<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="paragraph" n="7"><p>Ἐκ τούτου δείκνυται, ὡς καὶ ἡ τῆς γῆς σκιὰ κωνοειδής
ἐστι. Ταῦτα γὰρ ὑπʼ ἀλλήλων, ᾗ ἔχει, ἐλέγχεται.
<note type="footnote">2 ἀεὶ om N. ἀνατετρ L. 3 αἱ om. M. ἐκλείποι L.
5 Αὕτη MLN edd. Αὐτὴ Ma. 6 σκιᾷ L. κωνοειδῆ L. 8 et
12 σῶμα pro σχῆμα L. 8 τυγχάνον M. ln marg. ἐντυγχάνον.</note>

<pb n="216"/>
Καὶ γὰρ ἡ ἔκλειψις τῆς σελήνης δείκνυται οὐκ
ἄλλως γίνεσθαι ἢ εἰς τὴν σκιὰν τῆς γῆς ἐμπιπτούσης
αὐτῆς, καὶ πάλιν αἱ περὶ τὰς ἐκλείψεις αὐτῆς διαφοραὶ
δεικνύουσιν, ὅτι κωνοειδής ἐστιν ἡ τῆς γῆς σκιά, χρονιζούσης
μὲν ἐν ταῖς προσγειοτέραις τῶν ἐκλείψεων, <lb n="5"/>
τάχιον δὲ ἐκφαινομένης, ἐπειδὰν ἐκλείπῃ ἐν ταῖς ἀπογειοτέραις,
ἐν δὲ ταῖς μεταξὺ καὶ τὸν χρόνον τῆς
ἐκλείψεως μέσον΄ ἐχούσης. Καὶ αἱ μερικαὶ δὲ τῶν
<milestone unit="120"/> ἐκλείψεων δηλοῦσιν, ὅτι κωνοειδής ἐστιν αὐτῆς ἡ σκιά,
τοιαύτας γε τὰς ἀποτομὰς τῶν φωτισμῶν ἐχούσης, ὡς <lb n="10"/>
μηνοειδὲς αὐτῆς τὸ σχῆμα γίνεσθαι, οὐκ ἂν τούτου
γινομένου, μὴ εἰς κωνοειδὲς σκίασμα ἐμπιπτούσης αὐτῆς.
Μάλιστα δʼ ἂν καὶ ἀπὸ τούτων ἐπιδειχθήσεται,
ὅτι κωνοειδής ἐστιν ἡ τῆς γῆς σκιά. Εἰ γὰρ ἦν κυλινδροειδὴς
ἢ καλαθοειδὴς ἡ σκιὰ αὐτῆς, ἴσον ἐχούσης <lb n="15"/>
ἢ μικρότερον τῆς γῆς τὸ φωτίζον αὐτήν, τὸν ἥλιον, ἡ
μὲν καλαθοειδὴς σκιὰ πλεῖστον ἂν κατελάμβανε τοῦ
οὐρανοῦ εἰς πλατύ γε ἀποτελευτῶσα· καὶ οὕτως ἂν
οὐ μόνον ἑκάστου μηνὸς τὴν σελήνην ἐκλείπειν συνέβαινεν,
ἀλλὰ καὶ διὰ πάσης τῆς νυκτὸς μένειν ἐν τῇ <lb n="20"/>
σκιᾷ. Εἰ δὲ κυλινδροειδὴς ἦν, ὅλον ἂν τὸ πλάτος
ἐπελάμβανε τοῦ ζῳδιακοῦ μὴ εἰς ὀξύ γε ἀποκορυφουμένη,
καὶ ὁμοίως ἑκάστου μηνὸς ἐμπίπτουσα ἂν ἡ σελήνη
εἰς αὐτὴν ἐξέλειπε. Νυνὶ δὲ διὰ τὸ κωνοειδῆ
εἶναι αὐτὴν καὶ εἰς στενὸν ἀποκορυφοῦσθαι οὕτως ἡ <lb n="25"/>
σελήνη ἐκφεύγει αὐτήν, ὁπόταν τὰ βόρεια ἢ τὰ νότια
ἐπέχουσα τοῦ ζῳδιακοῦ ἐν ταῖς πανσελήνοις εὑρίσκηται.
