<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="paragraph" n="18"><p>Καὶ ἡ τοιαύτη ἔφοδος μάλιστα ἐκφαίνει τὸ ἀξίωμα
τοῦ κατʼ αὐτὸν μεγέθους. Ἡ Συήνη ὑπὸ τῷ καρκίνῳ
κεῖται. Ὁπόταν οὖν ὁ ἥλιος ἐν τούτῳ γενόμενος τῷ
ζῳδίῳ κατὰ ἀτρεκῆ μεσημβρίαν στῇ, ἄσκια γίνεται τὰ <lb n="25"/>
φωτιζόμενα ὑπʼ αὐτοῦ ἐν τῇδε τῇ χώρᾳ ἐπὶ σταδίους
τριακοσίους τὴν διάμετρον. Ὧν οὕτως ἐν τοῖς φαινομένοις
ἐχόντων ὁ Ποσειδώνιος ὑποθέμενος μυριοπλασίονα
<note type="footnote">1 ὁ κῶνος ἀπὸ M. 4 Ὑποθώμεθα τοίνυν N edd. 7
ἀπερχόμεναι αἱ ἀκτ. πρὸς αὐτὸν ἀπὸ τῶν ὀμμάτων διπλασίους
Μ. ἀποχεόμεναι N. 10 διπλασίαν M. 11 ἡ δὲ αὕτη M.</note>

<pb n="146"/>
εἶναι τὸν ἡλιακὸν κύκλον τοῦ τῆς γῆς κύκλου,
ἀπὸ τούτου ὁρμιώμενος δείκνυσιν, ὅτι μυριάδων τριακοσίων
εἶναι δεῖ τὴν τοῦ ἡλίου διάμετρον. Εἰ γὰρ ὁ
<add cause="omitted">ἡλιακὸς</add> κύκλος τοῦ <add cause="omitted">τῆς γῆς</add> κύκλου μυριοπλασίων,
<milestone unit="80"/> καὶ τὸ τμῆμα τοῦ <del>ἡλιακοῦ</del> κύκλου, ὅπερ ἐπέχει τὸ τοῦ <lb n="5"/>
ἡλίου μέγεθος, μυριοπλάσιον εἶναι δεῖ τούτου τοῦ τμήματος
τῆς γῆς, ὅπερ ὁ ἥλιος κατὰ κορυφὴν ὑπερκείμενος
ἄσκιον παρέχεται. Ἐπεὶ οὖν τοῦτο ἐπὶ τριακοσίους
τὴν διάμετρον ἐκτέταται σταδίους, τριακοσίων εἶναι
μυριάδων δεῖ, ὅπερ ἐπέχει ὁ ἥλιος ἑκάστοτε τοῦ οἰκείου <lb n="10"/>
κύκλου. Ἀλλὰ ταῦτα μὲν κατὰ τοιαύτην ὑπόθεσιν
εἴληπται· καὶ πιθανὸν μέν, μὴ ἐλάττονα ἢ μυριοπλασίονα
εἶναι τὸν ἡλιακὸν κύκλον τοῦ τῆς γῆς κύκλου
σημείου γε λόγον τῆς γῆς πρὸς αὐτὸν ἐχούσης· ἐνδέχεται
δὲ καὶ μείζονα αὐτὸν ὄντα ἢ πάλιν μείονα ἡμᾶς <lb n="15"/>
ἀγνοεῖν.</p></div><div type="textpart" subtype="paragraph" n="19"><p>Ἡ οὖν τοιαύτη ἔφοδος ἐναργεστέρου τινὸς μᾶλλον
ἔχεσθαι δοκεῖ. Λέγεται ἡ σελήνη δὶς καταμετρεῖν τὴν
σκιὰν τῆς γῆς ἐν ταῖς εἰλικρινέσι τῶν ἐκλείψεων. Ὅσῳ
γὰρ εἰσέρχεται εἰς τὴν σκιὰν χρόνῳ, τοσούτῳ καὶ ὑπὸ <lb n="20"/>
τῆς σκιᾶς ἄλλῳ κρύπτεται, ὡς τρεῖς χρόνους ἴσους
γίνεσθαι, ἕνα μέν, ἐν ᾧ εἰσέρχεται, δεύτερον δέ, ἐν ᾧ
κρύπτεται, τρίτον δέ, ἐν ᾧ ἐξέρχεται τῆς σκιᾶς τὴν
πρώτην ἴτυν μετὰ τὸν δεύτερον χρόνον εὐθὺς ὑποδείξασα.
