<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="paragraph" n="3"><p>Ὅτι τοίνυν μή ἐστι πρὸς ἀνατολῇ, δῆλον ἐκ τούτων.
Κί γὰρ ἦν πρὸς ἀνατολῇ, ἀνίσχοντος μὲν τοῦ
ἡλίου βραχύτεραι ἂν ἐγίνοντο αἱ τῶν φωτιζομένων
σκιαί, δυομένου δὲ μείζους ἂν ἀπεπέμποντο. Πλησίον
μὲν γὰρ ὄντων τῶν φωτιζόντων, μικραὶ γίνονται <lb n="5"/>
αἱ σκιαί, ἀφισταμένων δὲ ἐπὶ πλέον, πρὸς λόγον τῆς
ἀποστάσεως μεγεθύνεσθαι εἰώθασι. Καὶ μὴν καὶ τὰ
ἀνατέλλοντα πάντα μείζονα ἐφαίνετʼ ἂν ἡμῖν πλησιαίτερον
τῆς ἀνατολῆς οὗσι, δυόμενα δὲ ἀεὶ ὡς προσωτάτω
ἀπόντα βραχύτερα. Αἵ τε πρῶται τῆς ἡμέρας <lb n="10"/>
ἕξ ὡραι βραχύταται ἄν ἐγίνοντο, ταχέως ἡμῖν κατὰ
κορυφὴν τοῦ ἡλίου γινομένου, αἱ δὲ ἀπὸ τῆς ἕκτης
μακραί, ἄτε τοῦ ἀπὸ κορυφῆς διαστήματος ὡς ἐπὶ τὴν
δύσιν μείζονος ὄντος. Ὧν οὐδὲν ἐν τοῖς φαινομένοις
ἐστίν· οὐκ ἄρα πρὸς ἀνατολῇ μᾶλλον ἡ γῆ ἐστιν. Ἀλλὰ <lb n="15"/>
μὴν οὐδὲ πρὸς δύσει μᾶλλον· πάντα γὰρ τἀναντία τοῖς
ῶροειρημένοις συνέβαινεν ἄν.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Κί δὲ πρὸς ἄρκτῳ ἦν μᾶλλον ἡ γῆ, συνέβαινεν ἄν
κατὰ πάσας τὰς ἀνατολὰς πρὸς τοῦτο τὸ κλίμα ἀποκλίνειν
τὰς τῶν φωτιζομένων σκιάς. Καὶ εἰ πρὸς μεσημβρίᾳ <lb n="20"/>
ἦν, πρὸς μεσημβρίαν καὶ αἱ σκιαὶ ἀπέκλινον
ἂν καὶ ἀνίσχοντος καὶ δυομένου τοῦ ἡλίου. ἔυνὶ δὲ
οὐδὲν γίνεται τούτων· ἀλλʼ ἐν μὲν ταῖς ἰσημερίαις
ἀνατέλλοντος <add cause="omitted">μέν</add>, πρὸς ἰσημερινὴν δύσιν ἀποκλίνουσιν
αἰ σκιαί, δυομένου δέ, πρὸς ἰσημερινὴν ἀνατολήν, <lb n="25"/>
<milestone unit="49"/> ἐν δὲ χειμεριναῖς τροπαῖς ἀνατέλλοντος μέν, πρὸς θερινὰς
δύσεις, δυομένου δέ, πρὸς θερινὰς ἀνατολάς·
ὁπόταν δὲ πάλιν ἐνθένδε ἀνίσχῃ, <add cause="omitted">ἀνίσχοντος μέν,</add>
<note type="footnote">1 ἐντεῦθεν pro ἐκ τούτων M. 2 μὲν pro ἂν substitui.
τοῦ om. LN. 3 ἂν om. M. 4—6 δυομένου — σκιαί om. l.
5 μακραὶ M. 7 μεταστάσεωος L. 9 καὶ ἀεὶ ὡς προσωτάτωο</note>

<pb n="90"/>
πρὸς χειμερινὰς δύσεις ἡ ἀπόκλισις γίνεται τῶν σκιῶν,
δυομένου δέ, πρὸς χειμερινὰς ἀνατολάς, ὡς χιασμὸν
γίνεσθαι τῶν σκιῶν. Ὅθεν οὐδὲ πρὸς τούτων τινὶ τῶν
κλιμάτων ἐστὶν ἡ γῆ.</p></div><div type="textpart" subtype="paragraph" n="5"><p>Eἰ δὲ ἦν ὑψηλοτέρα τοῦ μέσου, οὔτʼ ἄν τὸ ἡμικόσμιον <lb n="5"/>
ὑπὲρ γῆς ἐφαίνετο οὔτε τὰ ἕξ ζῴδια καὶ αἱ
ρπ΄ μοῖραι οὔτε τὸ τοῦ ἰσημερινοῦ ἥμισυ, ἀλλὰ μείονα
τούτων πάντα. Ὅθεν καὶ τὰς ἡμέρας τῶν νυκτῶν
διὰ παντὸς ἂν συνέβαινε μείονας εἶναι. Κἐ δὲ ταπεινοτέρα
τοῦ μέσου ἦν, τἀναντία πάντα συνέβαινε <add cause="omitted">ἂν</add> <lb n="10"/>
τῶν προειρημένων, μείζονος ὄντος τοῦ ὑπὲρ γῆς ἡμισφαιρίου.
ἕστε οὔτʼ ἐν ὕψει οὔτʼ ἐν ταπεινώματί ἐστι.</p></div><div type="textpart" subtype="paragraph" n="6"><p>Δέδεικται δέ, ὅτι μηδὲ πρὸς τῶν τεσσάρων κλιμάτων
τινί· αὐτὸ ἄρα τὸ μεσαίτατον τοῦ κόσμου ἐπέχειν
αὐτὴν ἀναγκαῖον, <del>καὶ</del> πρὸς τούτοις καὶ βαρυτάτην <lb n="15"/>
τῶν ἐν τῷ κόσμῳ σωμάτων οὖσαν καὶ τὸ κατωτάτω
ἐπέχειν ὀφείλουσαν, ὅπερ ταὐτὸν τῷ μεσαιτάτῳ ἐστίν.</p></div></div></div></div></body></text></TEI>