<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="paragraph" n="15"><p>Καὶ τὸ ἐν Συήνῃ δὲ ἄσκια τὰ φωτιζόμενα γίνεσθαι,
περὶ καρκίνον γενομένου τοῦ ἡλίου, περὶ μεσημβρίαν
ἀτρεκῆ ἐπὶ τριακοσίους τὴν διάμετρον σταδίους μηνύει
σαφῶς, ὅτι μή ἐστι ποδιαῖος ὁ ἥλιος. Οὐδὲν δʼ <lb n="10"/>
ἂν τούτων συνέβαινεν, εἰ ποδιαῖος ἦν.</p></div><div type="textpart" subtype="paragraph" n="16"><p>Σημειοῦται δὲ καὶ ἀπὸ τῶν σκιῶν, μὴ εἶναι ποδιαῖον
τὸν ἥλιον. Ὁπότον μὲν γὰρ τὴν ἴτυν ἐκφάνῃ
τοῦ ὁρίζοντος, μήκισται ἀποπέμπονται αἱ σκιαί, ὁπόταν
δὲ ὑπὲρ τὸν ὁρίζοντα γένηται, εἰς πολὺ βραχύτερον <lb n="15"/>
συνάγονται μέγεθος, οὐκ ἂν τούτου συμβαίνοντος, εἰ
μὴ ὑψηλότεραι πάντων τῶν ἐπὶ γῆς σωμάτων αἱ ἀκτῖνες
αὐτοῦ ἐγίνοντο· ὅπερ οὐκ ἂν ποδιαίου αὐτοῦ ὄν
<milestone unit="77"/> τος συνέβαινε. Μείζονα ἄρα καὶ τῶν ὑψηλοτάτων
ὁρῶν τὴν διάμετρον ἔχει, ὑψηλοτέρας τε τῶν ἀκρωρειῶν <lb n="20"/>
καὶ ἐξ ὑπερτέρου ἀποπέμπων τὰς ἀκτῖνας, ἐπειδὰν
ὅλος ἐκφανῇ τοῦ ὁρίζοντος.</p></div><div type="textpart" subtype="paragraph" n="17"><p>Καὶ ἀπὸ τοιαύτης δὲ ἐφόδου δείκνυται ἀπʼ αὐτῶν
τῶν φαινομένων προϊούσης, οὐ μόνον ὅτι μή ἐστι ποδιαῖος
ὁ ἥλιος, ἀλλὰ καὶ ὅτι ὑπερφυεῖ κέχρηται τῷ <lb n="25"/>
μεγέθει. Ὁπόταν γὰρ κατὰ κορυφὴν ὄρους ἀνίσχῃ ἢ
δύηται, ὁρᾶται ἡ ἴτυς αὐτοῦ τοῖς ἐπὶ πλέον τῆς κορυφῆς
ἀφεστῶσιν ἑκατέρωθεν θεωρουμένη τῆς κορυφῆς.
Τοῦτο δʼ οὐκ ἂν ἐγίνετο, εἰ μὴ μείζων ἦν ἡ
<note type="footnote">2 τὴν διάμ. ἔχει N. 3 πρ. αὐτὸν ὁρ. addit Ma. 7 φαφω-
τισμένα M. 9 ἀτρικῆ M. 10 διότι N. δʼ ἂν om. M. 11 τοῦτο N.</note>

<pb n="142"/>
διάμετρος τοῦ ἡλίου τῆς ἐπιπροσθούσης αὐτῷ κορυφῆς·
ὥστʼ ἄν αὕτη σταδιαία ᾖ, μείζονα δεήσει σταδιαίας
εἶναι τὴν τοῦ ἡλίου διάμετρον. Τοῦτο δʼ οὐ μόνον
ἐπὶ κορυφῆς, ἀλλὰ καὶ ἐπὶ τῶν μεγίστων νήσων ἐν
τοῖς φαινομένοις λέγεται θεωρεῖσθαι. Ὁπόταν γὰρ ἐν <lb n="5"/>
ὕψει μάλιστα κειμένη ἡ ὄψις ἡμῶν ἐκ πολλοῦ διαστήματος
ἐπιβάλλῃ τινὶ τῶν μεγίστων νήσων, οὕτω βραχεῖα
φαντάζεται, ὥστε καὶ ἐπὶ τούτων ὁ ἥλιος, ὁπόταν
