<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="paragraph" n="3"><p>Τὸ μὲν οὖν τῶν ἀπλανῶν πλῆθος ἄπλετόν ἐστι·
τὰ δὲ πλανώμενα ἄδηλον μὲν εἰ καὶ πλείω ἐστίν, ἑπτὰ
δὲ ὑπὸ τὴν ἡμετέραν γνῶσιν ἐλήλυθεν. Ὧν ὑψηλότατος
μὲν εἶναι δοκεῖ ὁ φαίνων καλούμενος, ὁ τοῦ Κρόνου
ἀστήρ, τριακονταετεῖ χρόνῳ τὸν οἰκεῖον κύκλον ἀπαρτίζων <lb n="20"/>
<milestone unit="17"/> κατὰ τὴν προαιρετικὴν τῶν κινήσεων. Ὑπὸ
τοῦτόν ἐστιν ὁ τοῦ Διός, καλεῖται δὲ φαέθων, δωδεκαετίᾳ
τὸν οἰκεῖον ἀμείβων κύκλον. Ὑπὸ τοῦτον πυρόεις,
ὁ τοῦ Ἄρεως, ἀτακτοτέραν μὲν τὴν κίνησιν
ἔχων, δοκεῖ δὲ καὶ οὗτος διετίᾳ καὶ πέντε μησὶ τὸν <lb n="25"/>
οἰκεῖον ἀνύειν κύκλον. Ὑπὸ τοῦτον ὁ ἥλιος ὑπονοεἴται,
μέσος ὑπάρχων τῶν ἄλλων. Οὗτος ἐνιαυτῷ
περιερχόμενος τὸν οἰκεῖον κύκλον κατὰ ταύτην μὲν
<note type="footnote">1 καὶ vel sine codicum auctoritate delendum. 2 δʼ ἡ N.
3 σχολαιτέρα ὑπάρχει L. 5 ἀπὸ δύσεως ἐπὶ ἀν.· κινούμενα,
καὶ τὰ μὲν M. 7 τὰ δὲ πλαν. L. 9 ὑπὸ νεὼς L; ὑπὸ ηὸς N.</note>

<pb n="32"/>
τὴν κίνησιν τὰς ὥρας ἀπαρτίζει, κατὰ δὲ τὴν σύν τῷ
κόσμῳ τὰς ἡμέρας ἀποτελεῖ. Ὑπὸ τοῦτον ὁ τῆς Ἀφροδίτης
ἐστί, καὶ αὐτὸς ἐνιαυσιαίαν τὴν περίοδον ἔχων.
Καλεῖται δέ, ὁπόταν μὲν ἐπικαταδύηται τῷ ἡλίῳ,
Ἕσπερος, ὁπόταν δὲ προανίσχῃ αὐτοῦ, Ἑωσφόρος· <lb n="5"/>
τινὲς δὲ τὸν αὐτὸν τοῦτον καὶ Φωσφόρον καλεῖν εἰώθασιν.
Ὑπὸ δὲ τὴν Ἀφροδίτην ἐστὶν ὁ τοῦ Ἑρμοῦ,
στίλβων καλούμενος· καὶ τοῦτον ἐνιαυτῷ περιιέναι
τὸν οἰκεῖον κύκλον φασίν. Ὑπὸ τοῦτόν ἐστιν ἡ σελήνη,
προσγειοτάτη πάντων τῶν ἄστρων ὑπάρχουσα. <lb n="10"/>
Κατὰ τὴν συναφὴν γὰρ τοῦ ἀέρος πρὸς τὸν αἰθέρα
εἶναι λέγεται. Ὅθεν καὶ ζοφῶδες αὐτῆς τὸ οἰκεῖον
ὁρᾶται σῶμια· τὸ δὲ λαμπρυνόμενον αὐτῆς ἀπὸ τοῦ
ἡλίου ἔχει τὴν λαμπηδόνα, ἀεὶ τοῦ πρὸς αὐτὸν τετραμμένου
αὐτῆς ἡμισφαιρίου καταλαμπομένου. Αὕτη τὸν <lb n="15"/>
ἴδιον ἀπαρτίζει κύκλον ἐν ἑπτὰ καὶ εἴκοσιν ἡμέραις
καὶ ἡμίσει· συνοδεύει δὲ τῷ ἡλίῳ διὰ τριάκοντα.</p><milestone unit="18"/></div><div type="textpart" subtype="paragraph" n="4"><p> Οὗτοι πάντες τὴν ἐναντίαν τῷ οὐρανῷ κινούμενοι
καὶ ἄλλοτε ἐν ἄλλοις ὁρώμενοι οὔτε ἄτακτον τὴν
πορείαν ποιοῦμται, οὔτε διʼ ὧν ἔτυχε τοῦ κόσμου μερῶν <lb n="20"/>
ἴασιν, ἀλὰ διὰ τοῦ καλουμένου ζῳδιακοῦ κινοῦνται,
μὴ ὑπερβαίνοντες αὐτόν.</p></div></div><div type="textpart" subtype="chapter" n="4"><head>Κεφ δ.</head><div type="textpart" subtype="paragraph" n="1"><p><del>Περὶ τοῦ ζῳδιακοῦ κύκλου, καὶ τίνων αἴτιος ὁ ἐν αὐτῷ
κινούμενος ἥλιος.</del></p><lb n="25"/></div><div type="textpart" subtype="paragraph" n="2"><p>Ἔστι δὲ ὁ ζῳδιακὸς κύκλος λοξός, διά τε τῶν τροπικῶν
καὶ τοῦ ἰσημερινοῦ βεβλημένος καὶ ἑκατέρου
<note type="footnote">2 παρὰ τὰς ἡμ. L. ἐπιτελεῖ ML. ὑπὸ δὲ τ N. 3 ἐνιαυ-
σίαν N. κίνησιν pro περίοδ. M. 5 ὁπο M. προ-
ανίσχει L. φωσφ. pro ἑωσφόρος N. 6 αὐτὸν καὶ φωσ. M.</note>

