<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1272.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="paragraph" n="5"><p>Τοιοῦτον δὲ ὑπάρχον τὸ κενὸν ἐν μὲν κόσμῳ οὐδʼ <lb n="15"/>
ὅλως ἔστι. Δῆλον δὲ ἐκ τῶν φαινομένων. Εἰ γὰρ
μὴ διʼ ὅλου συμφυὴς ὑπῆρχεν ἡ τῶν ὅλων οὐσία, οὔτʼ
ἂν ὑπὸ φύσεως οἷόν τʼ ἦν συνέχεσθαι καὶ διοικεῖσθαι
τὸν κόσμον, οὔτε τῶν μερῶν αὐτοῦ συμπάθειά τις ἂν
ἦν πρὸς ἄλληλα, οὔτε, μὴ ὑφʼ ἑνὸς τόπου συνεχομένου <lb n="20"/>
αὐτοῦ καὶ τοῦ πνεύματος μὴ διʼ ὅλου ὄντος συμφυοῦς,
οἷόν τʼ ἂν ἦν ἡμῖν ὁρᾶν ἢ ἀκούειν. Μεταξὺ γὰρ ὄντων
κενωμάτων ἐνεποδίζοντο ἂν ὑπʼ αὐτῶν αἱ αἰσθήσεις.
<milestone unit="5"/> Τά τε στενόστομα τῶν σκευῶν περιτρεπόμενα ἐν
τοῖς ὕδασιν ἐνεπίμπλατο ἄν, διὰ τῶν κενωμάτων τοῦ <lb n="25"/>
ὕδατος παρεμπίπτοντος. Νυνὶ δὲ οὐ γίνεται τοῦτο διὰ
<note type="footnote">1 τι pro τινος M. χεομένη om. L. καὶ τὸ ἐκαστοτοτη
οὒσία ἐπιλαμβ. αὐτῆς M. 2 φύσιν (Φ??) L. 3 καὶ γήσεται
τόπος αὐτοῦ, ὅπερ γενήσεται τόπος αὐτοῦ M. 4 Turbatus est
ordo foliorum in N, deest nihil; pergit codex pag. 7.
M. δεξάμενον om. M. ὥσπερ τονῦν ἔστι τι σῶμα, οὕτωος
</note>

<pb n="10"/>
τὸ πλήρη εἶναι ἀέρος αὐτά, καὶ τοῦτον μὴ δύνασθαι
ἐκθλιβῆναι διὰ τὸ ὑπὸ τοῦ ὕδατος περιέχεσθαι τὰ στόματα
αὐτῶν. Ἔστι δὲ μυρία ἕτερα, διʼ ὧν τοῦτο δείκνυται,
περὶ ὧν νῦν λέγειν οὐκ ἀναγκαῖον. Ἐν μὲν
οὖν κόσμῳ κενὸν εἶναι ἀδύνατον.</p><lb n="5"/></div><div type="textpart" subtype="paragraph" n="6"><p>Ἀριστοτέλης δὲ καὶ οἱ ἀπὸ τῆς αἱρέσεως οὐδʼ ἔξω
τοῦ κόσμου κενὸν ἀπολείπουσι. Δεῖ γάρ, φασίν, τὸ
κενὸν ἀγγεῖον εἶναι σώματος· ἔξω δὲ τοῦ κόσμου σῶμα
οὐδὲν ἔστιν, ὥστε οὐδὲ κενόν. Τοῦτο δʼ ἐστὶν εὔηθες
καὶ ὁμοιότατον ὡς εἴ τις λέγοι, ἐπεὶ ἐν τοῖς ξηροῖς <lb n="10"/>
καὶ ἀνύδροις τῶν τόπων ὕδωρ εἶναι οὐχ οἷόν τε, ἁδύ.
νότον εἶναι καὶ σκεῦος ὕδωρ δέξασθαι δυνάμενον.