κατʼ αὐτὰς ἀνατέλλῃ ἢ καταδύηται, ἑκατέρωθεν αὐτοῦ
ἡ ἴτυς ἐκφαίνεται. Καὶ δῆλον ἐκ τούτου γίνεται, ὅτι <lb n="10"/>
ἡ διάμετρος ἡ τοῦ ἡλίου μείζων ἐστὶ καὶ τοῦ μήκους
τῶν μεγίστων νήσω. Τούτου δʼ ἐξ αὐτῶν τῶν φαινομένων
λαμβανομένου ἑξῆς ἐπιδείκνυται, διότι σχεδὸν
<milestone unit="78"/> ἀπείρῳ μείζονα εἶναι ἀναγκαῖον τὴν διάμετρον τοῦ
ἡλίου τῶν περὶ τὰς μεγίστας νήσους διαμέτρων. Ἡ δὲ <lb n="15"/>
ἔφοδος, διʼ ἧς τοῦτο κατασκευάζεται, ὧδε ἔχει. Ἂν
τρίγωνον ἰσοσκελὲς σταδιαίαν, φέρε εἰπεῖν, ἔχον τὴν
βάσιν, καὶ προσεκβληθῶσιν ἴσαι πλευραὶ ταῖς τὴν σταδιαίαν
βάσιν περιεχούσαις, ἔστι διπλασίων ἡ τοῦδε
τοῦ τριγώνου βάσις τῆς σταδιαίας. Καὶ λοιπὸν ἂν <lb n="20"/>
πάλιν ταῖς ὅλαις πλευραῖς ἴσας προσεκβάλωμεν, τετραπλασίων
ἡ βάσις γενήσεται τῆς βάσεως τοῦ πρώτου
ὑποτεθέντος τριγώνου· καὶ λοιπὸν ἡ αὐτὴ ἀναλογία
μέχρις ἀπείρου πρόεισιν. Ἔστω τοίνυν ὁρᾶν ἡμᾶς ἐκ
πάνυ πολλοῦ διαστήματος μίαν τῶν μεγίστων νήσων, <lb n="25"/>
ἀνίσχοντος ἢ καταδυομένου τοῦ ἡλίου κατʼ αὐτὴν καὶ
ἑκατέρωθεν τὴν ἴτυν ἐκφαίνοντος, μέσης τῆς νήσου
ἡμῶν τε καὶ τοῦ ἡλίου κειμένης. Ἐὰν τοίνυν ἡ ὄψις
<note type="footnote">1 κορυφῆς τοῦ ὄρους N. 4 κορυφῆς ὄρους N. 8 καὶ
om. M. 9 ἀνατέλλῃ κατʼ αὐτὰς M. 10—11 δῆλον — μήκους
om. M. 14 ἀπειρωμείζονα M. ἀπειρομείζονα N. cf. Kontos,</note>

<pb n="144"/>
ἡμῶν περιλαμβάνῃ τὴν νῆσον, βάσιν ἕξει ὁ κῶνος ὁ
ἀπὸ τῆς ὄψεως τὴν διάμετρον τῆς νήσου. Οὐκοῦν ἂν
χιλίων σταδίων ἡ διάμετρος αὐτῆς, ἔσται καὶ ἡ τοῦ
κώνου βάσις τοῦ αὐτοῦ μεγέθους. Καὶ ὑποθώμεθα
τὸν ἥλιον τοσοῦτον ἀφεστάναι τῆς νήσου, ὅσον καὶ <lb n="5"/>
ἡμῶν ἡ νῆσος ἀπέχει. Ἐπεὶ οὖν ἑκατέρωθεν τῆς νήσου
ἡ ἴτυς αὐτοῦ ἐκφαίνεται, αἱ ἀκτῖνες αἱ ἀπερχόμεναι
ἀπὸ τῶν ὀμμάτων πρὸς αὐτὸν διπλασίους εἰσὶ
<milestone unit="79"/> τῶν τῇ νήσῳ πελαζουσῶν, ὥστε καὶ ἡ βάσις ἡ τοῦδε
τοῦ τριγώνου διπλασίων γενήσεται τῆς περὶ τὴν νῆσον <lb n="10"/>
διαμέτρου· εἰ δὲ αὕτη χιλίων, ἡ διάμετρος τοῦ
ἡλίου δισχιλίων· αὕτη γὰρ βάσις ἐστὶ τοῦ μείζονος
τριγώνου. Τοσοῦτον μὲν οὖν ἀφεστῶτος τοῦ ἡλίου
