Κἀγὼ ἔφην· ἆρά γε καὶ ὁ θεὸς μέλλων τότε κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστιν; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, διὰ τοῦτο φιλάνθρωπός ἐστιν. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους, τιμωρεῖ τοὺς ἠδικηκότας. κἀγὼ ἔφην· οὐκ οὖν, εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας, καθ’ ὅ ἀνθρώπους ἠδίκησαν, τιμωρῶ, φιλάνθρωπός εἰμι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν εἶχες καὶ τοῦ κρίνειν ἐξουσίαν, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τοῦ εἰληφέναι τὴν ἐξουσίαν καταδικάζων, οὓς ὁ θεὸς ἐδημιούργησεν, διὰ δὲ τὴν πρόγνωσιν ἀπταίστως ἐν τῷ κρίνειν οὓς μὲν ὡς δικαίους δικαιῶν, οὓς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· ὀρθῶς ἔφης καὶ ἀληθῶς, ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα ὀρθῶς κρῖναι. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοὶ ἀθέμιτα κρύφα διαπραττόμενο, ἐνίοτε δὲ ἀγαθοὶ ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ’ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως τὸ πάντως δικαίως αὐτῷ δικάσαι ἐγίνετο. ἔνιοι γὰρ φονεῖς ὄντες, τὰς βασάνους ὑπομείναντες, ὡς ἀθῷοι ἀπελύθησαν, ἕτεροι δὲ ἀθῷοι ὄντες, τὰς βασάνους μὴ ὑπομείναντες, ἑαυτῶν καταψευσάμενοι ὡς αἴτιοι ἐκολάσθησαν. Καὶ ὁ Πέτρος λέγει· μετρίως ἔχει καὶ ταῦτα, τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὐπραττόντων, ὧν ποιοῦσιν ἃ μὲν ἴδια αὐτῶν ἐστὶν, ἃ δὲ ἀλλότρια· δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμὰρτήμασι τιμωρεῖσθαι, ἢ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν εὐεργετεῖσθαι. ἀδύνατον δέ τινι, πλὴν προφήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γινόμενα εἰδέναι, ποῖά ἐστιν αὐτοῦ ἴδια, ποῖα δὲ οὐκ εἰσί· πάντα γὰρ δι’ αὐτοῦ γινόμενα βλέπεται. κἀγὼ ἔφην· ἐβουλόμην μαθεῖ, πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων ἃ μὲν ἴδια, ἃ δὲ ἀλλότρια. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ἔφη· τὰ ἀγαθὰ ἐλθεῖν δεῖ· μακάριος δὲ, φησὶ, δι’ οὗ ἔρχεται. ὁμοίως καὶ τὰ κακὰ ἀνάγκη ἐλθεῖν· οὐαὶ δὲ τῷ ἀνθρώπῳ, δι’ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν κακὰ ἔρχεται καὶ δι’ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ τὸ ἴδιον, τὸ ἀγαθὸν εἶναι ἢ κακὸν, ἐξ ὧν προέπραξεν, διὰ τοῦ ἐλθεῖν τὰ δεύτερα ἀγαθὰ ἢ κακὰ, ἅ τινα ἴδια αὐτοῦ τῆς αἱρέσεως ὄντα ὑπὸ τῆς τοῦ θεοῦ προνοίας διελθεῖν