<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="11"><div type="textpart" subtype="paragraph" n="10"><p>Φασὶ δὲ πρὸς τοῖς εἰρημένοις, ὅτι μηδʼ ἂν τὰ μὲν <lb n="5"/>
<milestone unit="64"/> κατέψυκτο, τὰ δὲ διεκέκαυτο, τὰ δʼ εὔκρατα μέρη τῆς
γῆς ὑπῆρχεν, εἰ μὴ ἀξιόλογα εἶχε τὰ διαστήματα πρὸς
τὴν ἡλιακὴν σφαῖραν· ἀλλʼ οὐδʼ ἂν ἐλέγετο προσιέναι
ἡμῖν καὶ πάλιν ἀποχωρεῖν ὁ ἥλιος, στιγμιαίας οὔσης
τῆς γῆς. Ῥητέον τοίνυν πρὸς ταῦτα, ὅτι καὶ τούτων <lb n="10"/>
πάντων τὸ σχῆμα τῆς γῆς αἴτιόν ἐστι. Παρὰ γὰρ τὸ
πῶς ἀποπέμπεσθαι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ τὰ τῆς
γῆς κλίματα καὶ διακέκαυταί τινα καὶ κατέψυκται καὶ
εὐκρασίας ἐχόμενά ἐστι, τούτου καὶ ἐν τοῖς μερικωτέροις
καὶ πρὸς ὀλίγον ἀπʼ ἀλλήλων διεστῶσι θεωρουμένου. <lb n="15"/>
Τινὰ γοῦν τῶν περὶ τὴν Ἦλιν καυσώδη ἐστί,
τῆς παρακειμένης Ἀχαΐας οὐκέτι τὸ πνιγῶδες ἐχούσης.
Ὥστε καὶ εἰ βραχεῖα ἦν ἡ γῆ, τὸ παραπλήσιον ἂν
συνέβαινε, μὴ ὁμοίως ἐπὶ πάντα τὰ κλίματα αὐτῆς
τῶν ἀκτίνων καταπεμπομένων, ἀλλὰ ἐφʼ ὧν μὲν τὸ <lb n="20"/>
ὀρθὸν καὶ ἔντονον <del>ἀπὸ τῆς ἀκτῖνος</del> ἐχόντων, ἐφʼ
ὧν δὲ τὸ πλάγιον καὶ ἀνειμένον. Καὶ τὸ προσιέναι
δὲ ἡμῖν καὶ πάλιν ἀποχωρεῖν τὸν ἥλιον πρὸς τὴν
κατὰ κορυφὴν λέγεται σχέσιν· ἐπεὶ αἵ γε ἐκβαλλόμεναι
ἀπὸ τῆς γῆς εὐθεῖαι πρὸς καρκίνον καὶ αἰγόκερων ἴσαι <lb n="25"/>
εἰσὶν ἀλλήλαις.</p></div><div type="textpart" subtype="paragraph" n="11"><p>Καὶ ὅτι μὲν κέντρου λόγον ἐπέχει ἡ γῆ, διά τε
<milestone unit="65"/> τούτων καὶ ἑτέρων πολλῶν δείκνυται. Προειρηκότες δʼ
<note type="footnote">1 τὸ ἴσον αὐτοῦ ὁρᾶσθαι συμβαίνει ὑπὲρ γῆς M. 4 οὕτω
pro ὄντων καὶ M. 5 διότι οὐδʼ ἂν N. 6 δὲ εὔκρ. N. 10 τοί-
</note>

<pb n="118"/>
ἐν τῷ πρώτῳ τῶν ἐπιχειρημάτων, ὡς κατὰ πολὺ μείζων
ὁ ἥλιος ὢν αὐτῆς ὅσον ποδιαίου ἡμῖν φαντασίαν
ἀποπέμπει, ἐξῆς αὐτὸ τοῦτο ἐπιδεῖξαι ὀφείλομεν, ὅσα
ἐν τοιαύτῃ εἰσαγωγῇ αὐτάρκη ἐστί, προφερόμενοι ἴδιά
τινων περὶ μόνου τούτου συντάγματα πεποιηκότων· ὧν <lb n="5"/>
ἐστι καὶ Ποσειδώνιος.</p><note type="footnote">1 κατὰ πολὺ ὁ ἥλιος μείζων ὢν αὐτῆς M. 2 φαντασίαν
ἡμίν N.</note></div></div></div><pb n="120"/><div type="textpart" subtype="book" n="2"><head>ΚΛΕΟΜΗΔΟΥΣ
