<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="paragraph" n="11"><p>Σαφέστατα δὲ ἐλέγχεται τὸ ἄγαν ἀνόητον τοῦ λόγου
<note type="footnote">1 εἶναι pro ἐστι N. 2 οὐδʼ ἄρα N edd. 3 ἐστιν om.
M. ἡλίκος in marg. M. 7 τοῦτο om. M. 8 ὥστʼ οὐδʼ N.</note>

<pb n="134"/>
αὐτῶν καὶ ἀπὸ τῶν οὕτως ἐπικεχειρημένων. Εί ἐπινοήσαιμεν
<milestone unit="73"/> ἵππον ἀφιέμενον ἐν πεδινῇ χώρᾳ τρέχειν
ἅμα τῷ τὴν ἴτυν τοῦ ὁρίζοντος ἐκφῆναι τὸν ἥλιον,
μέχρις ὅτου πᾶς ἐκφανῇ, σχεδὸν εὔδηλόν ἐστι στοχαζομένοις,
ὡς οὐ μεῖον ἂν σταδίων δέκα προέλθοι, ὄρνις <lb n="5"/>
δὲ ὠκύτατος πολλαπλάσιον ἵππου, βέλος δὲ τῇ ὀξυτάτῃ
ῥύμῃ κεχρημένον πολὺ πλεῖον ὄρνιθος, ὡς μὴ
ἂν μείους διακοσίων ἀνύσαι σταδίων ἐν τοσούτῳ χρόνου
διαστήματι. Ἂν τοίνυν ἵππῳ ἰσοταχῆ τὴν τοῦ
κόσμου πορείαν ὑποθώμεθα, δέκα εὑρεθείη ἂν σταδίων <lb n="10"/>
ἡ τοῦ ἡλίου διάμετρος, ἐὰν δὲ ὄρνιθι ὠκυτάτῳ,
πολὺ μείζων, ἐἀν δὲ βέλει, οὐ μείων διακοσίων σταδίων.
Κατὰ δὲ ταῦτα πάντα οὐκ ἔσται ποδιαῖος οὐδὲ
ἡλίκος φαίνεται.</p></div><div type="textpart" subtype="paragraph" n="12"><p>Ὅτι τοίνυν ἀπειράκις τοῦ βέλους ὠκυτέρα ἐστὶν ἡ <lb n="15"/>
τοῦ κόσμου φορά, ἀπὸ τῶν τοιούτων ἂν ἐφόδων ἐπινοήσαιμεν.
Ὁ Πέρσης ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευε,
λέγεται διαστῆσαι ἀνθρώπους ἀπὸ Σούσων μέχρις
Ἀθηνῶν, ὡς δύνασθαι διὰ φωνῆς δηλοῦσθαι τὰ γινόμενα
ὑπʼ αὐτοῦ ἐν Ἑλλάδι τοῖς <del>ἐν</del> Πέρσαις, διαδεχομένων <lb n="20"/>
τῶν διεστώτων τὰς παῤ ἀλλήλων φωνάς.
Καὶ ἱστορεῖται ἡ φωνὴ κατὰ τοιαύτην διαδοχὴν προιοῦσα
διὰ δύο νυχθημέρων ἀπὸ τῆς Ἑλλάδος εἰς Πέρσας
ἀφικνεῖσθαι. Εί τοίνυν τοιαύτη κίνησις ἀέρος καὶ
πληγὴ ὠκυτάτη ὑπάρχουσα ἐλάχιστον μέρος τῆς γῆς <lb n="25"/>
δυσὶ νυχθημέροις διῄει, πάρεστιν, οἶμαι, ἐννοεῖν,
ποῖόν τι τὸ τάχος τοῦ κόσμου ἐστὶ καὶ ὡς ἀπειράκις
<milestone unit="74"/> τούτου ὠκύτερον· ὅς γε νυκτὶ καὶ ἡμέρᾳ ἀπειράκις
<note type="footnote">4 ἄδηλόν ἐστι M. 6 δʼ ἔτι ὀξ. N. 7 πολὺ πλῆθος ὄρ-
νιθος M. 8 ἐν τοσούτῳ χρόνω διάστημα M. ἐν τοσούτου
χρόνου διαστήματι N. 9 ἰσοταχεῖ M. 11 ἐὰν ὄρν. N. ταχυ-</note>

<pb n="136"/>
μεῖζον διάστημα τοῦ ἀφʼ Ἑλλάδος εἰς Πέρσας διέρχεται.
