<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="11"><div type="textpart" subtype="paragraph" n="9"><p>Ἔνιοι δὲ λέγοντες μὴ ἐπέχειν σημείου λόγον τὴν
γῆν, τοιούτοις χρῶνται ἐπιχειρήμασι. Φασὶ γάρ, ὅτι <lb n="25"/>
ἡ ὄψις εἰς ὕψος ἐπαιρομένη τὰ ἐν τοῖς ἐπιπέδοις οὐ
<note type="footnote">1 καὶ τοῖς ἐν τῷ οὐρανῷ N. ἐξαναλωθείη N edd. 2 τινὰ
ἀντιλαμβ. M. 3 καὶ om. M. 8 σφαῖραν κατασκευάζοντές
τινες, ὅτι μὴ N. 10 φησι M. 11 κλῆμα M. 12 μείζονα
et ἐλάττονα N. 19 δʼ οὐδʼ M. 20 εἰ στιγ. ἦν πρ. τὸ ὕψος
αὐτῆς ἡ γῆ N. 21 τὸ διάστημα MN. In marg. τὸ μέγε-
</note>

<pb n="114"/>
θεωρούμενα, ἀλλʼ ὑπὸ τὸν ὁρίζοντα κεκρυμμένα θεωρεῖ,
καὶ ὅσῳ ὑψηλότερον ἐπαίρεται, μᾶλλον· ὥστε οὐκ
ἀπὸ παντὸς μέρους τῆς γῆς εἰς <add cause="omitted">δύο</add> ἴσα διαιρεῖται ὁ
οὐρανός. Ὃ δοκεῖ τεκμήριον εἶναι τοῦ σημείου λόγον
μὴ ἐπέχειν τὴν γῆν. Ῥητέον οὖν πρὸς τοῦτο, ὅτι τὸ <lb n="5"/>
σχῆμα τῆς γῆς περιφερὲς ὂν τούτου αἴτιον γίνεται·
ὥστε καὶ εἰ σταδιαία τὸ μέγεθος ἦν ἡ γῆ, μέση κειμένη
ὁμοίως καὶ περιφερὴς οἦσα, τὸ ὅμοιον ἂν συνέβαινε.
<milestone unit="63"/> Καὶ οὐ δήπου ἐνεχώρει ἂν λέγειν, ὅτι μηδὲ ἡ
οὕτως βραχεῖα σημείου λόγον ἐπέχει πρὸς τὸν κόσμον. <lb n="10"/>
Τὸ σχῆμα οὖν τούτου αἴτιον ἡγητέον. Καὶ εἴ τις ἀπὸ
παντὸς σημείου τῆς γῆς ἐπίπεδον ἐκβάλοι τῇ ἐπινοίᾳ,
οὐκ ἂν πλέον καὶ ἔλαττον τοῦ κόσμου ὑπὲρ γῆς ὀφθείη,
ἀλλὰ τὸ ἴσον καὶ ἀπὸ τοῦ ὕψους καὶ ἀπὸ τῶν χθαμαλῶν·
τὰ μέντοι μεγέθη τῶν ἄστρων ἴσα φαίνεται καὶ <lb n="15"/>
ἀπὸ ὕψους καὶ ἐκ θαλάσσης. Τάχα δʼ ἄν τις κἀκεῖνο
φήσειεν ἐνταῦθα, διότι, ἐκ τῶν πεδίων καὶ τῆς θαλάσσης
εἰ μὴ ἐθεωρεῖτο τὸ ἡμικόσμιον ὑπὲρ γῆς, ἀπὸ
δὲ μόνων τῶν ὑψηλοτάτων, τάχʼ ἂν εἴχετό τινος λόγου
τὸ ὑπʼ αὐτῶν λεγόμενον, ἀπό γε τῶν ὑψηλοτάτων <lb n="20"/>
εἰς δύο ἴσα διαιρουμένου τοῦ κόσμου, ἐκ δὲ τῶν χθαμαλῶν
οὐκέτι, ἀλλὰ μείονος τοῦ ὑπὲρ γῆς φαινομένου.