Προῄει δʼ ἂν καὶ μέχρι τῶν ἄστρων κυλινδροειδὴς
ἢ καλαθοειδὴς οὖσα· καὶ οὕτως ἂν τὰ ἄστρα συνέβαινε
<note type="footnote">2 δείκνυσθαι pro γίνεσθαι L. 4 δείκνυσιν L. 6 ἐμφαι-
νομένης M. δʼ ἐκφαιν. N. 8 μέσως M edd. 11 τούτῳ M.</note>

<pb n="218"/>
ποτὲ μὲν λαμπρότερα, ποτὲ δʼ ἀμαυρότερα φαίνεσθαι,
λαμπρότερα μὲν ἐν τῇ σκιᾷ (πᾶν γὰρ πύρινον σῶμα
<milestone unit="121"/> λαμπρότερον ἐν σκιᾷ καὶ σκότῳ γίνεται), ἀμαυρότερα δʼ
ἐν ταῖς αὐγαῖς τοῦ ἡλίου. Ὧν μηθενὸς ἐν τοῖς φαινομένοις
θεωρουμένου δῆλον κωνοειδῆ εἶναι ἀναγκαίως <lb n="5"/>
τὴν σκιὰν τῆς γῆς. Κἰ δὲ τοῦτο, γνώριμον ὡς μεῖζον
ἔχει τὸ φωτίζον αὐτήν, τὸν ἥλιον.</p></div><div type="textpart" subtype="paragraph" n="8"><p>Τοιούτων δὲ τῶν περὶ τὴν ἔκλειψιν τῆς σελήνης
εἶναι ἐπιδεδειγμένων δοκεῖ ἐναντιοῦσθαι τῷ λόγῳ τῷ
κατασκευάζοντι ἐκλείπειν τὴν σελήνην εἰς τὴν σκιὰν <lb n="10"/>
ἐμπίπτουσαν τῆς γῆς τὰ λεγόμενα κατὰ τὰς παραδόξους
τῶν ἐκλείψεων. Φασὶ γάρ τινες, ὅτι γίνεται
σελήνης ἔκλειψις καὶ ἀμφοτέρων τῶν φωτῶν ὑπὲρ τὸν
ὁρίζοντα θεωρουμένων. Τοῦτο δὲ δῆλον ποιεῖ, διότι
μὴ ἐκλείπει ἡ σελήνη τῇ σκιᾷ τῆς γῆς περιπίπτουσα, <lb n="15"/>
ἀλλʼ ἕτερον τρόπον. Εἰ γὰρ ὑπὲρ τὸν ὁρίζοντα φαινομένων
τοῦ τε ἡλίου καὶ τῆς σελήνης ἔκλειψις γίνεται,
οὐ δύναται τότε ἡ σελήνη τῇ σκιᾷ τῆς γῆς περιπίπτουσα
ἐκλείπειν. Ἔτι γὰρ ἐλλάμπεται ὑπὸ τοῦ ἡλίου
ὁ τόπος, οὗ ἡ σελήνη ἐστὶν ἀμφοτέρων γε ὑπὲρ τὸν <lb n="20"/>
ὁρίζοντα φαινομένων καὶ μηδέπω τῆς σκιᾶς εἶναι δυναμένης,
ἔνθα ἡ σελήνη ἐκλελοιπυῖα φαντάζεται. Ὥστε
δεήσει ἡμᾶς, ἂν ταῦτα οὕτως ἔχῃ, ἑτέραν εἶναι τὴν
αἰτίαν τῆς περὶ τὴν σελήνην ἐκλείψεως ἀποφαίνεσθαι.
Τοιούτων δὲ λεγομένων οἱ παλαιότεροι τῶν μαθηματικῶν <lb n="25"/>
οὕτως ἐπεχείρουν λύειν τὴν ἀπορίαν ταύτην. Ἔφασαν
γάρ, ὅτι μή ἐστιν ἀδύνατον καὶ ἀμφοτέρων τῶν
<milestone unit="122"/> φωτῶν ὑπὲρ τὸν ὁρίζοντα θεωρουμένων ἐμπίπτειν εἰς
τὴν σκιὰν τῆς γῆς τὴν σελήνην καὶ ἀκριβῶς διαμετρεῖν
<note type="footnote">2 πυρινὸν ML edd. 4 ταῖς om. M edd. μηδενὸς LN edd.
