<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="paragraph" n="9"><p>Ὅτι δὲ ἔξω τοῦ κόσμου κενὸν εἶναι ἀναγκαῖον,
γνώριμον διὰ τῶν προαποδεδειγμένων· ὅτι δὲ τοῦτο
ἀπὸ παντὸς μέρους αὐτοῦ εἰς ἄπειρον διήκειν ἀναγκαιότατόν
ἐστι, διὰ τούτων ἂν καταμάθοιμεν. Πᾶν τὸ
πεπερασμένον εἰς ἑτερογενὲς περατοῦται <del>καὶ ὅ ἐστιν <lb n="20"/>
<milestone unit="7"/> ἔτερον τοῦ πεπερασμένου</del>. Οἷον εὐθὺς ἐν τοῖς ὅλοις
ὁ ἀὴρ περατούμενος εἰς ἑτερογενῆ καταλήγει, τόν τε
αἰθέρα καὶ τὸ ὕδωρ· καὶ ὁμοίως ὁ αἰθὴρ εἴς τε τὸν
ἀέρα <del>καὶ τὸν οὐρανόν, καὶ ὁ οὐρανὸς εἴς τε τὸν αἰθέρα</del>
καὶ τὸ κενόν, καὶ τὸ ὕδωρ εἴς τε τὴν γῆν καὶ <lb n="25"/>
τὸν ἀέρα, καὶ ἡ γῆ εἰς τὸ ὕδωρ <add cause=" omitted">καὶ τὸν ἀέρα</add>. Καὶ
<note type="footnote">1 αὐτὴ pro αὕτη ex coni. Ma. 3 ἐν αὐτῷ om. M. 4
καὶ om. M. 5 τὴν κοσμογ. L. κοσμογενείαν M. 6 ὅτι-
περ M. διότι L. 7 τοῦτον M. 7—9 εἰ — δεήσει
om. M. 8 ἔσται L. σώματα ἄπειρα L. 12 ἐπινοίᾳ Ν.
alii ἐννοίᾳ. εὐθὺ L. 13 καὶ οὐδὲν δύναται ἕξις ἀπείρου
οὐ δύναται M. εἶναι om. L. ἂν om M. 14 ὢν M.
</note>

<pb n="14"/>
ὁμοίως τὰ ἡμέτερα σώματα εἰς ἑτερογενὲς περατοῦται,
τὴν ἐπιφάνειαν, οὖσαν ἀσώματον. Ἀναγκαῖον τοίνυν
καί, εἰ τὸ περίεχον τὸν κόσμον κενὸν περατοῦται, ἀλλὰ
μὴ ἄπειρόν ἐστιν, εἰς ἑτερογενὲς καταλήγειν αὐτό.
Οὐδὲν δὲ ἔνεστιν ἑτερογενὲς ἐπινοῆσαι τοῦ κενοῦ, εἰς <lb n="5"/>
ὅ καταλήγει· ἄπειρον ἄρα ἐστίν. Εἰ γὰρ καὶ ἐπινοήσαιμέν
τι ἑτερογενὲς τοῦ κενοῦ, εἰς ὃ περατωθήσεται,
δεήσει τοῦτο πεπληρωμένον εἶναι, καὶ τὸ πεπληρωκὸς
γενήσεται σῶμα. Καὶ οὕτως ἔξω τοῦ κόσμου σῶμα
εἶναι δεήσει· ὅπερ ὁ φυσικὸς οὐχ ὑπαγορεύει λόγος, <lb n="10"/>
πάντων γε σωμάτων ὑπὸ τοῦ κόσμου περιεχομένων.
Ἀφʼ ὧν γνώριμον, ὡς οὐκ ἐνδέχεταί που περατοῦσθαι
τὸ ἔξω κενόν· ἄπειρον ἄρα ἐστίν. Καὶ μὴν ὥσπερ
πᾶν τὸ πεπερασμένον ὑπό τινος περιεχόμενον ὑπονοεῖται,
εἰ δὲ μή, οὐδʼ ἂν εἴη πεπερασμένον, οὕτω καί, <lb n="15"/>
εἰ τὸ κενὸν πεπέρανται, ὑπό τινος αὐτὸ περιέχεσθαι
ἀναγκαῖον. Τί ἂν οὖνεἴη τοῦτο; Σῶμα; Οὐ δύναται· ἐπεὶ
<milestone unit="8"/> μηδὲν ἔξω τοῦ κόσμου σῶμα. Κἰ δὲ καὶ εἴη τι, πάλιν
τοῦτο πεπερασμένον ὑπὸ κενοῦ περιέχεσθαι δεήσει. Καὶ
τοῦτο πάλιν τὸ κενόν, εἰ μὴ ἔσται ἄπειρον, ὑπὸ ἑτέρου <lb n="20"/>
σώματος ἂν περιέχοιτο· ὅπερ καὶ αὐτὸ πάλιν ὑπὸ
ἑτέρου κενοῦ περιέχοιτο ἄν, καὶ αὐτό γε πέρατα ἔχειν
ὀφεῖλον. Καὶ τοῦτο μέχρις ἀπείρου. Καὶ οὕτω σώματα
γενήσεται καὶ κατὰ πλῆθος καὶ κατὰ μέγεθος
ἄπειρα· ὧν οὐδέν ἐστι δυνατόν. Ὥστε εἰ πεπέρανται <lb n="25"/>
τὸ ἔξω τοῦ κόσμου κενὸν καὶ πάντως ὑπό τινος περιέχεται,
<note type="footnote">2 ἀσώμ. οὖσαν N. 5 οὐδὲν δέ ἐστιν M. ἔστι N. τοῦ
κενοῦ ἐπινοῆσαι εἰς ὃ περατωθήσεται N. 6 εἰ γὰρ ἐπινοήσαι-
μεν M. ἐπινοοίημεν N. ἐπινοοῖμεν L. 10 δεήσει εἶναι N.