τῆς νήσου, ὅσον καὶ ἡμεῖς κατὰ τὸ ἀντικρὺ ἀφεστήκαμεν
αὐτῆς, δισχιλίων γενήσεται σταδίων ἡ τοῦ ἡλίου <lb n="15"/>
διάμετρος. Οὐκ ὄντος δʼ ἴσου τοῦ ἀποστήματος, ἀλλʼ
ἡμῶν μὲν ὀλίγον ἀφεστώτων τῆς νήσου, τοῦ δʼ ἡλίου
ἀπειράκις πλειόνως ἢ ἡμεῖς ἀφεστήκαμεν, ἀπειράκις
σχεδὸν καὶ ἡ τοῦ ἡλίου διάμετρος μείζων γενήσεται τῆς
περὶ τὴν νῆσον διαμέτρου. Πῶς ἂν οὖν ἐπὶ τοσοῦτον <lb n="20"/>
ἐκτεταμένος ποδιαῖος εἴη τὸ μέγεθος;</p></div><div type="textpart" subtype="paragraph" n="18"><p>Καὶ ἡ τοιαύτη ἔφοδος μάλιστα ἐκφαίνει τὸ ἀξίωμα
τοῦ κατʼ αὐτὸν μεγέθους. Ἡ Συήνη ὑπὸ τῷ καρκίνῳ
κεῖται. Ὁπόταν οὖν ὁ ἥλιος ἐν τούτῳ γενόμενος τῷ
ζῳδίῳ κατὰ ἀτρεκῆ μεσημβρίαν στῇ, ἄσκια γίνεται τὰ <lb n="25"/>
φωτιζόμενα ὑπʼ αὐτοῦ ἐν τῇδε τῇ χώρᾳ ἐπὶ σταδίους
τριακοσίους τὴν διάμετρον. Ὧν οὕτως ἐν τοῖς φαινομένοις
ἐχόντων ὁ Ποσειδώνιος ὑποθέμενος μυριοπλασίονα
<note type="footnote">1 ὁ κῶνος ἀπὸ M. 4 Ὑποθώμεθα τοίνυν N edd. 7
ἀπερχόμεναι αἱ ἀκτ. πρὸς αὐτὸν ἀπὸ τῶν ὀμμάτων διπλασίους
Μ. ἀποχεόμεναι N. 10 διπλασίαν M. 11 ἡ δὲ αὕτη M.</note>

<pb n="146"/>
εἶναι τὸν ἡλιακὸν κύκλον τοῦ τῆς γῆς κύκλου,
ἀπὸ τούτου ὁρμιώμενος δείκνυσιν, ὅτι μυριάδων τριακοσίων
εἶναι δεῖ τὴν τοῦ ἡλίου διάμετρον. Εἰ γὰρ ὁ
<add cause="omitted">ἡλιακὸς</add> κύκλος τοῦ <add cause="omitted">τῆς γῆς</add> κύκλου μυριοπλασίων,
<milestone unit="80"/> καὶ τὸ τμῆμα τοῦ <del>ἡλιακοῦ</del> κύκλου, ὅπερ ἐπέχει τὸ τοῦ <lb n="5"/>
ἡλίου μέγεθος, μυριοπλάσιον εἶναι δεῖ τούτου τοῦ τμήματος
τῆς γῆς, ὅπερ ὁ ἥλιος κατὰ κορυφὴν ὑπερκείμενος
ἄσκιον παρέχεται. Ἐπεὶ οὖν τοῦτο ἐπὶ τριακοσίους
τὴν διάμετρον ἐκτέταται σταδίους, τριακοσίων εἶναι
μυριάδων δεῖ, ὅπερ ἐπέχει ὁ ἥλιος ἑκάστοτε τοῦ οἰκείου <lb n="10"/>
κύκλου. Ἀλλὰ ταῦτα μὲν κατὰ τοιαύτην ὑπόθεσιν
εἴληπται· καὶ πιθανὸν μέν, μὴ ἐλάττονα ἢ μυριοπλασίονα
εἶναι τὸν ἡλιακὸν κύκλον τοῦ τῆς γῆς κύκλου
σημείου γε λόγον τῆς γῆς πρὸς αὐτὸν ἐχούσης· ἐνδέχεται
δὲ καὶ μείζονα αὐτὸν ὄντα ἢ πάλιν μείονα ἡμᾶς <lb n="15"/>
ἀγνοεῖν.</p></div></div></div></div></body></text></TEI>