5 δῆλον ὡς L. ἀγκαίως L. 9 ἐτοδεδειγμ. M. 12 γίνονται</note>

<pb n="220"/>
τὸν ἥλιον. Ἐν μὲν γὰρ πλατεῖ καὶ ἐπιπέδῳ τῆς γῆς
σχήματι τοῦτο μὴ δύνασθαι συμβῆναι· σφαιρικοῦ δʼ
ὄντος τοῦ περὶ αὐτὴν σχήματος οὐκ ἂν εἴη ἀδύνατον
ἀμφότερα τὰ σώματα τῶν θεῶν ὑπὲρ τὸν ὁρίζοντα
θεωρεῖσθαι ἀκριβῶς διαμετροῦντα ἄλληλα. Αὐτοὶ μὲν <lb n="5"/>
γὰρ οὐκ ὄψονται διαμετροῦντες ἀλλήλους διὰ τὰς
ἐξοχὰς τῶν περὶ τὴν γῆν κυρτωμάτων· οἱ δʼ ἐπὶ γῆς
ἑστῶτες οὐδὲν ἂν κωλύοιντο ὁρᾶν ἀμφοτέρους αὐτοὺς
ἐπὶ τοῖς κυρτώμασι τῆς γῆς ἑστῶτες, ἃ τοῖς μὲν ἐφεστῶσιν
οὐκ ἐμποδίζει πρὸς τὸ ἀμφότερα ὁρᾶν τὰ σώματα <lb n="10"/>
ὑπὲρ τὸν ὁρίζοντα, τοῖς δὲ διαμετροῦσιν ἀλλήλους
ἐπιπροσθήσει. Καὶ οὕτως ἐκεῖνοι μὲν οὐκ ὄψονται
ἀλλήλους· ἡμεῖς δʼ ἀμφοτέρους αὐτοὺς οὐ κωλυσόμεθα
ὁρᾶν τοῖς κυρτώμασι τῆς γῆς ἐφεστῶτες, ἃ ἐκείνοις
ἐπιπροσθεῖ ἐν ταπεινώμασι τοῖς περὶ τὸν ὁρίζοντα <lb n="15"/>
οὖσιν, ὑψηλοτέρων δὲ τῶν κυρτωμάτων ὄντων, ἐφʼ ὧν
ἡμεῖς ἐφεστήκαμεν.</p></div><div type="textpart" subtype="paragraph" n="9"><p>Τοιαύτην μὲν οὖν οἱ παλαιότεροι τῶν μαθηματικῶν
τὴν τῆς προσαγομένης ἀπορίας λύσιν ἐποιήσαντο.
Μή ποτε δʼ οὐχ ὑγιῶς εἰσιν ἐνηνεγμένοι. Ἐφʼ ὕψους <lb n="20"/>
μὲν γὰρ ἡ ὄψις ἡμῶν γενομένη δύναιτʼ ἂν τοῦτο παθεῖν,
κωνοειδοῦς τοῦ ὁρίζοντος γινομένου πολὺ ἀπὸ
<milestone unit="123"/> τῆς γῆς εἰς τὸν ἀέρα ἡμῶν ἐξαρθέντων, ἐπὶ δὲ τῆς
γῆς ἑστώτων οὐδαμῶς. Εἰ γὰρ καὶ κύρτωμά ἐστιν,
ἐφʼ οὗ βεβήκαμεν, ἀφανίζεται ἡμῶν ἡ ὄψις ὑπὸ τοῦ <lb n="25"/>
μεγέθους τῆς γῆς. Ὥστε τοῦτο μὲν οὐ λεκτέον οὐδὲ
ὑποληπτέον δυνατὸν εἶναι τὸ σύνολον, ἀμφοτέρων τῶν
<note type="footnote">1 πλάτει ἐπιπέδῳ L. 2 τούτου L. 3 ἀδύνατον om. ML.