12 περατ. τὸ om. L. 13 ἄρα om. M. ὥσπερ om. L. 14 ἐπι-
νοεῖται L. 16 πεπέραται M. alii πεπέρασται. περιέχ. αὐτὸ Ν.
17 οὖν om. M. τί οὖν ἂν N. 18 καὶ om. M. πάλιν καὶ</note>

<pb n="16"/>
ὑπὸ σώματος δὲ οὐ περιέχεται, ὑπὸ ἀσωμάτου
ἂν περιέχοιτο. Τί ἄν οὖν εἴη τοῦτο; Χρόνος; Ἐπιφάνεια;
Δεκτέον ἕτερόν τι τῶν παραπλησίων; Ἀλλʼ
οὐκ εὔλογον ὑπό τινος τούτων περιέχεσθαι τὸ κενόν.
Δεήσει τοίνυν ἄλλο κενὸν εἶναι τὸ περιέχον αὐτό· καὶ <lb n="5"/>
τοῦτο ὑφʼ ἑτέρου περιέχεσθαι δεήσει, οὐκ ὂν ἄπειρον·
καὶ τοῦτο ὑφʼ ἑτέρου μέχρις ἀπείρου. Καὶ οὕτω μὴ
θέλοντες ἄπειρον ἀπολιπεῖν τὸ ἔξω τοῦ κόσμου κενόν,
εἰς ἀνάγκην περιστησόμεθα τοῦ ἀπείρους ἑτερότητας
ὑπολαβεῖν κενῶν· ὅπερ ἐσχάτης ἀτοπίας ἐχόμενόν ἐστιν. <lb n="10"/>
Ἀναγκαῖον τοίνυν ὁμολογεῖν ἡμᾶς, ἄπειρον εἶναι τὸ
ἔξω τοῦ κόσμου κενόν.</p></div><div type="textpart" subtype="paragraph" n="10"><p>Ἄπειρον τοίνυν ἄμα καὶ ἀσώματον ὄν, οὔτε ἄνω
τι ἂν ἔχοι οὔτε κάτω, οὔτε ἔμπροσθεν οὔτε ὄπισθεν,
οὔτε ἐκ δεξιῶν οὔτε ἐξ εὐωνύμων οὔτε μέσον· αὗται <lb n="15"/>
γὰρ αἰ σχέσεις ἑπτὰ οὖσαι περὶ σώματα θεωροῦνται.
<milestone unit="9"/> Ὥστε περὶ μὲν τὸ κενὸν οὐδεμία αὐτῶν ὑπάρχει, αὐτὸς
δὲ ὁ κόσμος, σῶμα ὤν, ἔχει τι καὶ ἄνω καὶ κάτω,
καὶ τὰς λοιπὰς σχέσεις ἀναγκαίως. Ἐμπρόσθια μὲν
οὖν τὰ πρὸς τῇ δύσει φασὶν εἶναι αὐτοῦ, ἐπειδὴ ὡς <lb n="20"/>
ἐπὶ δύσιν ἔχει τὴν ὁρμήν, ὀπίσθια δὲ τὰ πρὸς τῇ
ἀνατολῇ· ἀπὸ τούτων γὰρ ἐπὶ τὰ ἔμπροσθεν πρόεισιν.
