Τί οὖν χρὴ ποιεῖν ἢ τοῦτο; εἰς Αἴγυπτον πορεύσομαι, καὶ τοῖς τῶν ἀδύτων ἱεροφάνταις τε καὶ προφήταις φιλιωθήσομαι, καὶ μάγον ζητήσας καὶ εὑρὼν χρήμασι πολλοῖς πείσω, ὅπως ψυχῆς ἀναπομπὴν τὴν λεγομένην νεκρομαντίαν ποιήσῃ, ἐμοῦ ὡς περὶ πράγματός τινος πυνθανομένου. ἡ δὲ πεῦσις ἔσται περὶ τοῦ μαθεῖν, εἰ ἀθάνατος ἡ ψυχή. ἡ δὲ τῆς ψυχῆς ἀπόκρισις, ὅτι ἀθάνατός ἐστιν, οὐκ ἐκ τοῦ λαλῆσαι ἢ καὶ ἀκοῦσαι ἔσται μοι γνῶναι, ἀλλ’ ἐκ τοῦ ὀφθῆναι μόνον, ἵνα αὐτοῖς ὀφθαλμοῖς ἰδὼν αὐτὴν αὐτάρκη καὶ ἱκανὴν ἀπόφασιν ἔχω ἐκ τοῦ μόνον φανῆναι ὅτι ἔστι, καὶ οὐκέτι δυνήσεται τὰ τῶν ὀφθαλμῶν ἴδια τὰ τῆς ἀκοῆς ἀνατρέψαι ἄδηλα ῥήματα. ὅμως καὶ αὐτὴν ταύτην τὴν σκέψιν ἀντέβαλλόν τινι συνήθει φιλοσόφῳ, ὃς συνεβούλευέ μοι τοῦτο μὴ τολμῆσαι κατὰ πολλοὺς τρόπους. εἴτε γὰρ οὐκ εἰσακούσεται ἡ ψυχὴ τῷ μάγῳ, σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύουσι νόμοις ὡς ἀντιπράξας δυσσυνειδήτως βιώσεις· εἰ δὲ ἐπακούσεται, μετὰ τοῦ δυσσυνειδήτως σε βιοῦν οἶμαι τὰ τῆς εὐσεβείας σοι μηκέτι προχωρεῖν, οὗ εἵνεκεν καὶ ἐτόλμησας. ἐχθραίνειν γὰρ τὸ θεῖον λέγουσιν ἐπὶ τοῖς τῇ λύσει τῶν θανόντων σωμάτων σκύλλουσι τὰς ψυχάς. ἐγὼ δὲ ταῦτα ἀκούσας ὀκνηρότερος μὲν πρὸς τὸ τοιοῦτον ἐγχειρῆσαι ἐγενόμην· τῆς δὲ ἀπ’ ἀρχῆς μου οὐκ ἐπαυσάμην βουλῆς, ἀλλ’ ὡς ἐμποδισθεὶς τῆς ὁρμῆς ἠθύμουν. Καὶ ἵνα μή σοι τὰ τοιαῦτα μακρῷ διηγήσωμαι λόγῳ, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα ἐπὶ τῆς Τιβερίου Καίσαρος βασιλείας ἐξ ἐαρινῆς τροπῆς τὴν ἀρχὴν λαμβάνουσα ηὔξανεν ἑκάστοτε, καὶ ὡς ἀληθῶς ἀγαθὴ θεοῦ ἄγγελος διέτρεχε τὸν κόσμον, τὸ τοῦ θεοῦ βούλημα σιγᾶν στέγειν μὴ δυναμένη. ἑκάστοτε οὖν πλείων καὶ μείζων ἐγίνετο λέγουσα, ὥς τίς ποτε ἐν Ἰουδαίᾳ ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχὴν, Ἰουδαίοις τὴν τοῦ ἀϊδίου θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει, ἐάν τις αὐτοῦ προκατορθώσῃ τὴν πολιτείαν· τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν, ὅτι θειότητος γέμων ταῦτα ποιεῖ, πολλὰ θαυμάσια, σημεῖά τε καὶ τέρατα διαπράττεται· κελεύσει γὰρ μόνῃ, ὡς ἔχων ἐξουσίαν, κωφοὺς ποιεῖ ἀκούειν, τυφλοὺς ἀναβλέπειν, κυλλοὺς ποιεῖ περιπατεῖν, χωλοὺς ὀρθοῖ, πᾶσαν νόσον ἀπελαύνει, πάντα δαίμονα φυγαδεύει· ἀλλὰ καὶ λεπροὶ ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται, νεκροὶ δὲ προσφε‐ ρόμενοι ἐγείρονται, καὶ οὐδέν ἐστιν ὃ ἀδυνατεῖ ποιεῖν. καὶ ὅσον γε μᾶλλον ὁ χρόνος προέκοπτε, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημούντων βεβαιωτέρα ἐγίνετο, οὐκ ἔτι φήμη, λέγω, ἀλλὰ τοῦ πράγματος ἡ ἀλήθεια· ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπους ἐγίνετο βουλῆς καὶ σκέψεως, τίς ἂν εἴη ὁ φανεὶς καὶ τί βούλεται λέγειν. Καὶ δή ποτέ τις πρὸς αὐτῷ τῷ ἔτει ἐν φθινοπωρινῇ τροπῇ δημοσίᾳ στὰς ἐβόα λέγων· ἄνδρες Ῥωμαῖοι, ἀκούσατε· ὁ τοῦ θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν ἐπαγγελλόμενος πᾶσι τοῖς βουλομένοις ζωὴν αἰώνιον, ἐὰν τὰ κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς βιώσωσι. διὸ μεταβάλλεσθε τὸν τρόπον ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια. γνῶτε ἕνα θεὸν εἶναι ἐν τρισὶν ὑποστάσεσι τὸν ἐπουράνιον, οὗ τὸν κόσμον ἀδίκως οἰκεῖτε ἔμπροσθεν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν. ἀλλ’ ἐὰν μεταβάλλησθε καὶ κατὰ τὴν αὐτοῦ βούλησιν βιώσητε, εἰς ἕτερον αἰῶνα ἐνεχθέντες καὶ ἀΐδιοι γενόμενοι, τῶν ἀποῤῥήτων ἀγαθῶν αὐτοῦ ἀπολαύσετε· ἐὰν δὲ ἀπειθήσητε, μετὰ τὴν ἐνθένδε ἀποβίωσιν εἰς τὸν τόπον τοῦ πυρὸς βληθήσεσθε, ὅπου ἀϊδίως κολαζόμενοι ἀνωφέλητα μετανοήσετε. ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει· ἐγὼ μὲν οὖν ταῦτα ἀκούων ἠχθόμην, ὅτι οὐδεὶς ἐκ τοσούτων ὄχλων τηλικαύτην ἀγγελίαν ἀκούσας εἴρηκεν· εἰς Ἰουδαίαν πορεύσομαι, ἵνα ἴδω, εἰ οὗτος λέγων ἀληθεύει, ὡς ὅτι υἱὸς θεοῦ ἐπιδεδήμηκεν τῇ Ἰουδαίᾳ, ἀγαθῆς καὶ αἰωνίας ἐλπίδος χάριν τὴν τοῦ ἀποστείλαντος πατρὸς βούλησιν ἐκφαίνων. καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν, οὐκ ἔστι μικρόν. ὧν μὲν γὰρ τὰς ψυχὰς διαβεβαιοῦται αἰωνίους οὔσας, αἰωνίων ἀπολαύσειν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφείσας, τὸν αἰῶνα κολασθήσεσθαι. Ταῦτα ἐγὼ λέγων περὶ ἄλλων καὶ ἐμαυτῷ ὡμίλησα λέγων· τί ἄλλους μέμφομαι ἐν τῷ αὐτῷ τῆς ἀμελείας ὑπάρχων ἐγκλήματι; ἀλλ’ εἰς Ἰουδαίαν ὁρμήσω, πρότερον τὸν ἐμὸν διαθεὶς βίον· καὶ δὴ οὕτως βουλευσαμένου μου, πολὺς ὁ τῆς παρολκῆς ἐγένετο χρόνος, τῶν βιωτικῶν πραγμάτων δυσεκλύτων ὄντων· πέρας γοῦν συννοήσας ὡδήποτε τὴν τοῦ βίου φύσιν, ὅτι ἐλπίδι ἐκπλοκῶν τοὺς σπεὺδοντας ἐνεδρεύει, οὐ μὴν ἀλλὰ καὶ ὄν ποτε εἰσεκλάπην χρόνον ἐλπίσι δονούμενος, καὶ ὅτι οὕτως ἀσχολούμενοι οἱ ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς Πόρτον ὥρμησα. καὶ εἰς τὸν λιμένα ἐλθὼν καὶ ἀναχθεὶς ἀνέμων ἔχθραις, ἀντὶ τοῦ εἰς Ἰουδαίαν, εἰς Ἀλεξανδρείαν ἠνέχθην. καὶ ἀνέμων ἀπορίᾳ ἐπισχεθεὶς ἐκεῖ συνεφοίτων τοῖς φιλοσόφοις, καὶ τὰ τῆς φήμης μετὰ τοῦ ἐν Ῥώμῃ φανέντος ἔλεγον τοὺς λόγους. οἱ δὲ ἀπεκρίναντο, ὅτι μὲν ἐν Ῥώμῃ φανέντα οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ θεοῦ ὑπὸ τῆς φήμης λεγομένου, παρὰ πολλῶν τῶν ἐκεῖθεν ἐληλυθότων ἠκούσαμεν, καὶ περὶ πάντων, ὧν λαλῶν ἐποίει θαυμασίων ἐμάθομεν. Ἐμοῦ δὲ εἰπόντος· ἤθελόν τινι συντυχεῖν τῶν ἑωρακότων αὐτὸν, εὐθὺς ἦγόν με λέγοντες· ἔστιν τις ἐνταῦθα, οὐ μόνον ἱστορήσας αὐτὸν, ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ τίμιος ὀνόματι Βαρνάβας, ὃς καὶ ἕνα τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει, καὶ ἐνταῦθά που καθεζόμενος τῆς ἐκείνου ὑποσχέσεως τοὺς λόγους τοῖς βουλομένοις ἑτοίμως λέγει. καὶ δὴ συνῆλθον αὐτοῖς. καὶ ἐλθὼν σὺν τῷ παρεστῶτι ὄχλῳ ἔστην ἐπακούων τῶν λόγων. καὶ συνενόουν τὰ ἀληθῆ οὐ διαλεκτικῇ τέχνῃ λέγοντα, ἀλλὰ ἀκάκως καὶ ἀπαρασκευάστως ἐκτιθέμενον, ἅτε ἤκουσε καὶ ἑώρακε τὸν τοῦ θεοῦ φανέντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι. πολλοὺς δὲ μάρτυρας τῶν ὑπ’ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου παρεῖχεν.