<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="paragraph" n="28"><p>Ἐπεί γε πρὸς τοῖς ἄλλοις καὶ τὰ κατὰ τὴν ἑρμηνείαν
αὐτῷ ποικίλως διεφθορότα ἐστί, σαρκὸς εὐσταθῆ
καταστήματα λέγοντι καὶ τὰ περὶ ταύτης
πιστὰ ἐλπίσματα καὶ λίπασμα ὀφθαλμῶν τὸ
δάκρυον ὀνομάζοντι καὶ ἱερὰ ἀνακραυγάσματα καὶ <lb n="5"/>
γαργαλισμοὺς σώματος καὶ ληκήματα καὶ ἄλλας
τοιαύτας κακὰς ἄτας· ὧν τὰ μὲν ἐκ χαμαιτυπείων ἄν
τις εἶναι φήσειε, τὰ δὲ ὅμοια τοῖς λεγομένοις ἐν τοῖς
Δημητρίοις ὑπὸ τῶν Θεσμοφοριαζουσῶν γυναικῶν, τὰ
δὲ ἀπὸ μέσης τῆς προσευχῆς καὶ τῶν ἐπ᾿ αὐλαῖς προσαιτούντων, <lb n="10"/>
Ἰουδαῖκά τινα καὶ παρακεχαραγμένα καὶ
κατὰ πολὺ τῶν ἑρπετῶν ταπεινότερα. Ἀλλ᾿ ὅμως τοιοῦτος
καὶ ἐν τοῖς λόγοις καὶ ἐν τοῖς δόγμασιν ὢν οὐκ
αἰσχύνεται ἑαυτὸν ἐντάσσειν εἰς τὴν Πυθαγόρου καὶ
Ἡρακλείτου καὶ Σωκράτους χώραν καὶ τὴν πρώτην ἐν <lb n="15"/>
αὐτοῖς τάξιν ἔχειν ἀξιοῦν ὁμοιότατον, ὡς εἰ ἐν τοῖς
ἱεροφάνταις καὶ ἀρχιερεῦσιν οἱ ἱερόσυλοι ἑαυτοὺς κατατάσσειν
ἐπιχειροῖεν τὴν πρώτην ἐν αὐτοῖς τάξιν ἔχειν
ἀξιοῦντες, ἢ εἴ τις τὸν Σαρδανάπαλον ἐπινοήσειε τῷ
<milestone unit="92"/> Ἡρακλεῖ περὶ καρτερίας συγκρίνεσθαι ἐπιχειροῦντα καὶ <lb n="20"/>
ἐφαπτόμενον τοῦ ῥοπάλου καὶ τῆς λεοντῆς καὶ λέγοντα
πρὸς αὐτόν, ὡς ἐγὼ τούτων ἀξιώτερος. Οὐκ ἀποφθερῇ,
κακὸν κάθαρμα, ἐπὶ τοὺς κροκωτοὺς καὶ τὰς παλλακίδας,
μεθ᾿ ὧν ἐπὶ ταῖς κλίναις διημερεύσεις, τοτὲ μὲν
πορφύραν ξαίνων, ἄλλοτε δὲ στεφάνοις ἀναδούμενος, <lb n="25"/>
ἔστι δ᾿ ὅτε τὰ ὄμματα ἐντριβόμενος ἢ καὶ ἐν πολλῇ
καὶ ἀσχήμονι μέθῃ καταυλούμενος καὶ λοιπὸν τὰ τούτοις
ἑπόμενα πράσσων, καθάπερ τις σκώληξ ἐν πάνυ
πονηρῷ τε καὶ κοπρώδει βορβόρῳ καλινδούμενος; Οὐ
<note type="footnote">1 γε om. M. 2 ποικίλως om. edd. 5 ὀνομάζοντος M.
