<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="10"><div type="textpart" subtype="paragraph" n="1"><p><del>Περὶ τοῦ μεγέθους τῆς γῆς.</del></p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Περὶ δὲ τοῦ μεγέθους τῆς γῆς πλείους μὲν γεγόνασι <lb n="20"/>
δόξαι παρὰ τοῖς φυσικοῖς, βελτίους δὲ τῶν ἄλλων
<lb n="50"/> εἰσὶν ἥ τε Ποσειδωνίου καὶ ἡ Ἐρατοσθένους, αὕτη
μὲν διὰ γεωμετρικῆς ἐφόδου δεικνύουσα τὸ μέγεθος
αὐτῆς· ἡ δὲ τοῦ Ποσειδωνίου ἐστὶν ἁπλουστέρα. Ἑκάτερος
δὲ αὐτῶν ὑποθέσεις τινὰς λαμβάνων διὰ τῶν <lb n="25"/>
<note type="footnote"> 2—3 δυομένου — σκιῶν om. L. 3 τινὶ om. M 6 καὶ
om. L. 7 πλείονα M. 8 τούτων πάντων N. τὰς νύκτας
τῶν ἡμερῶν ... μείζους εἶναι LN. 11 μείζων ὄντος M. ὑπὲρ
γῆν N. 12 οὔτε bis LN. 15—17 βαρυτάτην τῶν ἐν χομσ΄τω</note>

<pb n="92"/>
ἀκολούθων ταῖς ὑποθέσεσιν ἐπὶ τὰς ἀποδείξεις παραγίνεται.
Ἐροῦμεν δὲ περὶ προτέρας τῆς Ποσειδωνίου.</p></div><div type="textpart" subtype="paragraph" n="3"><p>Φησὶν ὑπὸ τῷ αὐτῷ μεσημβρινῷ κεῖσθαι Ῥύδον
καὶ Ἀλεξάνδρειαν. Mεσημβρινοὶ δὲ κύκλοι εἰσὶν οἱ
διά τε τῶν πόλων γραφόμενοι τοῦ κόσμου καὶ διὰ σημείου, <lb n="5"/>
ὅ ἑκάστου τῶν ἐπὶ γῆς βεβηκότων τῆς κορυφῆς
ὑπέρκειται. Πόλοι μὲν οὖν οἱ αὐτοὶ πάντων, τὸ δὲ
κατὰ κορυφὴν σημεῖον ἄλλο ἄλλων. Ὧθεν ἄπειροι
δύνανται γράφεσθαι μεσημβρινοί. οὖν Ῥόδος καὶ
ἡ Ἀλεξάνδρεια ὑπὸ τῷ αὐτῷ κεῖνται μεσημβρινῷ, καὶ <lb n="10"/>
τὸ διάστημα τὸ μεταξὑ τῶν πόλεων πεντακισχιλίων
σταδίων εἶναι δοκεῖ. Καὶ ὑποκείσθω οὕτως ἔχειν.
Κίσὶ δὲ καὶ πάντες οἱ μεσημβρινοὶ τῶν μεγίστων ἐν
κόσμῳ κύκλων, εἰς δύο ἴσα τέμνοντες αὐτὸν καὶ διἀ
τῶν πόλων αὐτοῦ γραφόμενοι. Τούτων τοίνυν οὕτως <lb n="15"/>
ἔχειν ὑποκειμένων ἐξῆς ὁ Ποσειδώνιος ἴσον ὄντα τὸν
ζῳδιακὸν τοῖς μεσημβρινοῖς, ἐπεὶ καὶ αὐτὸς εἰς δύο ἴσα
τέμνει τὸν κόσμον, εἰς ὀκτὼ καὶ τεσσαράκοντα μέρη
διαιρεῖ, ἕκαστον τῶν δωδεκατημορίων αὐτοῦ εἰς τέσσαρα
τέμνων. Ἄν τοίνυν καὶ ὁ διὰ Ῥύδου καὶ Ἀλεξανδρείας <lb n="20"/>
μεσημβρινὸς εἰς τὰ αὐτὰ τῷ ζῳδιακῷ τεσσαράκοντα
<milestone unit="51"/> καὶ ὀκτὼ μέρη διαιρεθῇ, ἴσα γίνεται αὐτοῦ τὰ
τμήματα τοῖς προειρημένοις τοῦ ζῳδιακοῦ τμήμασιν.