5 μὲν om. M. 7 προσοχὰς L. 12—13 ἐπιπροσθήσει—ἀλλή-
λους om. M. Additur eadem manu a calcem pag. 13 κω-
λυθησόμεθα L. 14—15 ἂν ἐκείνοις ἐπιπροσθεῖμεν ταπεινώ-</note>

<pb n="222"/>
σωμάτων ὑπὲρ τὸν ὁρίζοντα θεωρουμένων ὑφʼ ἡμῶν ἐπὶ
τῆς γῆς καὶ ἐν ταπεινώματι βεβηκότων σελήνης ἔκλειψιν
γενέσθαι.</p></div><div type="textpart" subtype="paragraph" n="10"><p>Ἀλλὰ πρῶτον μὲν ἀπαντητέον λέγοντας, ὅτι πέπλασται
ὁ λόγος οὗτος ὑπό τινων ἀπορίαν βουλομένων <lb n="5"/>
ἐμποιῆσαι τοῖς περὶ ταῦτα καταγινομένοις τῶν ἀστρολόγων
καὶ φιλοσόφων. Πολλῶν γὰρ ἐκλείψεων σεληνιακῶν
γεγενημένων, καὶ τελείων καὶ ἀπὸ μέρους, καὶ
ἀναγεγραμμένων πασῶν, οὐδεὶς τοιαύτην ἔκλειψιν μέχρι
γε τοῦ καθʼ ἡμᾶς βίου ἱστορεῖται ἀναγεγραφώς, οὐ <lb n="10"/>
Χαλδαῖος, οὐκ Αἰγύπτιος, οὐχ ἕτερος μαθηματικὸς ἢ
φιλόσοφος, ἀλλὰ πλάσμα τὸ λεγόμενόν ἐστι. Δεύτερον,
εἰ ἕτερον τρόπον ἐξέλειπεν ἡ σελήνη, ἀλλὰ μὴ τῇ σκιᾷ
τῆς γῆς περιπίπτουσα, ἐξέλειπεν ἂν καὶ μὴ ἐν πανσελήνῳ
καὶ ὀλίγον καὶ πλέον προϊοῦσα ἀπὸ τοῦ ἡλίου, <lb n="15"/>
καὶ πάλιν μετὰ πανσέληνον προσιοῦσα αὐτῷ καὶ μειουμένη.
Νυνὶ δὲ πλείστων ἐκλείψεων περὶ αὐτὴν γεγενημένων
(καὶ γὰρ οὐδὲ σπανίως ἐκλείπει) οὐδέποτε
μὴ πεπληρωμένη καὶ μὴ διαμετροῦσα τὸν ἥλιον ἐξέλιπεν,
ἀλλὰ μόνον, ὅτε δυνατὸν αὐτὴν τῇ σκιᾷ τῆς γῆς <lb n="20"/>
<milestone unit="124"/> ἐντυγχάνειν. Καὶ ἤδη γε προλέγονται πᾶσαι αἱ ἐκλείψεις
αὐτῆς ὑπὸ τῶν κανονικῶν ἅτε γινωσκόντων,
ὁπότε συμπίπτει, ἐν πανσελήνῳ εὑρίσκεσθαι αὐτὴν
ὑπὸ τῷ μεσαιτάτῳ τοῦ ζῳδιακοῦ ἢ ὅλην ἢ ἀπὸ μέρους
καὶ οὕτως ἢ μερικὰς ἢ τελείας τὰς ἐκλείψεις ποιεῖσθαι. <lb n="25"/>
Ἀδύνατον οὖν ἀμφοτέρων τῶν φωτῶν ὑπὲρ τὸν ὁρίζοντα
ὁρωμένων σεληνιακὴν γενέσθαι ἔκλειψιν.</p></div><div type="textpart" subtype="paragraph" n="11"><p>Πολλῶν δὲ καὶ παντοδαπῶν περὶ τὸν ἀέρα παθῶν
<note type="footnote">1 ὑπὲρ τοῦ ὁρ. MN N. 2 ἐνταπεινώματα M. ταπεινοτάτῳ L.
5 βουλομ. ἀπορίαν L edd. 11 καὶ pro ἢ edd. 13 et 14 ἰξέλι-</note>

<pb n="224"/>
συνίστασθαι πεφυκότων οὐκ ἂν εἴη ἀδύνατον, ἤδη
καταδεδυκότος τοῦ ἡλίου καὶ ὑπὸ τὸν ὁρίζοντα ὄντος
φαντασίαν ἡμῖν προσπεσεῖν ὡς μηδέπω καταδεδυκότος
αὐτοῦ, ἢ νέφους παχυτέρου πρὸς τῇ δύσει ὄντος καὶ
λαμπρυνομένου ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων καὶ ἡλίου <lb n="5"/>
ἡμῖν φαντασίαν ἀποπέμποντος ἢ ἀνθηλίου γενομένου.
