῦ⟩ φωτὸς π⟨ροελθὼν⟩ λόγος ἅγιος ἐπέβη τῇ ⟨ὑγρᾷ⟩ φύσει, ⟨⟨ὡς εἰκάσαι ⟨με⟩ φωνὴν ⟨εἶναι τοῦ⟩ φωτός.⟩⟩