Ὅταν γὰρ ἴσα μεγέθη εἰς ἴσα διαιρεθῇ, ἀνάγκη καὶ
τὰ μέρη τοῖς μέρεσι τῶν διαιρεθέντων ἴσα γίνεσθαι. <lb n="25"/>
Τούτων οὕτως ἐχόντων ἐξῆς φησιν ὁ Ποσειδώνιος,
ὅτι <add cause="omitted">ὁ</add> Κάνωβος καλούμενος ἀστὴρ λαμπρότατός
ἐστι πρὸς μεσημβρίαν ὡς ἐπὶ τῷ πηδαλίῳ τῆς
<note type="footnote">1 παραγίνονται N. 2 περὶ τῆς πρ Ποο. M. 6 ὃ om L.
7 πολλοὶ V. 10 κινεῖται L. 14 εἰς om. M. 19 αὐτοῦ
om. L. 21 εἰς τὰ αὐτῷ τὰ ζωδιακὰ M. 24 εἰς om. M. εἰς</note>

<pb n="94"/>
Ἀργοῦς. Οὗτος ἐν Ἑλλάδι οὐδʼ ὅλῶς ὁρᾶται· ὅθεν
οὐδʼ ὁ Ἄρατὸς ἐν τοῖς ἴαινομένοις μιμνήσκεται αὐτοῦ.
Ἀπὸ δὲ τῶν ἀρκτικῶν ὡς πρὸς μεσημβρίαν ἰοῦσιν
ἀρχὴν τοῦ ὁρᾶσθαι ἐν Ῥόδῳ λαμβάνει καὶ ὀφθεὶς
ἐπὶ τοῦ ὁρίζοντος εὐθέως κατὰ τὴν στροφὴν τοῦ κόσμου <lb n="5"/>
καταδύεται. Ὀπόταν δὲ τοὺς ἀπὸ Ῥύδου πεντακισχιλίους
σταδίους διαπλεύσαντες ἐν Ἀλεξανδρείᾳ γενώμεθα,
εὑρίσκεται ὁ ἀστὴρ οὐτος ἐν Ἀλεξανδρείᾳ ὕψος
ἀπέχων τοῦ ὁρίζοντος, ἐπειδὰν ἀκριβῶς μεσουρανήσῃ,
τέταρτον ζῳδίου, ὅ ἐστι τεσσαρακοστὸν ὄγδοον τοῦ <lb n="10"/>
ζῳδιακοῦ. Ἀνάγκη τοίνυν καὶ τὸ ὑπερκείμενον τοῦ
αὐτοῦ μεσημβρινοῦ τμῆμα τοῦ διαστήματος τοῦ μεταξὑ
Ῥδου καὶ Ἀλεξανδρείας τεσσαρακοστὸν ὄγδοον μέρος
αὐτοῦ εἶναι διὰ τὸ καὶ τὸν ὁρίζοντα τῶν Ῥοδίων τοῦ
ὁρίζοντος τῶν Ἀλεξανδρέων ἀφίστασθαι τεσσαρακοστὸν <lb n="15"/>
ὄγδοον τοῦ ζῳδιακοῦ κύκλου. Ἐπεὶ οὖν τὸ τούτῳ τῷ
τμήματι ὑποκείμενον μέρος τῆς γῆς πεντακισχιλίων
<milestone unit="52"/> σταδίων εἶναι δοκεῖ, καὶ τὰ τοῖς ἄλλοις τμήμασιν ὑποκείμενα
πεντακισχιλίων σταδίωον ἐστί· καὶ οὕτως ὁ μέγιστος
τῆς γῆς κύκλος εὑρίσκεται μυριάδων τεσσάρων <lb n="20"/>
καὶ εἴκοσιν, ἐἀν ὦσιν οἱ ἀπὸ Ῥόδου εἰς Ἀλεξάνδρειαν
πεντακισχίλιοι· εἰ δὲ μή, πρὸς λόγον τοῦ διαστήματος.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Καὶ ἡ μὲν τοῦ Ποσειδωνίου ἔφοδος περὶ τοῦ κατὰ
τὴν γῆν μεγέθους τοιαύτη, ἡ δὲ τοῦ Ἐρατοσθένους
γεωμετρικῆς ἐφόδου ἐχομένη, καὶ δοκοῦσά τι ἀσαφέστερον <lb n="25"/>
<note type="footnote">1 et 2 οὐδὲ L. 2 ὁ ἀόρατος L. 5 ἐπὶ τὴν στροφὴν M.