Εί δὲ καὶ βέλος ἐπινοήσαιμεν διερχόμενον τὸν μέγιστον
τῆς γῆς κύκλον, οὐδʼ ἂν τρισὶ νυχθημέροις τὰς
πέντε καὶ εἴκοσι μυριάδας διέλθοι· τὸ δὲ τοῦ κόσμου
μέγεθος ἀπειράκις μεῖζον τῆς γῆς ὑπάρχον νυχθημέρῳ <lb n="5"/>
ἑνὶ διέρχεται ὁ οὐρανός. Ὥστε οὐδὲ ἐννοῆσαι τὸ τάχος
αὐτοῦ καὶ τὴν ὠκύτητα οἷόν τε οὐδὲ λόγῳ τὸ τοιοῦτον
ἑρμηνεῦσαι. Ἐμφαίνει δʼ ὁ ποιητής, ὅσον ἐστὶ τὸ
τάχος τῆς κατὰ τὸν κόσμον πορείας, διὰ τούτων·
<lg><l>Ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν </l><lb n="10"/><l>Ἥμενος ἐν σκοπιῇ, ὁρόων ἐπὶ οἴνοπα πόντον,</l><l>Τόσσον ἐπιθρώσκουσι θεῶν ὑψηχέες ἵπποι.</l></lg>
Ἀλλὰ μεγαλοφυῶς μὲν τοῦτο εἴρηται αὐτῷ καὶ κατὰ
θαυμαστὴν αὔξησιν, οὐ μόνον τῷ ἐπὶ πλεῖστον ἐξικνουμένῳ
τῆς ὄψεως ἀρκεσθέντι πρὸς τὸ δηλῶσαι τὸ <lb n="15"/>
τάχος τῆς κατʼ οὐρανὸν ὠκύτητος, ἀλλὰ καὶ ὕψος αὐτῷ
καὶ πέλαγος ὑποκείμενον προσθέντι· ἀπολείπεται δʼ
ὅμως καὶ οὗτος ὁ λόγος τοῦ ἀξίως δηλοῦν τὴν περὶ
τὸν οὐρανὸν ὠκύτητα. Ἀπεράντῳ δὲ καὶ ἀνεννοήτῳ
τῷ κατὰ τὴν ὠκύτητα τάχει κεχρημένου τοῦ κόσμου, <lb n="20"/>
<milestone unit="75"/> πῶς οὐκ ἠλίθιον ὑπολαβεῖν, ποδιαῖον αὐτοῦ μέρος τοσούτῳ
διαστήματι χρόνου ἀνέρχεσθαι;</p></div><div type="textpart" subtype="paragraph" n="13"><p>Ἐλέγχεται δὲ καὶ διὰ τῶν ὑδρολογίων τὸ εὔηθες
τοῦ λόγου. Δείκνυται γὰρ διʼ αὐτῶν, ὅτι, ἂν ᾖ ποδιαῖος
ὁ ἥλιος, δεήσει τὸν μέγιστον τοῦ οὐρανοῦ κύκλον <lb n="25"/>
ἑπτακοσίων πεντήκοντα ποδῶν εἶναι. Διὰ γὰρ
τῶν ὑδρολογίων καταμετρούμενος εὑρίσκεται μέρος
ἑπτακοσιοστὸν καὶ πεντηκοστὸν τοῦ οἰκείου κύκλου.
<note type="footnote">3 τρισὶν M. 4 τὸ δέ γε τοῦ κ. M. e Ὥστ᾿ οὐδʼ ἐνν. N.