Ἐπεὶ οὖν δὶς καταμετρεῖται ἡ σκιὰ τῆς γῆς ὑπὸ <lb n="25"/>
τοῦ σεληνιακοῦ μεγέθους, δοκεῖ πιθανὸν εἶναι, διπλασίονα
εἶναι τὴν γῆν τῆς σελήνης. Ἐπεὶ οὖν ἡ γῆ
πέντε καὶ εἴκοσι μυριάδων σταδίων κατὰ τὴν Ἐρατοσθένους
<note type="footnote">4 ἡλιακὸς et τῆς γῆς addit Ma. 5 ἡλιακοῦ om. M. ὅπερ
ἔχει τοῦ ἡλιακοῦ τμήματος τὸ μέγεθος M. 7 κατὰ κορυφῆς
MN. 9 σταδ. τὴν διάμ. ἐκτέταται N. σταδ. ἐκτ. τὴν διάμ.,
</note>

<pb n="148"/>
ἔφοδον τὸν μέγιστον ἔχει κύκλον, δεῖ τὴν
<milestone unit="81"/> διάμετρον αὐτῆς πλέον ἢ μυριάδων ὀκτὼ εἶναι. Ἡ οὖν
τῆς σελήνης διάμετρος γενήσεται μυριάδων τεσσάρων.
Ἐπεὶ οὖν ἑπτακοσιοστὸν καὶ πεντηκοστὸν μέρος καὶ ἡ
σελήνη τοῦ οἰκείου κύκλου ἐστὶ παραπλησίως τῷ ἡλίῳ, <lb n="5"/>
τούτου ἐκ τῶν ὑδρολογίων κατασκευαζομένου, ἕκτον
γίνεται τοῦ κύκλου μέρος αὐτῆς τὸ ἀπὸ τῆς γῆς διῆκον
πρὸς τὸ ὕψος αὐτῆς διάστημα· ἐστὶν ἄρα τοῦτο
ρκε΄ σεληνιακῶν μεγεθῶν· ἀλλὰ καὶ ἕκαστον αὐτῶν τεσσάρων
μυριάδων ἔχει τὴν διάμετρον· γίνονται οὖν <lb n="10"/>
μυριάδες σταδίων πεντακόσιαι κατά γε τὴν ἔφοδον
ταύτην πρὸς τὸ σεληνιακὸν ὕψος. Πάλιν κατὰ λόγον
ἁπλούστερον ὑποτιθεμένης τῆς προαιρετικῆς τῶν πλανήτων
κινήσεως ἰσοταχοῦς εἶναι, ἐπειδὴ ἡ μὲν σελήνη
ἑπτὰ καὶ εἴκοσιν ἡμέραις καὶ ἡμίσει διέρχεται τὸν <lb n="15"/>
οἰκεῖον κύκλον, ὁ δὲ ἥλιος ἐνιαυσιαίαν ἔχει τὴν περίοδον,
δεῖ τρισκαιδεκαπλασίονα εἶναι τὸν ἡλιακὸν κύκλον
τοῦ σεληνιακοῦ· ὥστε καὶ ὁ ἥλιος τῆς σελήνης
τρισκαιδεκαπλασίων γενήσεται, ἐπεὶ ἑκάτερος αὐτῶν
τοῦ οἰκείου κύκλου ἑπτακοσιοστὸν καὶ πεντηκοστὸν γίνεται <lb n="20"/>
μέρος. Εὑρίσκεται οὖν κατὰ τὰς τοιαύτας τῶν
ὑποθέσεων ἡ διάμετρος τοῦ ἡλίου μυριάδων β΄ καὶ ν΄
τοῦ δὲ κύκλου αὐτοῦ παραπλησίως τῷ ζῳδιακῷ εἰς
δώδεκα τεμνομένου ἔκαστον τῶν δωδεκατημορίων γενήσεται
σταδίων μυριάδων τρισχιλίων διακοσίων πεντήκοντα· <lb n="25"/>
<milestone unit="82"/> δύο δὲ δωδεκατημορίων τὸ ἀπὸ τῆς γῆς πρὸς
αὐτόν ἐστι διάστημα. Ὡς καὶ Ἄρατος ἐπὶ τοῦ ζῳδιακοῦ
φησι λέγων οὕτως·
<note type="footnote">2 ὀκτὼ μυρ. N edd. 4 μέρος τοῦ οἰκείου κύκλ. καὶ ἡ
σελ. N. 6 ἕκτον δὲ γίνεται M N edd. 8 ὕψος διάστημα
αὐτοῦ M. 11 γε om. N. 13 σεληνιακῆς pro προαιρ. M.