Ὅθεν δεξιὰ μὲν αὐτοῦ τὰ πρὸς ἄρκτον, εὐώνυμα δὲ
τὰ πρὸς μεσημβρίαν γενήσεται. Καὶ αὗται μὲν αἱ
σχέσεις αὐτοῦ οὐδὲν ἔχουσιν ἀσαφές. Αἱ δὲ λοιπαὶ <lb n="25"/>
σχέσεις πολλὴν παρέσχον ταραχὴν τοῖς παλαιοτέροις
<note type="footnote">1 τοῦ σώμ. L. 2 οὖν ἂν N. 3 Λεκτὸν L. 6 δεήσοι
M. 7 τοῦθʼ ὑφʼ M. 10 ὑπολαβεῖν pro ἀπολιπεῖν ex con-
iect. Ma. 13 Ἀπ. οὖν ἄμα M . τοίνυν L, ἄνω om.
ML. ἂν ἄνω τι N. 15 αυται γὰρ αἱ κινήσεις καὶ αἱ σχ. N.
16 αἱ om. M. 17 περὶ σῶμα M. περὶ τὰ τὸ κενὸν L. 18</note>

<pb n="18"/>
τῶν φυσικῶν, καὶ πλεῖστα γέγονε κατὰ τὸν τόπον
διαπτώματα, οὐ δυνηθέντων ἐπιστῆσαι, ὅτι ἐν τῷ
κόσμῳ, σφαιρικῷ τὸ σχῆμα ὄντι, κάτω μὲν ἀπὸ παντὸς
αὐτοῦ τὸ μεσαίτατον εἶναι ἀναγκαῖον, ἄνω δὲ τὸ
ἀπὸ παντὸς τοῦ μέσου ἐπὶ τὰ πέρατα καὶ τὴν ἐπιφάνειαν <lb n="5"/>
αὐτὴν τῆς σφαίρας διῆκον, συμπιπτουσῶν τῶν
δύο σχέσεων ἐν ταὐτῷ, καὶ τοῦ αὐτοῦ μέσου τε καὶ
κάτω ὑπάρχοντος, ἐπὶ μὲν τῶν ἀπομεμηκυσμένων κατὰ
τὸ σχῆμα σωμάτων διισταμένων τούτων, ἐπὶ δὲ τῶν
σφαιρικῶν οὐδαμῶς, ἀλλὰ συμπιπτουσῶν τῶν δύο σχέσεων. <lb n="10"/>
Νεύειν γὰρ ἀναγκαῖον ἀπὸ τῆς ἐπιφανείας ἐπὶ
τὸ ἑαυτῶν μέσον ταῖς σφαιρικαῖς τῶν ἕξεων, καὶ οὕτω
<milestone unit="10"/> κάτω αὐτὰς ἔχειν ταῦτα, εἰς ἃ νενεύκασι. Ταὐτὸν οὖν
καὶ τῷ κόσμῳ συμβέβηκε, σφαιρικῷ κατὰ τὸ σχῆμα
ὄντι· καὶ τὸ αὐτὸ γίνεται κάτω καὶ μέσον αὐτοῦ, εἰς <lb n="15"/>
ταὐτὸν τῶν σχέσεων τούτων συμπιπτουσῶν ἐν αὐτῷ.
Τοῦτο δὲ προηγουμένως μὲν ἐπιδειχθήσεται ἐν τῷ
περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς λόγῳ· νῦν δʼ ἀπʼ αὐτῶν
τῶν κατὰ τὴν αἴσθησιν φανταζομένων ἡμῖν ἁπλούστερον
ἐπιδείξομεν. Πάντες τοίνυν σαφῶς ὁρῶμεν, ἐν <lb n="20"/>
ἂν κλίματι ὦμεν τῆς γῆς, ὑπερκείμενον τῆς κορυφῆς
ἡμῶν τὸν οὐρανόν· τὰ δὲ κύκλῳ αὐτοῦ πάντα ἡμῖν
ἀποκεκλιμένα φαντάζεται. Ἔπειτα προϊοῦσιν ἐφʼ ὁποῖα
δηποτοῦν τῶν κλιμάτων τῆς γῆς τὰ τέως ἐν ἀποκλίσει
φανταζόμενα κατὰ κορυφὴν γίνεται ἡμῶν, οὐκ ἂν <lb n="25"/>
τούτου συμβαίνοντος, εἰ μὴ ἀπὸ παντὸς μέρους ὑπερἐκειτο
τῆς γῆς ὁ οὐρανός, καὶ αὐτὸ τὸ μεσαίτατον τοῦ
<note type="footnote">3 τῷ σχήματι ὄντι N. 4 δὲ om. L. 5 ἀπὸ παντὸς
αὐτοῦ τοῦ μέσου M. ἐπιφ. αὐτῆς N. 7 ἐν αὐτῷ NL. ἐπʼ
αὐτῷ M. 8 καὶ ἐπὶ N. ἀπομεμ. σωμ. κ. τὸ σχ. N. 10
συμπ. ἐν αὐτῷ N. 11 ἀναγκαῖον om. L. 12 μέσον καὶ</note>

<pb n="20"/>
κόσμου κάτω ἦν, τὸ δὲ ἀπὸ τούτου ὡς ἐπὶ τὸν οὐρανὸν