6 ὁπότε M. τοῖς ἀπὸ Ῥ. πεντακισχιλίοις L. 7 σταδίους
om. L. 7 γινώμεθα M. 10 ὅ ἐστι τεσσαρακοστόγδοον τοῦ
μεσηβρινοῦ N. 11—16 Ἀνάγκη — κύκλου om. L Post ζω-
διακοῦ pergit τῶν μεσημβρινῶν τοῦ διὰ ῥόδ. καὶ ἀλεξ. τεσσαρα-
κοστὸν καὶ ὄγδ εἶναι μέρος αὐτοῦ 15 ἀφίστ. τεσσαρ καὶ ὄγδ.
μέρος εἶναι αὐτοῦ. Ἐπεὶ M 16 τῷ τούτῳ τῷ L. 17 τὸ</note>

<pb n="96"/>
ἔχειν. Ποιήσει δὲ σαφῆ τὰ λεγόμενα ὑπʼ αὐτοῦ
τάδε προϋποτιθεμένων ἡμῶν. Ὑποκέσθω ἡμῖν πρῶτον
μὲν κἀνταῦθα, ὑπὸ τῷ αὐτῷ μεσημβρινῷ κεῖσθαι
Συήνην καὶ Ἀλεξάνδρειαν, καὶ δεύτερον, τὸ διάστημα
τὸ μεταξὺ τῶν πόλεων πεντακισχιλίων σταδίων εἶναι, <lb n="5"/>
καὶ τρίτον, τὰς καταπεμπομένας ἀκτῖνας ἀπὸ διαφόρων
μερῶν τοῦ ἡλίου ἐπὶ διάφορα τῆς γῆς μέρη παραλλήλους
εἶναι· οὕτως γὰρ ἔχειν αὐτὰς οἱ γεωμέτραι ὑποτίθενται.
Τέταρτον ἐκεῖνο ὑποκείσθω, δεικνύμενον
παρὰ τοῖς γεωμέτραις, τὰς εἰς παραλλήλους ἐμπιπτούσας <lb n="10"/>
εὐθείας τὰς ἐναλλὰξ γωνίας ἴσας ποιεῖν, πέμπτον,
τὰς ἐπὶ ἴσων γωνιῶν βεβηκυίας περιφερείας ὁμοίας
εἶναι, τουτέστι τὴν αὐτὴν ἀναλογίαν καὶ τὸν αὐτὸν
λόγον ἔχειν πρὸς τοὺς οἰκείους κύκλους, δεικνυμένου
καὶ τούτου παρὰ τοῖς γεωμέτραις. Ὁπόταν γὰρ περιφέρειαι <lb n="15"/>
ἐπὶ ἴσων γωνιῶν ὦσι βεβηκυῖαι, ἂν μία ἡτισοῦν
<milestone unit="53"/> αὐτῶν δέκατον μέρος τοῦ οἰκείου κύκλου, καὶ
αἱ λοιπαὶ πᾶσαι δέκατα μέρη γενήσονται τῶν οἰκείων
κύκλων.</p></div></div></div></div></body></text></TEI>