Νυνὶ δὲ οὐδὲν πρὸς λόγον ἐστίν, εἰ ὑψουμένης τῆς
ὄψεως τὸ πλέον ὑπὲρ γῆς θεωρεῖται, ἐν σφαιροειδεῖ
τῆς γῆς σχήματι τούτου γινομένου ἀναγκαίως. Τεκμήριον <lb n="25"/>
γὰρ ποιεῖσθαι ἄρα δεῖ τοῦ μὴ εἶναι τὴν γῆν
πρὸς τὰ ὅλα στιγμιαίαν, οὐκ εἰ πλέον τοῦ κόσμου ἢ
τὸ ἥμισυ ἐπαιρομένης τῆς ὄψεως ὁρᾶσθαι δυνατόν,
<note type="footnote">2 καὶ om. M. ὑψηλότερα MN. 3 δύο addit Ma. 5
τὴν γῆν μὴ ἐπέχειν N. 7 καὶ om. M. 9 διότι N. 10 οὕτω
N. ἔχει N. 12 ἐκβάλλοι M. 13 οὐδὲν πλέον ἢ ἧττον M.</note>

<pb n="116"/>
ἀλλʼ εἰ μὴ ἐκ τῶν ἐπιπέδων τὸ ἴσον αὐτοῦ ὑπὲρ γῆς
ὁρᾶται, τῶν μὲν ἐκ τῶν χθαμαλῶν ὁριζόντων ἐπιπέδων
ὄντων, τῶν δὲ rξ ὕψους ὁρωμένων κωνοειδῶν καὶ
ὄντων καὶ καλουμένων.</p></div><div type="textpart" subtype="paragraph" n="10"><p>Φασὶ δὲ πρὸς τοῖς εἰρημένοις, ὅτι μηδʼ ἂν τὰ μὲν <lb n="5"/>
<milestone unit="64"/> κατέψυκτο, τὰ δὲ διεκέκαυτο, τὰ δʼ εὔκρατα μέρη τῆς
γῆς ὑπῆρχεν, εἰ μὴ ἀξιόλογα εἶχε τὰ διαστήματα πρὸς
τὴν ἡλιακὴν σφαῖραν· ἀλλʼ οὐδʼ ἂν ἐλέγετο προσιέναι
ἡμῖν καὶ πάλιν ἀποχωρεῖν ὁ ἥλιος, στιγμιαίας οὔσης
τῆς γῆς. Ῥητέον τοίνυν πρὸς ταῦτα, ὅτι καὶ τούτων <lb n="10"/>
πάντων τὸ σχῆμα τῆς γῆς αἴτιόν ἐστι. Παρὰ γὰρ τὸ
πῶς ἀποπέμπεσθαι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ τὰ τῆς
γῆς κλίματα καὶ διακέκαυταί τινα καὶ κατέψυκται καὶ
εὐκρασίας ἐχόμενά ἐστι, τούτου καὶ ἐν τοῖς μερικωτέροις
καὶ πρὸς ὀλίγον ἀπʼ ἀλλήλων διεστῶσι θεωρουμένου. <lb n="15"/>
Τινὰ γοῦν τῶν περὶ τὴν Ἦλιν καυσώδη ἐστί,
τῆς παρακειμένης Ἀχαΐας οὐκέτι τὸ πνιγῶδες ἐχούσης.
Ὥστε καὶ εἰ βραχεῖα ἦν ἡ γῆ, τὸ παραπλήσιον ἂν
συνέβαινε, μὴ ὁμοίως ἐπὶ πάντα τὰ κλίματα αὐτῆς
τῶν ἀκτίνων καταπεμπομένων, ἀλλὰ ἐφʼ ὧν μὲν τὸ <lb n="20"/>
ὀρθὸν καὶ ἔντονον <del>ἀπὸ τῆς ἀκτῖνος</del> ἐχόντων, ἐφʼ
ὧν δὲ τὸ πλάγιον καὶ ἀνειμένον. Καὶ τὸ προσιέναι
δὲ ἡμῖν καὶ πάλιν ἀποχωρεῖν τὸν ἥλιον πρὸς τὴν
κατὰ κορυφὴν λέγεται σχέσιν· ἐπεὶ αἵ γε ἐκβαλλόμεναι
ἀπὸ τῆς γῆς εὐθεῖαι πρὸς καρκίνον καὶ αἰγόκερων ἴσαι <lb n="25"/>
εἰσὶν ἀλλήλαις.</p></div><div type="textpart" subtype="paragraph" n="11"><p>Καὶ ὅτι μὲν κέντρου λόγον ἐπέχει ἡ γῆ, διά τε
<milestone unit="65"/> τούτων καὶ ἑτέρων πολλῶν δείκνυται. Προειρηκότες δʼ
<note type="footnote">1 τὸ ἴσον αὐτοῦ ὁρᾶσθαι συμβαίνει ὑπὲρ γῆς M. 4 οὕτω
pro ὄντων καὶ M. 5 διότι οὐδʼ ἂν N. 6 δὲ εὔκρ. N. 10 τοί-
</note>

<pb n="118"/>
ἐν τῷ πρώτῳ τῶν ἐπιχειρημάτων, ὡς κατὰ πολὺ μείζων
ὁ ἥλιος ὢν αὐτῆς ὅσον ποδιαίου ἡμῖν φαντασίαν
