<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="10"><div type="textpart" subtype="paragraph" n="5"><p>Τούτων ὁ κατακρατήσας οὐκ ἂν χαλεπῶς τὴν ἔφοδον <lb n="20"/>
τοῦ Ἐρατοσθένους καταμάθοι ἔχουσαν οὕτως. Ὑπὸ
τῷ αὐτῷ κεῖσθαι μεσημβρινῷ φησι Συήνην καὶ Ἀλεξάνδρειαν.
Ἐπεὶ οὖν μέγιστοι τῶν ἐν τῷ κόσμῳ οἱ
μεσημβρινοί, δεῖ καὶ τοὺς ὑποκειμένους τούτοις τῆς
γῆς κύκλους μεγίστους εἶναι ἀναγκαίως. Ὥστε ἡλίκον <lb n="25"/>
ἂν τὸν διὰ Συήνης καὶ Ἀλεξανδρείας ἥκοντα κύκλον
τῆς γῆς ἡ ἔφοδος ἀποδείξει αὕτη, τηλικοῦτος καὶ ὁ
μέγιστος ἔσται τῆς γῆς κύκλος. Φησὶ τοίνυν, καὶ ἔχει
οὕτως, τὴν Συήνην ὑπὸ τῷ θερινῷ τροπικῷ κεῖσθαι
<note type="footnote">2 προυποτεθέντα M. προαποθεμένων L. 3 μὲν om. M.
4 δεύτερον om. MLN. 6 ἀπὸ τῶν διαφ. M. 7 διάφ. μέρη</note>

<pb n="98"/>
κύκλῳ. Ὁπόταν οὖν ἐν καρκίνῳ γενόμενος ὁ ἥλιος
καὶ θερινὰς ποιῶν τροπὰς ἀκριβῶς μεσουρανήσῃ, ἄσκιοι
γίνονται οἱ τῶν ὡρολογίων γνώμονες ἀναγκαίως, κατὰ
κάθετον ἀκριβῆ τοῦ ἡλίου ὑπερκειμένου· καὶ τοῦτο γίνεσθαι
λόγος ἐπὶ σταδίους τριακοσίους τὴν διάμετρον. <lb n="5"/>
Ἐν Ἀλεξανδρείᾳ δὲ τῇ αὐτῇ ὥρᾳ ἀποβάλλουσιν οἱ τῶν
ὡρολογίων γνώμονες σκιάν, ἅτε πρὸς ἄρκτῳ μᾶλλον
τῆς Συήνης ταύτης τῆς πόλεως κειμένης. Ὑπὸ τῷ
αὐτῷ μεσημβρινῷ τοίνυν καὶ μεγίστῳ κύκλῳ τῶν πόλεων
κειμένων, ἂν περιαγάγωμεν περιφέρειαν ἀπὸ τοῦ <lb n="10"/>
ἄκρου τῆς τοῦ γνώμονος σκιᾶς ἐπὶ τὴν βάσιν αὐτὴν
τοῦ γνώμονος τοῦ ἐν Ἀλεξανδρείᾳ ὡρολογίου, αὕτη ἡ
<milestone unit="54"/> περιφέρεια τμῆμα γενήσεται τοῦ μεγίστου τῶν ἐν τῇ
σκάφῃ κύκλων, ἐπεὶ μεγίστῳ κύκλῳ ὑπόκειται ἡ τοῦ
ὡρολογίου σκάφη. Εἰ οὖν ἑξῆς νοήσαιμεν εὐθείας διὰ <lb n="15"/>
τῆς γῆς ἐκβαλλομένας ἀφʼ ἑκατέρου τῶν γνωμόνων,
πρὸς τῷ κέντρῳ τῆς γῆς συμπεσοῦνται. Ἐπεὶ οὖν τὸ
ἐν Συήνῃ ὡρολόγιον κατὰ κάθετον ὑπόκειται τῷ ἡλίῳ,
ἂν ἐπινοήσωμεν εὐθεῖαν ἀπὸ τοῦ ἡλίου ἥκουσαν ἐπʼ
ἄκρον τὸν τοῦ ὡρολογίου γνώμονα, μία γενήσεται <lb n="20"/>
εὐθεῖα ἡ ἀπὸ τοῦ ἡλίου μέχρι τοῦ κέντρου τῆς γῆς
ἥκουσα. Ἐὰν οὖν ἑτέραν εὐθεῖαν νοήσωμεν ἀπὸ τοῦ
ἄκρου τῆς σκιᾶς τοῦ γνώμονος διʼ ἄκρου τοῦ γνώμονος
ἐπὶ τὸν ἥλιον ἀναγομένην ἀπὸ τῆς ἐν Ἀλεξανδρείᾳ
σκάφης, αὕτη καὶ ἡ προειρημένη εὐθεῖα παράλληλοι <lb n="25"/>
γενήσονται ἀπὸ διαφόρων γε τοῦ ἡλίου μερῶν ἐπὶ
<note type="footnote">2 θερ. τρ. π. N. 3 ὡρολογείων hic et semper LN. 4 γί-
νεται L. 5 σταδίους τοῖς τὴν L. 7 καὶ pro ἅτε L. πρὸς
τὼ (sic!) M. 8 Ὑπὸ τῷ μεσημβρ MN. Ὑπὸ μεσημβρ L.