</note>

<pb n="150"/>
<lg><l>Ὅσσον δʼ ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγή,</l><l>Ἑξάκις ἂν τόσσʼ ἧμιν ὑποδράμοι· αὐτὰρ ἑκάστη</l><l>Ἴση μετρηθεῖσα δύω περιτέλλεται ἄστρα.</l></lg>
Ἄστρα δὲ ἄρτι κέκληκε τὰ δύο δωδεκατημόρια τοῦ ζῳδιακοῦ.
Καὶ μηνύει διὰ τῶν εἰρημένων ἐπῶν, ὅτι τὸ <lb n="5"/>
ἀπὸ τῆς γῆς διάστημα πρὸς αὐτὸν ἕκτον τοῦ ὅλου
κύκλου γίνεται· τρίτον μὲν γὰρ ἡ ὅλη διάμετρος αὐτοῦ
γίνεται, ἕκτον δὲ τὸ ἀπὸ παντὸς μέρους τῆς γῆς
διῆκον πρὸς αὐτόν, ἐπειδὴ ὁ κύκλος κέντρον ἔχει τὴν
γῆν μεσαιτάτην αὐτοῦ κειμένην. Εὑρισκομένου οὖν <lb n="10"/>
τοῦ ἡλιακοῦ κύκλου κατὰ τὴν ἔφοδον ταύτην σταδίων
μυριάδων τρισμυρίων καὶ ἐνακισχιλίων, ἕκαστον αὐτοῦ
τῶν δωδεκατημορίων γίνεται μυριάδων <del>, καθάπερ
ἤδη ἔφαμεν,</del> τρισχιλίων διακοσίων πεντήκοντα. Ἐὰν
οὖν καὶ ταῦτα εἰς τριάκοντα μοίρας διαιρεθῇ παραπλησίως <lb n="15"/>
τοῖς τοῦ ζῳδιακοῦ δωδεκατημορίοις, ἑκάστη
γενήσεται μοῖρα μυριάδων ρη΄ τρίτου. Τὰ μὲν οὖν
ἡμιμοίρια τοῦ ὅλου κύκλου ἑπτακόσια εἴκοσιν· ὁ δὲ
ἥλιος ἑπτακοσιοστὸν καὶ πεντηκοστὸν μέρος αὐτοῦ,
ὥστε ἐλάττων ἡμιμοιρίου. Εἰκότως οὖν τοῦ ἡμιμοιρίου <lb n="20"/>
μυριάδων ὄντος πεντήκοντα τεσσάρων ἕκτου αὐτὸς
δύο καὶ πεντήκοντα μυριάδων τὴν διάμετρον ἔχων
εὑρίσκεται κατὰ τὰς ὑποκειμένας τῶν ὑποθέσεων.</p></div><div type="textpart" subtype="paragraph" n="20"><p>Οὐ μὴν πιθανόν γε εἶναι δοκεῖ ἰσοταχεῖς εἶναι
<milestone unit="83"/> τοὺς πλάνητας κατὰ τὴν προαιρετικὴν πορείαν, ἀλλὰ <lb n="25"/>
καὶ ὠκυτέραν εἶναι τὴν τῶν ὑψηλοτέρων ἅτε λεπτοτέρου
πυρὸς ὄντων. Πῶς γὰρ οὐκ ἀδύνατον, τὴν
σελήνην ἀερομιγὲς ἔχουσαν τὸ οἰκεῖον σῶμα ἰσοταχῆ
<note type="footnote">2 ὑποδράμη M. ὑπεκδράμοι (ultima in rasura) N. 3 με-
τρηθεια N. σ adscripsit manus rec. δύο M. 4 δύο om. M.
7 ὅλη ἡ διάμ. M. 9 ἐπὶ δὲ κέντρον pro ἐπειδὴ ὁ κ. κ. M.</note>

<pb n="152"/>
τὴν προαιρετικὴν πορείαν ἔχειν τοῖς ἐκ λεπτοῦ καὶ
κουφοτάτου πυρὸς ὑφεστῶσιν; Ὅθεν ἄλλοι ἄλλο μέγεθος
περὶ τὸν ἥλιον εἶναι ἀπεφήναντο, οὐδεὶς μέντοι
τῶν φυσικῶν καὶ ἀστρολόγων μείονα τῆς προειρημένης
τὴν διάμετρον ἔχειν αὐτὸν ἀπεφήνατο. Τὸν δὲ Ἵππαρχόν <lb n="5"/>
φασι καὶ χιλιοκαιπεντηκονταπλασίονα τῆς γῆς
ὄντα αὐτὸν ἐπιδεικνύναι. Πῶς ἂν οὖν ποδιαῖος εἴη
κατὰ πᾶσαν ἔφοδον σχεδὸν ἐμμεθόδως γινομένην ἀπειρομεγέθης
εὑρισκόμενος; Ἑκατὸν τοίνυν καὶ εἴκοσι
πέντε ἡλιακῶν μεγεθῶν ἀπὸ τοῦ ὕψους αὐτοῦ ἐπὶ τὴν <lb n="10"/>
γῆν εἶναι ὀφειλόντων, ἂν ποδιαῖος καὶ τηλικοῦτος,
ἡλίκος φαίνεται, δεήσει εἴκοσι πέντε καὶ ἑκατὸν ποδῶν
εἶναι τὸ πρὸς αὐτὸν διάστημα· ὥστε πολὺ ὑποκάτω
τῶν ὑψηλοτάτων ὀρῶν γενήσεται ἐνίων γε καὶ
ὑπὲρ δέκα στάδια τὴν κάθετον ἐχόντων. Καὶ οὕτως <lb n="15"/>
εὑρίσκεται κατὰ τὴν δόξαν αὐτῶν τοῦτο τὸ ὕψος, πρὸς
ὃ ἡ γῆ στιγμιαία ἐστὶ πέντε καὶ εἴκοσι μυριάδων οὖσα,
ἑκατὸν εἴκοσι πέντε πόδας ἀπέχον τῆς γῆς. Ταῦτα
γὰρ ἀκολουθεῖ τῇ δόξῃ τῆς ἱερᾶς κεφαλῆς τῆς μόνης
τὴν ἀλήθειαν εὑρούσης. Περὶ δὲ τοῦ κατὰ τὴν σελήνην <lb n="20"/>
ὕψους τί ἄν τις καὶ φαίη; Εἰ γὰρ ὁ ἥλιος ἑκατὸν
<milestone unit="84"/> εἴκοσι πέντε πόδας ἀφέστηκεν ἡμῶν καὶ κατὰ πολὺ
τῶν ὀρῶν ταπεινότερός ἐστι, πόσον δεῖ τῆς γῆς ἀφεστάναι
τὴν σελήνην, ἧς ὁ κύκλος ἐλαχίστῳ λόγῳ τρισκαιδέκατον
γίνεται τοῦ ἡλιακοῦ κύκλου;</p><lb n="25"/></div><div type="textpart" subtype="paragraph" n="21"><p>Ἀλλʼ εἰ καὶ μὴ τούτοις ἐπιστῆσαι οἷός τ᾿ ἐγένετο
μηδʼ ἀνευρεῖν ταῦτα, ὧν μείζων ἡ ζήτησις ἦν ἀνθρώπου
ἡδονὴν τετιμηκότος, αὐτῇ γε τῇ δυνάμει τοῦ ἡλίου
<note type="footnote">1 εἰς λεπτοῦ καὶ λεπτοτάτου M. 3 ἀπεφ. εἶναι M. 4
τε καὶ N edd. μείονα (τῆς πρὸς) τὴν διάμ M. 5 δʼ Ἵππ. N.