ΚΥΚΛΙΚΗΣ ΘΕΩΡΙΑΣ ΜΕΤΕΩΡΩΝ
ΔΕΥΤΕΡΟΝ.</head><div type="textpart" subtype="chapter" n="1"><head>Κεφ. α΄.</head><div type="textpart" subtype="paragraph" n="1"><p><del>Περὶ τοῦ μεγέθους τοῦ ἡλίου πρὸς Ἐπίκουρον, καὶ ὅτι ἐν <lb n="5"/>
τοιούτοις οὐ ταῖς φαντασίαις κατακολουθεῖν δεῖ.</del></p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Ἐπίκουρος δὲ καὶ οἱ πολλοὶ τῶν ἀπὸ τῆς αἱρέσεως
τηλικοῦτον εἶναι τὸν ἥλιον ἀπεφήναντο, ἡλίκος φαίνεται,
αὐτῇ τῇ διὰ τῆς ὄψεως φαντασίᾳ ἀκολουθήσαντες
καὶ ταύτην τοῦ μεγέθους αὐτοῦ κριτήριον ποιησάμενοι. <lb n="10"/>
Πάρεστιν οὖν ὁρᾶν τὸ ἀκόλουθον τῇ ἀποφάσει
αὐτῶν. Εἰ γὰρ τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται,
οὐκ ἄδηλον, ὡς πολλὰ ὁμοῦ μεγέθη περὶ αὐτὸν γενήσεται. 
νατέλλων μὲν γὰρ καὶ καταδυόμενος μείζων
φαίνεται, μεσουρανῶν δὲ μικρότερος· ἀπὸ δὲ τῶν ὑψηλοτάτων <lb n="15"/>
<milestone unit="66"/> ὁρῶν, ὁπόταν ἀνατέλλῃ, μέγιστος φαντάζεται.
Ἤ τοίνυν δεήσει λέγειν αὐτούς, ὅτι πολλὰ περὶ αὐτὸν
ὁμοῦ μεγέθη ἐστίν, ἢ εἰ τοῦτο ἐμφανῶς ἄτοπόν ἐστιν,
ἀναγκαιότατον ὁμολογεῖν αὐτούς, ὅτι μή ἐστι τηλικοῦτος,
ἡλίκος φαίνεται. Ἔνιοι δέ φασιν αὐτῶν, ὅτι <lb n="20"/>
μείζων ἡμῖν ἀνίσχων καὶ δυόμενος φαντάζεται, πλατυνομένου
τοῦ πυρὸς αὐτοῦ ὑπὸ τοῦ ἀέρος κατὰ τὴν τῆς
<note type="footnote">2 τῶν εἰς δύο pro μετεώρων δεύτερον M. Ambigua, quae</note>

<pb n="122"/>
ἀνόδου ῥύμην. Τοῦτο δὲ ἐσχάτης ἔχεται ἀπαιδευσίας.
Ἡ γὰρ γῆ μεσαιτάτη τοῦ κόσμου κειμένη καὶ κέντρου
λόγον ἐπέχουσα ἀπὸ παντὸς μέρους τὸ ἴσον ἀπέχει τῆς
ἡλιακῆς σφαίρας, καὶ οὔτε κατὰ τὴν ἀνατολὴν οὔτε
κατὰ τὴν δύσιν οὔτε κατὰ ἄλλο τι τῆς πορείας μέρος <lb n="5"/>
ὁ ἥλιος πελάζει τῷ ἀέρι. Ἀλλʼ οὐδὲ κατὰ ταὐτὸν παρὰ
πᾶσιν ἀνατέλλει, ἀλλὰ τῆς γῆς σφαιρικῷ τῷ σχήματι
κεχρημένης ἄλλοτε παρʼ ἄλλοις καὶ ἀνίσχει καὶ δύεται
καὶ μεσουρανεῖ. Ὥστε ἐπεὶ ἐγχωρεῖ παρʼ οἷς μὲν ἀνατέλλειν
αὐτόν, παῤ οἷς δὲ μεσουρανεῖν, ὁμοῦ καὶ μείζων <lb n="10"/>
καὶ μικρότερος γενήσεται, μείζων μέν, οἷς ἀνατέλλει,
μικρότερος δέ, οἷς μεσουρανεῖ κατὰ τὴν αὐτὴν
ὥραν· ὧν οὐδέν ἐστιν ἀλογώτερον.</p></div></div></div></div></body></text></TEI>