Ὑπὸ τῷ αὐτῷ ex coniectura Letronni, Journ. des sav. 182
p. 714 sq. 10—12 τοῦ ἄκρου — αὕτη ἡ om. L. 13 περι-
φερείᾳ L. 18 τοῦ ἡλίου L. 19 ἐὰν M. ἐπʼ ἄκρον τοῦ</note>

<pb n="100"/>
διάφορα μέρη τῆς γῆς διήκουσαι. Είς ταύτας τοίνυν
παραλλήλους οὔσας ἐμπίπτει εὐθεῖα ἡ ἀπὸ τοῦ κέντρου
τῆς γῆς ἐπὶ τὸν ἐν Ἀλεξανδρείᾳ γνώμονα ἥκουσα,
ὥστε τὰς ἐναλλὰξ γωνίας ἴσας ποιεῖν· ὧν ἡ μέν ἐστι
πρὸς τῷ κέντρῳ τῆς γῆς κατὰ σύμπτωσιν τῶν εὐθειῶν, <lb n="5"/>
αἳ ἀπὸ τῶν ὡρολογίων ἤχθησαν ἐπὶ τὸ κέντρον τῆς
γῆς, γινομένη, ἡ δὲ κατὰ σύμπτωσιν ἄκρου τοῦ ἐν Ἀλεξανδρείᾳ
γνώμονος καὶ τῆς ἀπʼ ἄκρου τῆς σκιᾶς αὐτοῦ
ἐπὶ τὸν ἥλιον διὰ τῆς πρὸς αὐτὸν ψαύσεως ἀναχθείσης
γεγενημένη. Καὶ ἐπὶ μὲν ταύτης βέβηκε περιφέρεια ἡ <lb n="10"/>
ἀπʼ ἄκρου τῆς σκιᾶς τοῦ γνώμονος ἐπὶ τὴν βάσιν
αὐτοῦ περιαχθεῖσα, ἐπὶ δὲ τῆς πρὸς τῷ κέντρῳ τῆς
<milestone unit="55"/> γῆς ἡ ἀπὸ Συήνης διήκουσα εἰς Ἀλεξάνδρειαν. Ὅμοιαι
τοίνυν αἱ περιφέρειαί εἰσιν ἀλλήλαις ἐπʼ ἴσων γε γωνιῶν
βεβηκυῖαι. Ὃν ἄρα λόγον ἔχει ἡ ἐν τῇ σκάφῃ <lb n="15"/>
πρὸς τὸν οἰκεῖον κύκλον, τοῦτον ἔχει τὸν λόγον καὶ ἡ
ἀπὸ Συήνης εἰς Ἀλεξάνδρειαν ἥκουσα. Ἡ δέ γε ἐν
τῇ σκάφῃ πεντηκοστὸν μέρος εὑρίσκεται τοῦ οἰκείου
κύκλου. Δεῖ οὖν ἀναγκαίως καὶ τὸ ἀπὸ Συήνης εἰς
Ἀλεξάνδρειαν διάστημα πεντηκοστὸν εἶναι μέρος τοῦ <lb n="20"/>
μεγίστου τῆς γῆς κύκλου· καὶ ἔστι τοῦτο σταδίων πεντακισχιλίων.