Καὶ γὰρ τοιαῦτα πολλὰ φαντάζεται ἐν τῷ ἀέρι, καὶ
μάλιστα περὶ τὸν Πόντον. Δύναιτο δʼ ἂν καὶ ἡ ἀπὸ
τῶν ὀμμάτων ἀπερχομένη ἀκτὶς ἐνίκμῳ καὶ νοτερῷ τῷ
ἀέρι ἐντυγχάνουσα κατακλᾶσθαι καὶ ἐντυγχάνειν τῷ <lb n="10"/>
ἡλίῳ ἤδη ὑπὸ τοῦ ὁρίζοντος κεκρυμμένῳ. Τούτῳ γάρ
τι ὅμοιον καὶ παρʼ ἡμῖν γίνεσθαι τετήρηται. Ἐὰν γὰρ
εἰς ποτήριον ἢ ἕτερόν τι σκεῦος χρυσοῦς δακτύλιος
ἐμβληθῇ, ἐὰν μὲν κενὸν τὸ σκεῦος, ἐκ συμμέτρου
διαστήματος οὐχ ὁρᾶται τὸ ἐγκείμενον ἅτε ἀκωλύτως <lb n="15"/>
<milestone unit="125"/> τοῦ ὁρατικοῦ πνεύματος κατὰ τὰ χείλη τοῦ σκεύους
διεκθέοντος ἐπʼ εὐθείας. Ὀπόταν μέντοι ὕδατος ἐμπλησθῇ,
ὡς γενέσθαι ἰσοχειλές, ὁρᾶται ἐκ τοῦ αὐτοῦ
διαστήματος ἐγκείμενος τῷ σκεύει ὁ δακτύλιος οὐκέτι
κατὰ τὰ χείλη διεκθέοντος τοῦ ὁρατικοῦ πνεύματος, <lb n="20"/>
ἀλλʼ ἐφαπτομένου τοῦ ὕδατος κατὰ τὰ χείλη τοῦ πεπλησμένου
καὶ οὕτω κατακλωμένου καὶ εἰς τὸ βάθος
τοῦ σκεύους ἰόντος καὶ τῷ δακτυλίῳ ἐντυγχάνοντος.
Δύναιτʼ ἂν οὖν τι καὶ ἐπὶ νοτεροῦ καὶ διύγρου ἀέρος
παραπλήσιον ἀπαντῆσαι, ὡς κατακλασθεῖσαν τὴν ἀπὸ <lb n="25"/>
τοῦ ὄμματος ἀκτῖνα ὑπὸ τὸν ὁρίζοντα νεῦσαι καὶ ἤδη
καταδεδυκότι τῷ ἡλίῳ ἐντυχεῖν, ὡς φαντασίαν ἐγγενέσθαι
ἔτι ὑπὲρ τὸν ὁρίζοντα εἶναι αὐτόν. Τάχα δʼ
<note type="footnote">1 ἤδη om. L. 2 καὶ om. L. 3 φαντασίαν προσπαθεῖν
M. 7 γὰρ om. M. τῷ om. L. 9 ἐπιχεομένη N. ἀποχεο-
μένη ML edd. Scripsi ἀπερχ., ut p. 144, 7. 10 κατακλᾶσθαι</note>

<pb n="226"/>
ἄν τι καὶ ἕτερον τούτοις ἐπεοικὸς δύναιτʼ ἂν ἡμῖν
ποτε φαντασίαν ἐμποιῆσαι, ὡς τῶν δύο σωμάτων ὑπὲρ
τὸν ὁρίζοντα ὄντων τοῦ ἡλίου ἤδη καταδεδυκότος. Τὸ
δὲ ἐκλείπειν τὴν σελήνην μὴ ἄλλως ἢ εἰς τὴν σκιὰν
τῆς γῆς ἐμπίπτουσαν ἐναργὲς ἐκ τῶν φαινομένων ἐστί. <lb n="5"/>
Καὶ περὶ μὲν ἐκλείψεως ἐπὶ τοσοῦτον.</p></div></div></div></div></body></text></TEI>