νοῆσαι M. 7 ταχυτῆτα M. λόγου N. 8 ἐστὶ om. N.</note>

<pb n="138"/>
Ἐὰν γάρ, ἐν αὐτὸς ἀνέρχεται πᾶς ἐκ τοῦ ὁρίζοντος
ὁ ἥλιος, κύαθος, φέρε εἰπεῖν, ῥεύσῃ, τὸ ὕδωρ ἀφεθὲν
ὅλῃ τῇ ἡμέρᾳ καὶ νυκτὶ ῥεῖν εὑρίσκεται κυάθους ἔχον
ἑπτακοσίους καὶ πεντήκοντα. Λέγεται δʼ ἡ τοιαύτη
ἔφοδος ὑπὸ πρώτων τῶν Αἰγυπτίων ἐπινοηθῆναι. </p><lb n="5"/></div><div type="textpart" subtype="paragraph" n="14"><p>Ἐλέγχεται δὲ ἡ δόξα καὶ ἀπὸ τῶν πρὸς μεσημβρίαν
τετραμμένων στοῶν. Αἱ γὰρ τῶν κιόνων σκιαὶ
παράλληλοι ἀποπέμπονται· ὅπερ οὐκ ἂν ἐγίνετο, εἰ μὴ
εὐθεῖαι καὶ κατὰ κάθετον πρὸς ἕκαστον αὐτῶν αἱ
ἀκτῖνες ἀπεπέμποντο. Οὐδʼ ἂν αἱ ἀκτῖνες πάλιν κατὰ <lb n="10"/>
κάθετον ἀπεπέμποντο πρὸς ἕκαστον αὐτῶν, μὴ ὅλῃ τῇ
στοᾷ τῆς περὶ τὸν ἥλιον διαμέτρου συμπαρεκτεταμένης.
Λέγεται δʼ ὅτι καὶ τὰ ἐν πάσῃ τῇ οἰκουμένῃ ἐῤῥυμοτομημένα
ἄμφοδα πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν ἄσκια
γίνεται ἐν ταῖς ἰσημεριναῖς τοῦ ἡλίου ἀνατολαῖς, οὐδʼ <lb n="15"/>
ἂν τούτου συμβαίνοντος, εἰ μὴ πάσῃ τῇ οἰκουμένῃ
συμπαρεκτεταμένον ἦν τὸ μέγεθος τοῦ ἡλίου, τουτέστι
<milestone unit="76"/> τῷ πλάτει αὐτῆς. Πάλιν δὲ κατὰ τὴν <del>ἰσημερινὴν</del>
μεσημβρίαν πάντα περιφωτίζεται τὰ ἐν ὅλῃ τῇ οἰκουμένῃ
<add cause="omitted">ἐρρυμοτομημένα</add> ἄμφοδα <add cause="omitted">πρὸς μεσημβρίαν</add>· <lb n="20"/>
ὥστε οὐ μόνον τῷ πλάτει, ἀλλὰ καὶ τῷ μήκει τῆς
ὅλης οἰκουμένης συμπαρεκτέταται τὸ μέγεθος τοῦ ἡλίου.
Μῆκος μὲν γὰρ τῆς ὅλης οἰκουμένης τὸ ἀπὸ ἀνατολῆς
πρὸς δύσιν ἐστί, πλάτος δὲ τὸ ἀπὸ τῶν ἀρκτικῶν ἐπὶ τὰ
μεσημβρινὰ διῆκον. Ὅθεν ἀνατέλλων μὲν ἐν ἰσημερίᾳ <lb n="25"/>
ὁ ἥλιος καὶ ἄσκια ποιῶν τὰ πρὸς αὐτὸν ὁρῶντα τῶν
<note type="footnote">1 ἐν ᾧ χρόνῳ ἀνέρχ. αὐτὸς N. 3 ἔχων M. 5 μέθο-
δος N. 6 Ἔλ. δʼ ἡ τοιαύτη δόξα N. 7 Post στοῶν addit αἱ
σκιαί M. στοῶν pro κιόνων M. 8 παράλλ. om. M. 9 et 10
κατὰ κάθετον αὐτῶν πρὸς ἕκ. N. κατὰ κάθετον — ἀκτῖνες πά-
λιν om. M. 12 συμπαρεκτεινομένης M. 13 ὅτι κατὰ τὰ
ῤέρυτομένα M. 15 γίνονται M. 17 συμπαρεκτεινόμενον N.</note>

<pb n="140"/>
ἀμφόδων τῷ πλάτει τῆς ὅλης οἰκουμένης συμπαρεκτεταμένην
ἔχει τὴν διάμετρον, μεσουρανήσας δὲ καὶ πάντα
περιφωτίσας τὰ <add cause="omitted">πρὸς αὐτὸν ὁρῶντα</add> ἄμφοδα, τῷ μήκει.
Ἀλλʼ οὐ κατὰ ταὐτόν, φασί, πᾶσι μεσουρανεῖ, μόνοις
δὲ τοῖς ὑπὸ τῷ αὐτῷ μεσημβρινῷ οἰκοῦσι. Ῥητέον οὖν, <lb n="5"/>
ὅτι πλατύτερον λέγεται τὸ τοιοῦτον.</p></div></div></div></div></body></text></TEI>