<pb n="34"/>
μὲν τῶν τροπικῶν καθʼ ἓν ψαύων σημεῖον, τὸν δὲ ἰσημερινὸν
εἰς δύο ἴσα τέμνων. Τούτου δὴ τοῦ ζῳδιακοῦ
πλάτος ἀξιόλογον ἔχοντος τὰ μὲν βόρειά ἐστι, τὰ δὲ
νότια, τὰ δὲ τούτων μέσα. Διόπερ καὶ τρισὶ γράφεται
κύκλοις, ὧν ὁ μὲν μέσος ἡλιακὸς καλεῖται, οἱ δὲ <lb n="5"/>
ἑκατέρωθεν ὁ μὲν βόρειος, ὁ δὲ νότιος. Διὰ τούτου
δὴ τοῦ ζῳδιακοῦ οἱ μὲν ἄλλοι \πλάνητες κατὰ τὴν
προαιρετικὴν κίνησιν ἄλλοτε μὲν τῷ βορείῳ, ἄλλοτε
δὲ τῷ νοτίῳ προσπελάζουσι, μόνος δʼ ὁ ἥλιος διὰ μόνου
τοῦ μέσου κινεῖται, οὔτε τῷ βορείῳ οὔτε τῷ νοτίῳ <lb n="10"/>
πελάζων. Τοῦ μὲν γὰρ κόσμου αὐτοῦ καὶ τοῖς
βορείοις καὶ τοῖς νοτίοις προσέρχεται μέρεσιν, ἀπὸ
τροπῶν ἐπὶ τροπὰς ἰών, αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ οὐδετέροις,
ἀλλὰ τὸν μεσαίτατον αὐτοῦ τέμνει κύκλον
κατὰ τὴν πορείαν, ὅθεν καὶ ἡλιακὸς οὗτος κέκληται. <lb n="15"/>
<milestone unit="19"/> Οἱ δὲ λοιποὶ πλάνητες καὶ τοῦ κόσμου προσέρχονται
τοῖς βορείοις τε καὶ νοτίοις μέρεσι, καὶ αὐτοῦ τοῦ
ζῳδιακοῦ, ἑλικοειδῶς ἐν αὐτῷ κινούμενοι. Κατιόντες
γὰρ ἀπὸ τοῦ βορείου ἐπὶ τὸν νότιον, κἀνθένδε πάλιν
ἐπὶ τὸν βόρειον ἀνατρέχοντες οὐκ εὐθεῖαν οὐδὲ ἀπλῆν, <lb n="20"/>
καθάπερ ὁ ἥλιος, ἀλλʼ ἑλικοειδῆ τὴν διʼ αὐτοῦ ποιοῦνται
κίνησιν. Καὶ ὁπότε μὲν ἀπὸ τοῦ βορείου ὡς
ἐπὶ τὸν διὰ μέσου φέρονται, λέγονται ὕψος ταπεινοῦσθαι·
ὁπότε δὲ τὸν διὰ μέσου διελθόντες τῷ νοτίῳ
προσχωροῦσι, λέγονται ταπείνωμα ταπεινοῦσθαι. Ἀνατρέχοντες <lb n="25"/>
δὲ πάλιν ἐντεῦθεν ἐπὶ τὸν διὰ μέσου, ταπείνωμα
ὑψοῦσθαι λέγονται· ἐπειδὰν δὲ ἀμείψαντες
<note type="footnote">1 ψαύων καθʼ ἓν L. 2 διὰ δὴ τούτου τοῦ ζ. N. 3
πλάτους M. 5 ὁ δὲ pro οἱ δὲ M. 6 διὰ δὴ τούτου M.
9 πελάζουσι LN. διὰ μέσου τοῦ μέσου L. διὰ τοῦ μέσου
μόνου M. 12 προέρχεται M. 13 τοῦ om. N. 15 κατὰ</note>

<pb n="36"/>
τὸν διὰ μέσου τῷ βορείῳ πελάζωσιν, ὕψος ὑψοῦσθαι.
Συμβέβηκε γάρ, τὰ μὲν βόρεια τοῦ ζῳδιακοῦ ἐπὶ πολύ
τοῦ ὁρίζοντος ἐξῆρθαι, τὰ δὲ νότια μᾶλλον τῷ ὁρίζοντι
πελάζειν διὰ τὸ ἐγκεκλίσθαι ἀπὸ τῶν βορείων
ἐπὶ τὰ νότια τὸν κόσμον ἐν τῇ καθʼ ἡμᾶς οἰκουμένῃ.</p><lb n="5"/></div></div></div></div></body></text></TEI>