<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="paragraph" n="7"><p>Ἐπεὶ τοίνυν τὰ ἀκολουθοῦντα τῷ ποδιαῖον εἶναι
<milestone unit="70"/> τὸν ἥλιον ἀδύνατά ἐστιν, ἀδύνατον ποδιαῖον εἶναι αὐτόν.
Οὐδὲ γὰρ ἐκεῖνο ἔνεστιν εἰπεῖν, ὅτι τοῦ ἡλίου
ἐπὶ τοσοῦτον διάστημα ἐκτεταμένου, ἔνια μὲν αὐτοῦ
τῶν ποδιαίων μερῶν τηλικαῦτα φανήσεται, ἡλίκα ἐστίν, <lb n="15"/>
ἔνια δὲ οὐχ οὕτως ἕξει. Τὰ γὰρ ἀπὸ τῆς γῆς διαστήματα
πρὸς πάντα τὰ μέρη αὐτοῦ ἴσα γενήσεται, κέντρου
γε λόγον ἐχούσης πρὸς τὴν ἡλιακὴν σφαῖραν. Ὥστε
πάντα δεήσει τὰ ποδιαῖα μέρη αὐτοῦ, ἡλίκα ἐστί, φαίνεσθαι,
καὶ οὐδὲν μᾶλλον τάδε τινὰ τῶνδέ τινων. Ὥστε <lb n="20"/>
πάντων τῶν ποδιαίων μερῶν τηλικούτων φαινομένων,
ἡλίκα ἐστί, καὶ αὐτὸς ὅλος ἐπὶ τοσοῦτον ἐκταθείς, ἡλίκος
ἐστί, φανήσεται. Οὗ προδήλως ἀδυνάτου ὄντος
οὐδὲ τὰ ποδιαῖα μέρη αὐτοῦ, ἡλίκα ἐστί, φανήσεται,
ἀλλʼ οὐδʼ ὅλως φανήσεται. Ὅθεν οὐδὲ αὐτὸς ὁ ἥλιος <lb n="25"/>
ποδιαῖος ὢν φανήσεται· φαίνεται δέ γε, οὐκ ἄρα ποδιαῖός
ἐστι. Δῆλον οὖν ἀπὸ τούτων, οἶμαι, διότι, εἰ
<note type="footnote">1 προδήλου M. ὄντος ἀδυν. N. 6—10 δεήσειε — φαν-
τάζ. om. MN. 11 τὸ pro τῷ M. 13 εἰπεῖν ἐστι M. 15
ὁποῖά ἐστιν M. 16 δʼ οὐχ N. 18 γε om. N. 19 δεήσει
πρὸς τὰ ἡλιακὰ μέρη αὐτοῦ M. 21 ποδ. αὐτοῦ μερῶν N.</note>

<pb n="130"/>
τηλικοῦτος ἦν, ἡλίκος φαίνεται, οὐκ ἂν ἐφαίνετο· ἐπεὶ
δὲ φαίνεται, οὐκ ἔστι τηλικοῦτος, ἡλίκος φαίνεται.</p></div><div type="textpart" subtype="paragraph" n="8"><p>Εί γε μὴν τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται, καὶ
αὕτη ἡ ἀπὸ τῆς ὄψεως φαντασία τοῦ κατʼ αὐτὸν μεγέθους
κριτήριόν ἐστιν, ἀκόλουθον ἂν εἴη λέγειν, διότι <lb n="5"/>
καὶ τῶν περὶ αὐτὸν φανταζομένων αὕτη ἂν ἡ φαντασία
κριτήριον γένοιτο. Ὅθεν εἰ τηλικοῦτός ἐστιν, ἡλίκος
<milestone unit="71"/> φαίνεται, καὶ τοιοῦτός ἐστιν, οἷος φαίνεται. Φαίνεται
δὲ κοῖλος καὶ μαρμαίρων οὐ τούτου τοῦ σχήματος περὶ
αὐτὸν ὑπάρχοντος. Ἄλλοτε γοῦν ὁρᾶται ὁμαλὸς καὶ <lb n="10"/>
σεληνοειδὴς καὶ μηδʼ ἡνωμένος· ἀδύνατον δὲ ταῦτα
πάντα περὶ αὐτὸν εἶναι Ψεῦδος οὖν καὶ ᾧ ταῦτα
ἀκολουθεῖ, τὸ ποδιαῖον εἶναι αὐτόν. Καὶ μὴν εἰ τηλικοῦτός
ἐστιν, ἡλίκος φαίνεται, καὶ τοιοῦτός ἐστιν, οἷος
φαίνεται, ἐπειδὴ καὶ ἑστὼς φαίνεται, εἴη ἂν ἀμετάβατος· <lb n="15"/>
οὐκ ἔστι δʼ ἀκίνητος οὐδὲ ἀμετάβατος· ὅθεν
οὐδὲ τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται.</p></div><div type="textpart" subtype="paragraph" n="9"><p>Ἐναργέστατα δʼ ἂν καὶ ἀπὸ τούτων ἡ ἀτοπία τοῦ
λόγου αὐτῶν ἐλέγχοιτο. Εἰ γὰρ ὁ ἥλιος τηλικοῦτός
ἐστιν, ἡλίκος φαίνεται, γνώριμον, οἶμαι, διότι καὶ ἡ <lb n="20"/>
σελήνη τηλικαύτη ἐστίν, ἡλίκη φαίνεται· εἰ δὲ αὐτή,
καὶ τὰ σχήματα αὐτῆς. Ὥστε καί, ὅτε μηνοειδής ἐστι,
τὸ ἀπὸ τοῦ κέρως ἐπὶ τὸ κέρας αὐτῆς διάστημα τηλικοῦτόν
ἐστιν, ἡλίκον φαίνεται. Ὧι πάλιν ἀκολουθεῖ,
καὶ τὰ πρὸς τούς πλησίον αὐτῆς τῶν ἀστέρων διαστήματα <lb n="25"/>
τηλικαῦτα εἶναι, ἡλίκα φαίνεται· τούτῳ δὲ πάλιν
τὸ καὶ πάντα ἀπλῶς τὰ διαστήματα τῶν ἀστέρων
τηλικαῦτα εἶναι, ἡλίκα φαντάζεται· ὅθεν καὶ ὅλον τὸ
<note type="footnote">7 γίνοιτο N. 10 οὖν M. 11 καὶ μήδε νονμένος M. καὶ
μὴ δινούμενος N. καὶ μηδʼ ἡνωμένος ex Hultschii coni. cf.