ᾠκονόμηται. ἐπεὶ οὖν κρίσις αὕτη θεῷ, ὥσπερ ἐπ’ ἀγῶνος τὸν διὰ πάσης κακουχίας διεληλυθόντα καὶ ἄμεμπτον εὑρεθέντα, ἐκεῖνον ζωῇς αἰωνίου καταξιοῦσθαι. οἱ γὰρ ἐν ἀγαθοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἰδίᾳ βουλῇ ἐν κακίᾳ παραμεινάντων πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευόμενοι τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπηρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δι’ ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεται καὶ πρὸς ἄμυναν ὁρμᾶν. ὁ δὲ διδάσκαλος εἰδὼς, ὅτι. οἱ ταῦτα ἀδίκως ποιοῦντες ἐκ προτέρων ἁμαρτημάτων κατάδικοί εἰσι, καὶ ὅτι διὰ καταδίκων τὸ τῆς κακίας πνεῦμα ταῦτα ἐνεργεῖ, τοὺς μὲν ἀνθρώπους, καθ’ ὃ ἄνθρωποί εἰσι καὶ δι’ ἁμαρτίας ὄργανα γινομένους κακίας, ἐλεεῖν συνεβούλευσεν, ὡς φιλανθρωπίαν ἀσκοῦσι, καὶ τὸ ὅσον ἐπ’ αὐτοῖς ἐστὶ τοῖς ἀδικουμένοις, ἀπολύειν τῆς καταδίκης τοὺς ἀδικοῦντας, ἵνα ὥσπερ οἱ νήφοντες τοῖς μεθύουσι βοηθῶσιν εὐχαῖς, νηστείαις, εὐλογίαις, μὴ ἀνθιστάμενοι, μὴ ἀμυνόμενοι, ἵνα μὴ ἐπὶ πλεῖον αὐτοὺς ἁμαρτάνειν ἀναγκάσωσι. τοῦ γὰρ παθεῖν πάντως κεκριμένου τινὶ, οὐκ εὔλογον ἀγανακτεῖν ἐκείνῳ, δἰ οὗ καὶ τὸ παθεῖν γίνεται, λογισάμενον ὅτι εἰ καὶ ἐκεῖνος οὐκ ἐκακούχησεν αὐτὸν, διὰ τὸ πάντως κακουχηθῆναι μέλλειν, δι’ ἑτέρου τὸ παθεῖν ἦν. τί οὖν ἀγανακτῶ τῷ διαθεμένῳ, ἐμοῦ πάντως παθεῖν κεκριμένου; ἀλλ’ ἔτι μὴν, εἰ τὰ αὐτὰ τοῖς κακοῖς προφάσει ἀμύνης ποιοῦμεν, παρὰ τὸ πρῶτοι ἢ δεύτεροι τὸ αὐτὸ τοῖς κακοῖς οἱ ἀγαθοὶ πράσσομεν. καὶ ὡς ἔφην, οὐ χρὴ ἀγανακτεῖν, ὡς εἰδότας, ὅτι θεοῦ προνοίᾳ οἱ κακοὶ τοὺς ἀγαθοὺς τιμωροῦνται. οἱ οὖν τοῖς τιμωροῦσι χαλεπαίνοντες, ὡς τοὺς ἀποστόλους θεοῦ ὑβρίζοντες, ἁμαρτάνουσι, τιμῶντες δὲ καὶ τὰ ἐναντία τοῖς ἀδικεῖν νομιζομένοις, διατιθέμενοι αὐτοὺς εἰς τὸν θεὸν οὕτω κελεύσαντα εὐσεβοῦσι. κἀγὼ πρὸς ταῦτα ἀπεκρινάμην· οὐκοῦν οἱ ἀδικοῦντες οὐκ εἰσὶν αἴτιοι, ὅτι κρίσει θεοῦ ἀδικοῦσι τοὺς δικαίους. καὶ ὁ Πέτρος ἔφη· καὶ πάνυ ἁμαρτάνουσι πρὸς τὸ ἁμαρτάνειν ἑαυτοὺς ἀποδεδωκότες. ὅθεν εἰδὼς ἀπ’ αὐτῶν ἐκλέγεται τιμωρεῖν τοὺς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασι μεταμεληθέντας δικαίως, ἵνα τοῖς μὲν δικαίοις διὰ τῆς τοιαύτης τιμωρίας τὰ πρὸ τῆς μετανοίας πραχθέντα ἀφεθῇ κακά. τοῖς δὲ τιμωροῦσιν ἀσεβέσιν κακουχεῖν ἐπιθυμοῦσι καὶ μετανοεῖν οὐ θέλουσιν εἰς ἀναπλήρωσιν ἰδίας κολάσεως δικαίους κακουχεῖν συνεχωρήθη. ἄνευ γὰρ τῆς τοῦ θεοῦ βουλῆς