Ὁ ἄρα σύμπας κύκλος γίνεται μυριάδων
εἴκοσι πέντε. Καὶ ἡ μὲν Ἐρατοσθένους ἔφοδος τοιαύτη.</p></div><div type="textpart" subtype="paragraph" n="6"><p>Τίθεται δὲ καὶ χειμεριναῖς τροπαῖς ὡρολόγια εἰς
ἑκατέραν τῶν πόλεων, καὶ ἑκατέρων σκιὰς ἀποβαλλόντων <lb n="25"/>
μείζων μὲν ἡ ἐν Ἀλεξανδρείᾳ εὑρίσκεται ἀναγκαίως
διὰ τὸ πλέον ἀφεστάναι τοῦ χειμερινοῦ τροπικοῦ
τὴν πόλιν ταύτην. Λαμβάνοντες οὖν τὴν ὑπεροχὴν
<note type="footnote">1 τῆς γῆς μέρη N. διήκουσα M. οὖν pro τοίνυν N.
5 et 7 συμπίπτωσιν L. 8 τῆς ἀπʼ ἄκρας αὐτοῦ σκιᾶς M L.
τῆς ἀπ ἄκρων αὐτοῦ σκιᾶς N. Emendavit locum Ma. 10</note>

<pb n="102"/>
τῆς σκιᾶς, καθʼ ἣν ὑπερέχεται ἡ ἐν Συήνῃ ὑπὸ τῆς
ἐν Ἀλεξανδρείᾳ, εὑρίσκουσι καὶ ταύτην μέρος πεντηκοστὸν
τοῦ μεγίστου τῶν ἐν τῷ ὡρολογίῳ κύκλων.
Καὶ οὕτω καὶ ἀπὸ τούτου γνώριμον γίνεται, ὅτι πέντε
καὶ εἴκοσι μυριάδων ἐστὶν ὁ μέγιστος τῆς γῆς κύκλος. <lb n="5"/>
Ἔσται οὖν ἡ διάμετρος τῆς γῆς ὑπὲρ τὰς ὀκτὼ μυριάδας,
τρίτον γε τοῦ μεγίστου τῶν ἐν αὐτῇ κύκλων
ἔχειν ὀφείλουσα.</p></div><div type="textpart" subtype="paragraph" n="7"><p>Οἱ οὖν λέγοντες, μὴ δύνασθαι τὴν γῆν σφαιρικὴν
<milestone unit="56"/> εἶναι διά τε τὰ τῆς θαλάσσης κοιλώματα καὶ τὰς τῶν <lb n="10"/>
ὀρῶν ἐξοχάς, πάνυ ἀλόγως τοῦτο δοξάζουσιν. Οὔτε
γὰρ ὄρος ὑψηλότερον πεντεκαίδεκα σταδίων κατὰ τὴν
κάθετον εὑρίσκεται οὔτε θαλάσσης βάθος. Τριάκοντα
δὲ στάδιοι πρὸς πλεῖον ἢ μυριάδας ὀκτὼ σταδίων οὐδένα
λόγον ἔχουσιν· ἀλλʼ ὅμοιόν ἐστι τοῦτο, ὡς εἰ καὶ <lb n="15"/>
κονιορτός τις ἐπὶ σφαίρας εἴη. Αἵ τε ἐξοχαὶ αἱ περὶ
τὰ σφαιρία τῶν πλατάνων οὐ κωλύουσιν αὐτὰ σφαιρία
εἶναι· καίτοι αὗται πλείονα λόγον ἔχουσι πρὸς τὰ ὅλα
τῶν σφαιρίων μεγέθη ἢ αἱ κοιλότητες τῆς θαλάσσης
καὶ αἱ τῶν ὁρῶν ὑπεροχαὶ πρὸς τὸ πᾶν τῆς γῆς μέγεθος.</p><lb n="20"/></div></div><div type="textpart" subtype="chapter" n="11"><head>Κεφ. ια΄.</head><div type="textpart" subtype="paragraph" n="1"><p><del>Ὅτι ἡ γῆ σημείου λόγον ἐπέχει πρὸς τὸν οὐρανόν.</del></p></div></div></div></div></body></text></TEI>