Fleckeis. Ann. 1877 pag. 840. ταῦτα περὶ αὐτὸν πάντα N.</note>

<pb n="132"/>
ὑπὲρ γῆς ἡμισφαίριον τοῦ κόσμου τηλικοῦτόν ἐστι,
ἡλίκον φαίνεται. Οὐ τοῦτο δέ· οὐκ ἄρα τηλικοῦτός
ἐστιν ὁ ἥλιος, ἡλίκος φαίνεται. Καὶ μὴν εἰ ἡ σελήνη
σὑν τοῖς σχήμασι τηλικαύτη ἐστί, ἡλίκη φαίνεται, καὶ
τὰ φαινόμενα ἐν αὐτῇ τῶν μελασμάτων τηλικαῦτά <lb n="5"/>
ἐστιν, ἡλίκα φαίνεται· εἰ δὲ τοῦτο, καὶ τὰ ὄρη δεήσει
<milestone unit="72"/> τηλικαῦτα εἶναι, ἡλίκα φαίνεται. Οὐκ ἔχει δὲ τοῦτο
οὕτως· ὥστε οὐδὲ ὁ ἥλιος τηλικοῦτός ἐστιν, ἡλίκος
φαίνεται.</p></div><div type="textpart" subtype="paragraph" n="10"><p>Ὁπότε μὲν οὖν καθαρὸς καὶ κατὰ φύσιν ἔχων εἴη <lb n="10"/>
ὁ ἀήρ, οὐχ οἷόν τε ἡμῖν ἀντιβλέπειν τῷ ἡλίῳ· ὁπότε
δὲ παρέχοι ἡμῖν τὸ τοῦ ἀέρος κατάστημα ἀποβλέπειν
εἰς αὐτόν, ἄλλοτε ἀλλοῖος ἡμῖν φαντάζεται, ποτὲ μὲν
λευκός, ποτὲ δὲ ὠχριῶν, ἔστι δʼ ὅτε πυρωπός, πολλάκις
δὲ καὶ μίλτινος ἢ αἱματώδης ἢ ξανθὸς ὀφθῆναι, ἔστι <lb n="15"/>
δʼ ὅτε καὶ ποικίλος ἢ χλωρός. Καὶ αἱ περὶ αὐτὸν δὲ
φαινόμενοι πολλάκις οἷον κνηκίδες νεφώδεις, σχεδὸν
ἀπείρους μυριάδας σταδίων ἀπέχουσαι αὐτοῦ, δοκοῦσιν
ἡμῖν περὶ αὐτὸν εἶναι. Καὶ κατὰ κορυφὴν δʼ
ὄρους πολλάκις δυόμενος ἢ ἀνατέλλων φαντασίαν ἡμῖν <lb n="20"/>
ἀποπέμπει ὡς ψαύων τῆς κορυφῆς, τοσαύτας μυριάδας
ἀφεστὼς ἀπὸ παντὸς μέρους τῆς γῆς, ὅσας εἰκός
ἐστι, τῆς γῆς κέντρου λόγον ἐπεχούσης πρὸς τὸ ὕψος
αὐτοῦ. Πῶς οὖν οὐκ ἐσχάτως ἠλίθιον ταῖς τοιαύταις
τῶν φαντασιῶν κατακολουθεῖν, ἀλλὰ μὴ ἄλλο τι ποιεἴσθαι <lb n="25"/>
κριτήριον τῶν γε τηλικούτων τὸ μέγεθος, ἐνθυμουμένους,
ὡς ἡ περὶ αὐτὰ ἀπάτη οὐ τὴν ἐπιτυχοῦσαν
βλάβην ἐπιφέρειν εἴωθε.</p></div></div></div></div></body></text></TEI>