Εἰδέναι οὖν χρή, ὅτι ἀγγεῖον σώματος διχῶς λέγεται,
τὸ μὲν ἔχον σῶμα καὶ πεπληρωμένον ὑπʼ αὐτοῦ, τὸ
δʼ οἷόν τε δέξασθαι σῶμα. Ἀλλά, φασίν, εἰ ἦν ἔξω <lb n="15"/>
τοῦ κόσμου κενόν, ἐφέρετο ἂν διʼ αὐτοῦ ὁ κόσμος,
οὐδὲν ἔχων τὸ συνέχειν τε καὶ ὑπερείδειν αὐτὸν δυνάμενον.
Φήσομεν δέ, ὅτι ἀδύνατον αὐτῷ φέρεσθαι
διὰ τοῦ κενοῦ· νένευκε γὰρ ἐπὶ τὸ ἑαυτοῦ μέσον καὶ
τοῦτο ἔχει κάτω, ὅπου νένευκεν Εἰ γὰρ μὴ τὸ αὐτὸ <lb n="20"/>
μέσον εἶχεν ὁ κόσμος καὶ κάτω, ἐφέρετο ἂν ὁ κόσμος
κάτω διὰ τοῦ κενοῦ, ὡς δειχθήσεται ἐν τῷ λόγῳ τῷ
περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς.</p><milestone unit="6"/></div><div type="textpart" subtype="paragraph" n="7"><p> Λέγεται κἀκεῖνο ὑπʼ αὐτῶν, ὡς εἰ ἦν ἔξω τοῦ
κόσμου κενόν, χεομένη διʼ αὐτοῦ ἡ οὐσία ἐπʼ ἄπειρον <lb n="25"/>
διεσκεδάσθη ἂν καὶ διεσκορπίσθη. Ἀλλὰ φήσομεν, ὡς
μηδὲ τοῦτο δύναται παθεῖν· ἕξιν γὰρ ἔχει τὴν συνἐχουσαν
αὐτὴν καὶ συντηροῦσαν. Καὶ τὸ μὲν περιέχον
<note type="footnote">2 τοῦ om. L. 3 δὲ καὶ μύρια M. 6 οὐδὲ Ν. οὐδὲν
ἔξω L. 9 οὐδέν ἐστιν σῶμα ὥσπερ οὐδὲ κενὸν τοῦτο δὲ ἐστὶν
εὔηθες M. ὥσπερ pro ὥστε L. τὸ δʼ ἐστὶν L. 10 τις
</note>

<pb n="12"/>
αὐτὴν κενὸν οὐδὲν ποιεῖ· αὐτὴ δʼ ὑπερβαλλούσῃ δυνάμει
χρωμένη συντηρεῖ ἑαυτήν, συστελλομένη τε καὶ
πάλιν χεομένη ἐν αὐτῷ κατὰ τὰς φυσικὰς αὐτῆς μεταβολάς,
ἄλλοτε μὲν εἰς πῦρ χεομένη, ἄλλοτε δὲ καὶ ἐπὶ
κοσμογονίαν ὁρμῶσα.</p><lb n="5"/></div><div type="textpart" subtype="paragraph" n="8"><p>Εὔηθες δὲ καὶ τὸ λέγειν αὐτούς, ὅτι, εἴπερ ἔξω
τοῦ κόσμου κενὸν ἔστι, τοῦτο ἄπειρον εἶναι δεήσει· εἰ
δὲ ἄπειρόν ἐστι τὸ ἔξω τοῦ κόσμου κενόν, καὶ σῶμα
ἄπειρον εἶναι δεήσει. Οὐ γὰρ ἀκολουθεῖ τῇ τοῦ κενοῦ
ἀπειρίᾳ καὶ σῶμα ἄπειρον εἶναι. μὲν γὰρ τοῦ κενοῦ <lb n="10"/>
ἐπίνοια οὐδαμοῦ καταλήγει· ἐν δὲ τῇ τοῦ σώματος
ἐπινοίᾳ εὐθύς καὶ τὸ πεπερασμένον περιέχεται.
Καὶ οὐδὲ δύναται ἕξεως ἀπείρου εἶναι. Πῶς γὰρ ἂν
δύναιτό τι ἄπειρον ὄν ὑπό τινος ἔχεσθαι; Λέγεται δὲ
καὶ ἕτερά τινα ὑπʼ αὐτῶν ὅμοια.</p><lb n="15"/></div></div></div></div></body></text></TEI>