οὐδὲ στρουθὸς ἐν παγίδι ἐμπεσεῖν ἔχει. οὕτως δικαίων καὶ αἱ τρίχες τῷ θεῷ ἐναρίθμιοί εἰσι. δίκαιος δέ ἐστιν ἐκεῖνος, ὁ τοῦ εὐλόγου ἕνεκα τῇ φύσει μαχόμενος. οἷον πᾶσι πρόσεστιν ἐκ φύσεως τοὺς φιλοῦντας φιλεῖν· δίκαιος πειρᾶται καὶ ἐχθροὺς ἀγαπᾶν καὶ λοιδωροῦντας εὐλογεῖν, ἔτι μὴν καὶ ὑπὲρ ἐχθρῶν εὔχεσθαι, ἀδικοῦντας ἐλεεῖν. διὸ καὶ προσαδικεῖσθαι ἀνέχεται, καὶ ὅμως καταρωμένους εὐλογεῖ, τύπτουσι συγχωρεῖ, διώκουσιν ὑποχωρεῖ, μὴ ἀσπαζομένους ἀσπάζεται, τοῖς οὐκ ἔχουσιν ὧν ἔχει κοινωνεῖ, ὀργιζόμενον ποθεῖ, τὸν ἐχθρὸν διαλλάσσει, τὸν ἀπειθῆ παρακαλεῖ, τὸν ἄπιστον κατηχεῖ, τὸν πενθοῦντα παραμυθεῖται, ἐπηρεαζόμενος στέγει, ἀχαριστούμενος οὐκ ἀγανακτεῖ, εἰς δὲ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ἀποδεδωκὼς οὕτω δάκειται, [ὅτι] πενίαν οὐ πεφόβηται, ἀλλὰ τὰ ἑαυτοῦ μερίζων τοῖς οὐκ ἔχουσι πένης γίνεται. ἀλλ’ οὐδὲ μὴν ἁμαρτάνοντας τιμωρεῖ. ὁ γὰρ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτὸν, ὡς αὐτὸς ἁμαρτήσας οἶδε τιμωρηθῆναι μὴ θέλειν, οὕτως οὐδὲ τοὺς ἁμαρτάνοντας τιμωρεῖ· καὶ ὡς θέλει κολακεύεσθαι καὶ εὐλογεῖσθαι καὶ τιμᾶσθαι καὶ πάντα τὰ ἁμαρτήματα αὐτῷ συγχωρεῖσθαι, τοῦτο αὐτὸς τῷ πλησίον ποιεῖ ὡς ἑαυτὸν ἐκεῖνον ἀγαπῶν. ἑνὶ δὲ λόγῳ, ὁ θέλει ἑαυτῷ, θέλει καὶ τῷ πλησίον. οὗτος γάρ ἐστι θεοῦ νόμος καὶ προφητῶν, αὕτη τῆς ἀληθείας ἡ διδασκαλία. καὶ ταῦτα μὲν ἀγάπη ἡ πρὸς πάντα ἄνθρωπον τελεία τὸ ἄῤῥεν μέρος ἐστὶν οὖσα τῆς φλανθρωπίας, τὸ δὲ ἐλεεῖν θῆλυ μέρος ἐστὶν αὐτῆς. ὅπερ ἐστὶ πεινῶντα θρέψαι, καὶ ποτὸν διψῶντι παρασχεῖν, καὶ γυμνὸν ἐνδύσαι, καὶ νοσοῦντα ἐπισκέψασθαι, καὶ ξένον δέξασθαι, τῷ ἐν εἱρκτῇ κατὰ τὸ δυνατὸν ἐπιφαινόμενον βοηθεῖν, καὶ ἁπαξαπλῶς τὸν ἐν συμφοραῖς ἐλεῆσαι. Ἐγὼ δὲ ἀκούσας ἔφην· ταῦτα μὲν δυνατὸν πράττειν, ἐχθροὺς δὲ εὐεργετεῖν, πᾶσαν αὐτῶν ὑποφέροντα ἐπήρειαν, οὐκ οἴομαι δυνατὸν ἀνθρωπείᾳ προσεῖναι φύσει. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ὀρθῶς ἔφης. ἀθανασίας γὰρ αἰτία οὖσα ἡ φιλανθρωπία πολλοῦ δίδοται. κἀγὼ ἔφην πῶς οὖν σύνεστιν ἐν νῷ λαβεῖν; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ταύτην, ὦ φίλε Κλήμη, λαβεῖν ἐστιν, ἐὰν πληροφορηθῇ τις, ὅτι οἱ ἐχθροὶ πρὸς καιρὸν κακουχοῦντες, οὓς μισοῦσιν, αἰωνίου κολάσεως ἀπαλλαγῆς αὐτοῖς αἴτιοι γίνονται· προσέτι δὲ αὐτοὺς ὡς εὐεργέτας σφόδρα ἀγαπήσουσιν. εἰ δὲ ὅλως τοῦ ταύτην λαβεῖν, ὦ φίλε Κλήμη, μήτις ἐστν, οὐ πάρεστι φόβος θεοῦ. ὁ γὰρ θεὸν φοβούμενος τὸν