<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="75"><p rend="indent"> Ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς, οἷον λόγον εἶπεν ἀνὴρ, οὗ πάντεσ οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττονες τυγχάνουσιν. ὁ δὲ ἰδών με σύνδακρυν τῶν δακρύων ἐπύθετο τὴν αἰτίαν. κἀγω ἔφην· τί τοιοῦτον ἥμαρτον, ἵνα μοι τοιούτον εἴπῃς λόγον; καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μὲν κακῶς εἴρηκα τὸ δουλεῦσαί σοι, σὺ πρῶτος ἥμαρτεσ, τοῦτο ποεῖν πρέπει πάνυ, σοὶ δὲ τῷ τοῦ θεοῦ κήρυκι τὰς ἡμετέρας σώζοντι ψυχὰς χαλεπὸν τοῦτο ποιεῖν ἐμοί. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ὁ κύριος ἡμῶν ὁ ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐληλυθὼς, μόνος ὑπὲρ πάντας εὐγενὴς ὢν, δουλείαν ὑπέμεινεν, ἵνα ἡμᾶς πείσῃ μὴ αἰδεῖσθαι τοῖς ἀδελφοῖς ἡμῶν τὰς δούλων ποεῖν ὑπηρεσίας, κἂν πάνυ εὐγενεῖς τυγχάνωμεν. κἀγὼ ἔφην· εἰ μὲν νομίζω σε νικῆσαι λόγῳ, ἀνόητός εἰμ· πλὴν χάριν ἔχω τῇ τοῦ θεοῦ προνοίᾳ ὅτι σε εἰς γονέων τόπον ἔχειν κατηξιώθην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="76"><p rend="indent"> Καὶ ὁ Πέτρος ἐπυνθάνετο· οὐδεὶς δέ σου ἀληθῶς πρὸς γένους ὑπάρχει; κἀγω ἀπεκρινάμην· εἰσὶν μὲν πολλοὶ καὶ μεγάλοι ἄνδρες <pb facs="MN41652ucmf_3_0198"/> καίσαρος πρὸς γένους ὄντες. ὅθεν τῷ ἐμῷ πατρὶ ὡς καὶ συντρόφῳ αὐτὸς καῖσαρ συγγενίδα συνηρμόσατο γυναῖκα, ἀφ’ ἧς τρεῖς ἐγενόμεθα υἱοὶ, δύο μὲν πρὸ ἐμοῦ, οἵ καὶ δίδυμοι ὄντες πάνυ ὅμοιοι ἀλλήλοις ἐτύγχανον, ὡς αὐτὸς ὁ πατὴρ ἔλεγέν μοι. ἐγὼ γὰρ οὔτε αὐτοὺς, οὔτε τὴν τεκοῦσαν πάνυ ἐπίσταμαι, ἀλλ’ ὥσπερ δι’ ὀνείρων ἀμυδρὸν αὐτῶν τὸ εἶδος ἀναφέρω ἡ μὲν οὖν μήτηρ μου Ματτιδία ἐλέγετο, ὁ δὲ πατὴρ Φαῦστος, τῶν δὲ ἀδελφῶν καὶ αὐτῶν ὁ μὲν Φαυστῖνος ἐκαλεῖτο, ὁ δὲ Φαυστινιανὸς ἐλέγετο. ἐμοῦ οὖν τρίτου ἐπιγεν‐ νηθέντος αὐτοῖς ἡ μήτηρ ὄνειρον ἑωράκει, ὥσπερ ὁ πατήρ μου ὑφηγεῖτο, ὅτι ἐὰν μὴ τοὺς διδύμους υἱοὺς αὐτῆς ἐξαυτῆς παραλαβοῦσα τὴν Ῥωμαίων πρὸς ἀποδημίαν ἐξέλθοι πόλιν ἐπὶ ἔτη δέκα, πανολεθρίῳ μόρῳ ἅμα αὐτοῖς ἀποθανεῖν ἔχοι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="77"><p>LXXVII. Ὁ μὲν οὖν πατὴρ φιλότεκνος ὢν σύν τε δούλοις καὶ δούλαις ἐφοδιάσας ἱκανῶς καὶ εἰς πλοῖον ἐμβαλόμενος εἰς τὰς Ἀθήνας ἅμα παιδευθησομένους ἐξέπεμψεν, ἐμὲ δὲ μόνον εἰς παραμυθίαν ἔσχεν μεθ’ ἑαυτοῦ. καὶ ἐπὶ τούτῳ εὐχαριστῶ πολλὰ, ὅτι κἀμὲ ὁ ὄνειρος μὴ κεκελεύκει ᾅμα τῇ μητρὶ τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. περαιωθέντος οὖν ἐνιαυτοῦ ὁ πατὴρ ἔπεμψεν εἰς Ἀθήνας χρήματα τοῖς αὐτοῦ, ἅμα τε καὶ μαθεῖν τὸ πῶς διάγουσιν. οἱ δὲ ἀπελθόντες οὐχ ὑπέστρεψαν. τρίτῳ δὲ ἐνιαυτῷ ὁ πατὴρ ἀθυμῶν ἑτέρους ἔπεμψεν ὁμοίως μετὰ ἐφοδίων, οἱ τινες τετάρτῳ ἐνιαυτῷ ἦλθον ἀναγγέλλοντες, μήτε μου τὴν τεκοῦσαν ἢ τοὺς ἀδελφοὺς ἑωρακέναι, μήτε μὴν αὐτοὺς ταῖς Ἀθήναις ἐπιδεδημηκέναι, μήδε ἄλλου τινὸς τῶν σὺν αὐτοῖς ἀπεληλυθότων κἀν ἴχνος εὑρηκέναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="78"><p rend="indent">Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος καὶ οὐκ εἰδὼς ποῦ ὁρμήσας ἐπὶ ζήτησιν αὐτῶν γένηται, ἐμὲ παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πολλῶν πυκνότερον ἐπυνθάνετο, ποῦ ἕκαστος αὐτῶν εἶδεν ἢ ἤκουσεν ἀπὸ τεσσάρων ἐτῶν γενόμενον ναυάγιον. καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ ἀντεπυνθάνετο, εἰ ἑωράκασιν σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένων. ὧν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ πολλοὺς τόπους, ὁ πατὴρ ἀκούων ἐστέναζεν. πλὴν ὑπὸ σπλάγχνων θορυβούμενος ἀλόγιστα ἐδόκει πυνθάνεσθαι, ὅτι τοσοῦτον μέγεθος θαλάττης ἐρευνᾶν ἐπειρᾶτο. ὅμως συγγνωστὸς ἦν, ὅτι τῇ πρὸς τοὺς ζητουμένους στοργῇ ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δήποτε ὑπὸ φροντισταῖς ποιήσας μὲ καὶ εἰς Ῥώμην καταλείψας δωδεκαετῆ αὐτὸς δακρύων εἰς Πόρτον κατελθὼν καὶ εἰς πλοῖον ἐμβὰς, ἀναχθεὶς ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. καὶ ἔκ τοτε εἰς τὴν σήμερον ἡμέραν οὔτε γράμματα ἐδεξάμην παρ’ αὐτοῦ, οὔτε εἰ ζῇ ἢ τέθνηκεν σαφῶς ἐπίσταμαι. μᾶλλον δὲ ὑπονοῶ, ὅτι καὶ αὐτὸς τέθνηκέν που ἢ ὑπὸ λύπης νικηθεὶς ἢ ναυαγίῳ περιπεσών. τοῦτο δὲ δεῖγμα, ὅτι ἤδη λοπὸν ἔκ τοτε εἰκοστὸν ἕτος ἐστὶν, ἀφ’ ἦς οὐδεμίαν τινὰ περὶ αὐτοῦ ἀλήθειαν ἤκουσα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="79"><p rend="indent">Ὁ δὲ Πέτρος ἀκούων ταῦτα ὑπὸ συμπαθείας ἐδὰκρυεν καὶ εὐθέως τοῖς συνοῦσι γνησίοις ἔφη· ταῦτα εἴ τις πέπονθεν ἐν θεοσεβείᾳ, οἷα ὁ τούτου πατὴρ, εὐθέως τῷ τῆς θεοσεβείας λόγῳ τὴν αἰτίαν προσῆπτεν ἐπιγράφων ἢ τῷ πονηρῷ. οὕτω καὶ τοῖς ταλαιπώροις ἔθνεσι συμβαίνει πάσχειν, καὶ ἀγνοοῦμεν οἱ θεοσεβεῖς. ταλαιπώρους δὲ αὐτοὺς εὐλόγως εἴρηκα, ὅτι ἐνταῦθα ἀλῶνται, καὶ τῆς ἐκεῖ ἐλπίδος οὐ τυγχάνουσιυ. οἱ γὰρ ἐν θεοσεβείᾳ πάσχοντες τὰ θλιβερὰ εἰς ἔκπραξιν παραπτωμάτων πάσχουσιν.</p></div></div></body></text></TEI>