6 λικήματα M. 7 χαμαιτυπίων, φήσειεν εἶναι M. 9 Δη-</note>

<pb n="168"/>
καὶ σὺ οὖν, ὦ θρασυτάτη καὶ ἀναισχυντοτάτη κεφαλή,
ἐκ φιλοσοφίας ἀποφθαρεὶς οἰχήσῃ ἐπὶ Λεόντιον καὶ
Φιλαινίδα καὶ τὰς ἄλλας ἑταίρας καὶ τὰ ἱερὰ ἀνακραυγάσματα
μετὰ Μινδυρίδου, μετὰ Εαρδαναπάλου
καὶ μετὰ πάντων τῶν σεαυτοῦ θιασωτῶν; Οὐκ οἶσθα, <lb n="5"/>
ὅτι ἡ φιλοσοφία Ἡρακλέα καὶ ἄνδρας Ἡρακλείους καλεῖ,
ἀλλ᾿ οὐχί, μὰ Δία, κιναίδους καὶ ἡδονήν; Ἀλλὰ
γὰρ ὅτι Ἐπικούρῳ μὲν οὔτε ἀστρολογίας οὔτε τῆς ἄλλης
φιλοσοφίας μέτεστί τι, γνώριμον, οἶμαι, τοῖς εὐφυέσι
τῶν ἀνθρώπων.</p><lb n="10"/></div></div><div type="textpart" subtype="chapter" n="2"><head>Κεφ. β΄.</head><div type="textpart" subtype="paragraph" n="1"><p><del>Ὅτι μείζων τῆς γῆς ὁ ἥλιος.</del></p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Ἡμεῖς δ᾿ ἐπιδείξαντες, διότι μὴ ποδιαῖός ἐστιν ὁ
<milestone unit="93"/> ἥλιος μηδέ, μὰ Δία, τηλικοῦτος, ἡλίκος φαίνεται, ἑξῆς
παραστῆσαι πειρασόμεθα, διότι μείζων τῆς γῆς ἐστι. <lb n="15"/>
Σχεδὸν μὲν οὖν καὶ ἤδη ἐπιδέδεικται τοῦτο· ἀλλὰ
ἕτερον ἦν τὸ ἐν τοῖς εἰρημένοις προηγουμένως κατασκευαζόμενον·
νῦν δὲ προσεχῶς περὶ αὐτοῦ τούτου
ἐροῦμεν ἀπ᾿ αὐτῶν τῶν φαινομένων ὁρμώμενοι.</p></div><div type="textpart" subtype="paragraph" n="3"><p>Ἐπεδείχθη ἐν τῷ πρώτῳ τῶν σχολικῶν, ὅτι ἡ γῆ <lb n="20"/>
σημείου λόγον ἐπέχουσα οὐδεμίαν ἀποκρύπτει τῶν
τριακοσίων ἑξήκοντα μοιρῶν, ἀλλ᾿ οὐδὲ πολλοστὸν μοίρας,
ἐπεί γε ἀκριβῶς αἱ ὀγδοήκοντα καὶ ἑκατὸν μοῖραι
ὑπὲρ γῆς ἀεὶ δείκνυνται καὶ τὰ ἓξ ζῴδια καὶ τὸ τοῦ
ἰσημερινοῦ ἥμισυ, ὡς ἐκ τῶν ἰσημεριῶν δείκνυται <lb n="25"/>
τοῦτο. Ἐπεὶ οὖν ἡ γῆ μὲν οὐδὲ πολλοστὸν ἀποκρύπτει
<note type="footnote">2 φιλοσοφίας σου M. οἴσῃ M. 3 φιλονίδα M. Φιλω-
νίδαν N. 5 μετὰ om. M. 9 μετέστη τι M. 11 lnscr. cap
om. M N. 13 ὅτι μὲν ποδ. M. μηδὲ N edd. 15 παρα-</note>

<pb n="170"/>
μοίρας, ὁ δὲ ἥλιος ὀλίγου δεῖν ἡμιμοιριαῖον ἐπέχει
μέγεθος, μείζων ἂν εἴη τῆς γῆς.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Ἔτι τοίνυν ἂν ὑποθώμεθα ἰσομέγεθές τι τῇ γῇ
ἀνατέλλον ἢ καταδυόμενον, οὐδένα χρόνον ἐφέξει ἐπὶ
τοῦ ὁρίζοντος. Ὥσπερ γὰρ μεσαιτάτη κειμένη ἡ γῆ <lb n="5"/>
οὐδὲ πολλοστὸν ἀποκρύπτει μοίρας, οὕτως οὐδὲ ἰσομέγεθές
τι αὐτῇ ἀνίσχον ἢ καταδυόμενον χρόνον τινὰ
ἐφέξει ἐπὶ τοῦ ὁρίζοντος. Ὁ δέ γε ἥλιος συχνῷ διαστήματι
χρόνου καὶ ἀνατέλλει καὶ καταδύεται, ὥστε
μείζων ἂν εἴη τῆς γῆς.</p><lb n="10"/></div></div></div></div></body></text></TEI>