πλησίον ὡς ἑαυτὸν ἀγαπᾷ· τῷ μέν τοι πρὸς θεοῦ φόβῳ τὰ ἀγαπώντων ποιεῖν δύναται, καὶ εἰθ’ οὕτως πράξαντι τὰ ἀγάπης τὸ ἀγαπᾶν ὡς νύμφη οὖσα προσφέρεται ὡς νυμφίῳ τῷ φόβῳ. καὶ οὕτως τοὺς φιλανθρώπους τίκτουσα λογισμοὺς ἀθάνατον τίθησι τὸν κεκτημένον ὡς εἰκόνα θεοῦ ὁμοίαν ὑπὸ φθορᾶς ὑβρισθῆναι μὴ δυναμένην τὴν αὐτοῦ φύσιν. ὁμῶς τὸν τῆς φιλανθρωπίας ἐκθέμενος ἡμῖν λόγον ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν. Ὄρθρου δὲ γινομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς αὐτοῦ μητρὸς Ματθιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἄμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. ὁρμώντων δὲ ἡμῶν ἐπὶ τὴν Βαλαναίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ ζήτησίν σου καὶ τῶν διδύμων ἀδελφῶν μου Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐκβὰς ἀνεύρετός ἐστιν. οἶμαι δὲ ἐκ τοῦ πλείστου τελευτῆσαι αὐτὸν χρόνου ἢ ναυαγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ ὑπὸ λύπης μαρανθέντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναξεν λυπηθεῖσα, τῇ δὲ πρὸς ἐμὲ εὑρέσει χαίρουσα τὴν ἐκ τῆς ὑπομνήσεως λύπην μετρίως ἀπήμβλυνεν. κατηντήσαμεν οὖν εἰς Βαλαναίας. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰς Πάλταν ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλαν, τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν. καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδὼν ἄξιον, ἔφη, ἐνταῦθα ἡμερῶν ἐπιμεῖναι. ὡς γὰρ ἐπίπαν τὸ πλῆθος δυνατώτερόν ἐστι τίκτειν τοὺς ζητουμένους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς εἴη αὕτη ἡ ξένη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἣν ἐπιγνῶναί μοι ὁ θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο. Ταῦτά μου εἰπόντος ὁ Πέτρος πάντα αὐτοῖς ἐπὶ κεφαλαίων ἐξέθετο, ὡς ἄμα αὐτοὺς προοδεῦσαι ἐγὼ Κλήμης τὸ ἐμὸν γένος αὐτῷ ἐξεθέμην, καὶ τῆς μητρὸς τὴν ἐκ τῆς τοῦ ὀνείρου πλαστῆς προφάσεως μετὰ τῶν διδύμων αὐτῆς τέκνων γενομένην ἀποδημίαν, ἔτι τε καὶ τοῦ πατρὸς τὴν ἐπὶ ζήτησιν αὐτῆς ἀποδημίαν, ἔπειτα ὅτι μετὰ τὸ ἀκοῦσαι ταῦτα εἰσελθὼν εἰς τὴν νῆσον καὶ τῇ γυναικὶ συντυχὼν καὶ προσαιτοῦσαν ἰδὼν καὶ τοῦ προσαιτεῖν τὴν αἰτίαν πυθόμενος ἔγνω αὐτῆς τὸ γένος, ἀνατροφὴν, τὸν πλαστὸν ὄνειρον καὶ τῶν τέκνων τὰ ὀνόματα, ἐμοῦ τε τοῦ καταλειφθέντος παρὰ τῷ πατρὶ καὶ τῶν αὐτῆς συμπορευομένων διδύμων τέκνων, οὓς ἐν τῷ βυθῷ ὑπενοεῖτο τεθνηκέναι.