6 φασι om. M. εἶναι τῆς γῆς αὐτὸν N. 7 ἂν om. M.</note>

<pb n="154"/>
ἐπιστῆσαι αὐτὸν ἐχρῆν καὶ πρῶτον μὲν ἐνθυμηθῆναι,
διότι πάντα τὸν κόσμον φωτίζει σχεδὸν ἀπειρομεγέθη
ὄντα, ἔπειτα, ὅτι οὕτω διακαίει τὴν γῆν, ὡς ἔνια μέρη
αὐτῆς ὑπὸ φλογμοῦ ἀοίκητα εἶναι, καὶ ὑπὸ πολλῆς τῆς
δυνάμεως αὐτὸς ἔμπνουν παρέχεται τὴν γῆν, ὡς καὶ <lb n="5"/>
καρποφορεῖν αὐτὴν καὶ ζῳογονεῖν· καὶ ὅτι αὐτός ἐστιν
αἴτιος τοῦ καὶ τὰ ζῷα ὑφεστάναι καὶ τοὺς καρποὺς
τρέφεσθαι καὶ αὔξεσθαι καὶ τελεσφορεῖσθαι· καὶ διότι
μὴ μόνον τὰς ἡμέρας καὶ νύκτας, ἀλλὰ καὶ θέρος καὶ
χειμῶνα καὶ τὰς ἄλλας ὥρας αὐτός ἐστιν ὁ ποιῶν, καὶ <lb n="10"/>
μὴν καὶ τοῦ μέλανας εἶναι καὶ λευκοὺς ἀνθρώπους
καὶ ξανθοὺς καὶ κατὰ τὰς ἄλλας ἰδέας διαφέροντας
αὐτὸς αἴτιος γίνεται παρὰ τὸ πῶς ἀποπέμπειν τὰς
ἀκτῖνας ἐπὶ τὰ κλίματα τῆς γῆς· καὶ ὅτι οὐκ ἄλλη
τις εἰ μὴ ἡ τοῦ ἡλίου δύναμις τούς μὲν καθύγρους <lb n="15"/>
καὶ πληθύνοντας ποταμοῖς παρέχεται τῶν ἐπὶ γῆς τόπων,
τοὺς δὲ ξηροὺς καὶ ἀνύδρους, καὶ τοὺς μὲν
ἀκάρπους, τοὺς δὲ καρποφορεῖν ἱκανούς, καὶ τοὺς μὲν
<milestone unit="85"/> δριμεῖς καὶ δυσώδεις, ὡς τοὺς τῶν Ἰχθυοφάγων, τοὺς
δὲ εὐώδεις καὶ ἀρωματοφόρους, ὡς τοὺς περὶ τὴν <lb n="20"/>
Ἀραβίαν, καὶ τοὺς μὲν τοιούσδε καρπούς, τοὺς δὲ
τοιούσδε ἐκφέρειν δυναμένους.</p></div><div type="textpart" subtype="paragraph" n="22"><p>Καὶ καθόλου σχεδὸν ἀπάσης τῆς περὶ τὰ ἐπίγεια
διαφορᾶς αὐτός ἐστιν αἴτιος πολλὴν τὴν παραλλαγὴν
κατʼ ἔνια τῶν κλιμάτων τῆς γῆς ἐχούσης. Πάρεστι <lb n="25"/>
γοῦν καταμανθάνειν τὴν διαφορὰν τῶν περὶ τὴν Λιβύην
ἱστορουμένων καὶ τὴν Σκυθικὴν χώραν καὶ τὴν
Μαιῶτιν λίμνην, καὶ ζῴων καὶ καρπῶν καὶ πάντων
ἁπλῶς πάμπολυ ἐξηλλαγμένων καὶ τῶν κατὰ τὸν ἀέρα
<note type="footnote">1 ἐχρῆν αὐτὸν M. 4 πολλῆς δυνάμ. N edd. 7 ὁ αἴτιος
N edd. 8 τελεσφορεῖν M N edd. 11 τοῦ μέλ. ἀνθρ. εἶναι</note>

<pb n="156"/>
κράσεων καὶ διαφορῶν· καὶ λοιπὸν τὰς ἐν πάσῃ τῇ
Ἀσίᾳ καὶ Εὐρώπῃ θεωρουμένας διαφορὰς καὶ πηγῶν
καὶ καρπῶν καὶ ζῴων καὶ μετάλλων καὶ ὑδάτων θερμῶν
καὶ ἀέρων παντοδαπῶν ἰδέας, ψυχροτάτων, φλογωδεστάτων,
εὐκράτων, λεπτῶν, παχέων, ὑγρῶν, ξηρῶν· <lb n="5"/>
καὶ λοιπὸν ὅσαι ἕτεραι παῤ ἑκάστοις διαφοραὶ καὶ
ἰδιότητες θεωροῦνται, τούτων πάντων ἡ τοῦ ἡλίου δύναμις
αἰτία ἐστί.</p></div></div></div></div></body></text></TEI>