ἀποπέμπει, ἐξῆς αὐτὸ τοῦτο ἐπιδεῖξαι ὀφείλομεν, ὅσα
ἐν τοιαύτῃ εἰσαγωγῇ αὐτάρκη ἐστί, προφερόμενοι ἴδιά
τινων περὶ μόνου τούτου συντάγματα πεποιηκότων· ὧν <lb n="5"/>
ἐστι καὶ Ποσειδώνιος.</p><note type="footnote">1 κατὰ πολὺ ὁ ἥλιος μείζων ὢν αὐτῆς M. 2 φαντασίαν
ἡμίν N.</note></div></div></div><pb n="120"/><div type="textpart" subtype="book" n="2"><head>ΚΛΕΟΜΗΔΟΥΣ
ΚΥΚΛΙΚΗΣ ΘΕΩΡΙΑΣ ΜΕΤΕΩΡΩΝ
ΔΕΥΤΕΡΟΝ.</head><div type="textpart" subtype="chapter" n="1"><head>Κεφ. α΄.</head><div type="textpart" subtype="paragraph" n="1"><p><del>Περὶ τοῦ μεγέθους τοῦ ἡλίου πρὸς Ἐπίκουρον, καὶ ὅτι ἐν <lb n="5"/>
τοιούτοις οὐ ταῖς φαντασίαις κατακολουθεῖν δεῖ.</del></p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Ἐπίκουρος δὲ καὶ οἱ πολλοὶ τῶν ἀπὸ τῆς αἱρέσεως
τηλικοῦτον εἶναι τὸν ἥλιον ἀπεφήναντο, ἡλίκος φαίνεται,
αὐτῇ τῇ διὰ τῆς ὄψεως φαντασίᾳ ἀκολουθήσαντες
καὶ ταύτην τοῦ μεγέθους αὐτοῦ κριτήριον ποιησάμενοι. <lb n="10"/>
Πάρεστιν οὖν ὁρᾶν τὸ ἀκόλουθον τῇ ἀποφάσει
αὐτῶν. Εἰ γὰρ τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται,
οὐκ ἄδηλον, ὡς πολλὰ ὁμοῦ μεγέθη περὶ αὐτὸν γενήσεται. 
νατέλλων μὲν γὰρ καὶ καταδυόμενος μείζων
φαίνεται, μεσουρανῶν δὲ μικρότερος· ἀπὸ δὲ τῶν ὑψηλοτάτων <lb n="15"/>
<milestone unit="66"/> ὁρῶν, ὁπόταν ἀνατέλλῃ, μέγιστος φαντάζεται.
Ἤ τοίνυν δεήσει λέγειν αὐτούς, ὅτι πολλὰ περὶ αὐτὸν
ὁμοῦ μεγέθη ἐστίν, ἢ εἰ τοῦτο ἐμφανῶς ἄτοπόν ἐστιν,
ἀναγκαιότατον ὁμολογεῖν αὐτούς, ὅτι μή ἐστι τηλικοῦτος,
ἡλίκος φαίνεται. Ἔνιοι δέ φασιν αὐτῶν, ὅτι <lb n="20"/>
μείζων ἡμῖν ἀνίσχων καὶ δυόμενος φαντάζεται, πλατυνομένου
τοῦ πυρὸς αὐτοῦ ὑπὸ τοῦ ἀέρος κατὰ τὴν τῆς
<note type="footnote">2 τῶν εἰς δύο pro μετεώρων δεύτερον M. Ambigua, quae</note>

<pb n="122"/>
ἀνόδου ῥύμην. Τοῦτο δὲ ἐσχάτης ἔχεται ἀπαιδευσίας.
Ἡ γὰρ γῆ μεσαιτάτη τοῦ κόσμου κειμένη καὶ κέντρου
λόγον ἐπέχουσα ἀπὸ παντὸς μέρους τὸ ἴσον ἀπέχει τῆς
ἡλιακῆς σφαίρας, καὶ οὔτε κατὰ τὴν ἀνατολὴν οὔτε
κατὰ τὴν δύσιν οὔτε κατὰ ἄλλο τι τῆς πορείας μέρος <lb n="5"/>
ὁ ἥλιος πελάζει τῷ ἀέρι. Ἀλλʼ οὐδὲ κατὰ ταὐτὸν παρὰ
πᾶσιν ἀνατέλλει, ἀλλὰ τῆς γῆς σφαιρικῷ τῷ σχήματι
κεχρημένης ἄλλοτε παρʼ ἄλλοις καὶ ἀνίσχει καὶ δύεται
καὶ μεσουρανεῖ. Ὥστε ἐπεὶ ἐγχωρεῖ παρʼ οἷς μὲν ἀνατέλλειν
αὐτόν, παῤ οἷς δὲ μεσουρανεῖν, ὁμοῦ καὶ μείζων <lb n="10"/>
καὶ μικρότερος γενήσεται, μείζων μέν, οἷς ἀνατέλλει,
μικρότερος δέ, οἷς μεσουρανεῖ κατὰ τὴν αὐτὴν
ὥραν· ὧν οὐδέν ἐστιν ἀλογώτερον.</p></div></div></div></div></body></text></TEI>