διῆκον ἄνω. Καὶ ὁπόταν πέλαγος πλέωμεν, ἐν
ᾧ οὐχ ὁρᾶται ἡ γῆ, κύκλῳ κατὰ τὸν ὁρίζοντα φαντάζεται
ἡμῖν ὁ οὐρανὸς ψαύων τοῦ ὕδατος. Ἐπὰν δὲ
παραγενώμεθα εἰς τὸν τόπον τοῦτον, ἔνθα ψαύων <lb n="5"/>
τῆς θαλάττης ὁ οὐρανὸς ἡμῖν φαντάζεται, πάλιν ὑπερκείμενος
ὁρᾶται. Καὶ προϊόντων ἑκάστοτε κατὰ τὸν
πλοῦν τοῦτο συμβαίνει. Ὥστε καὶ εἰ οἷόν τε ἦν κύκλῳ
πᾶσαν ἐκπεριπλεῦσαι ἢ ἄλλως περιελθεῖν τὴν γῆν,
μηθενὸς αὐτῆς ἀοικήτου ὄντος, κατεμάθομεν ἂν σαφῶς, <lb n="10"/>
<milestone unit="11"/> ὅτι παντὸς αὐτῆς μέρους ὑπέρκειται ὁ οὐρανός. Καὶ
οὕτω τὸ μέσον τοῦ κόσμου ἄμα καὶ κάτω καὶ μέσον
ἐστίν. Ἀλλὰ τοῦτο μὲν ἡ διδασκαλία τῆς ἐπὶ τὸ μέσον
φορᾶς τῶν βαρέων σωμάτων μᾶλλον παραστήσει.</p></div></div><div type="textpart" subtype="chapter" n="2"><head>Κεφ. β΄.</head><lb n="15"/><div type="textpart" subtype="paragraph" n="1"><p><del>Περὶ τῶν κύκλων τοῦ οὐρανοῦ καὶ τῶν τῆς γῆς μερῶν καὶ
οἰκήσεων.</del></p></div><div type="textpart" subtype="paragraph" n="2"><p>Γράφονται δὲ ἐν τῷ οὐρανῷ κύκλοι παράλληλοι
πέντε, εἷς μὲν ὁ εἰς δύο ἴσα τέμνων τὸν οὐρανόν,
ὃν καλοῦμεν ἰσημερινόν, τούτου δὲ ἑκατέρωθεν δύο, <lb n="20"/>
αὐτοῦ μὲν μείονες, ἴσοι δʼ ἀλλήλοις· καλοῦνται δὲ τροπικοί,
ἐπεὶ διὰ τῶν τροπικῶν τοῦ ἡλίου σημείων γράφομεν
αὐτούς. Καθʼ ἑκάτερον δὲ τούτων πάλιν ἕτεροι
γράφονται δύο, ὧν ὁ μὲν βόρειος καλεῖται ἀρκτικός, ὁ
δὲ ἐναντίος αὐτῷ ἀνταρκτικός. Οὗτοι δὲ κατὰ τὰς <lb n="25"/>
τῶν κλιμάτων διαφορὰς ἄλλοι παρʼ ἄλλοις εἰσί, μείζους
καὶ ἐλάττους γινόμενοι καὶ τέλεον ἀφανιζόμενοι. Καὶ
<note type="footnote">2 διῆκον e codd. addidi. 4 ἐπειδὰν L. 5 παραγενό-
μεθα M. Verborum ordo turbatus in L. 6 φαντάζετο M.</note>

<pb n="22"/>
δεῖ, ἔνθα μὴ ἀφανίζονται, τὸν μὲν ἀόρατον αὐτῶν εἶναι,
τὸν δʼ ἀειφανῆ. Τούτοις τοίνυν τοῖς διαστήμασι
τοῦ οὐρανοῦ, ἃ τοῖς προειρημένοις διίσταται κύκλοις,
ὑπόκειται μέρη τῆς γῆς πέντε, ἓν μὲν τὸ περιεχόμενον
ὑπὸ τοῦ ἀρκτικοῦ, ἕτερον δὲ τὸ ὑποκείμενον τῷ διαστήματι <lb n="5"/>
τῷ μεταξὒ ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ,
<milestone unit="12"/> τρίτον τὸ μεταξὒ τῶν δύο τροπικῶν, ὂ κατʼ αὐτὸ τὸ
μεσαίτατον ὑπερκείμενον ἔχει τὸν ἰσημερινόν, τέταρτον
τὸ μέσον χειμερινοῦ τροπικοῦ καὶ ἀνταρκτικοῦ,
καὶ τελευταῖον τὸ περιεχόμενον ὑπὸ τοῦ ἀνταρκτικοῦ.</p><lb n="10"/></div></div></div></div></body></text></TEI>