<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="45"><p rend="indent">Ἡ δὲ Βερνίκη εἶπεν· ταῦτα οὕτως ἔχει, τὰ δὲ ἄλλα τὰ κατὰ τὸν Σίμωνα ἀκούσατε· φαντάσματα καὶ ἰνδάλματα ἐν μέσῃ τῇ ἀγορᾷ ποιῶν καθ’ ἡμέραν πᾶσαν ἐκπλήττει τὴν πόλιν· διερχομένου γὰρ αὐτοῦ ἀνδριάντες κινοῦνται καὶ σκιαὶ πολλαὶ προηγοῦνται, ἅσπερ αὐτὰς ψυχὰς τῶν τεθνηκότων λέγει. πολλοὺς δὲ αὐτὸν γόητα λέγοντας ὕστερον προφάσει εὐωχίας προσκαλεσάμενος, βοῦν θύσας καὶ ἑστιάσας αὐτοὺς διαφόροις νόσοις περιέλαβεν, καὶ δαίμοσιν ὑπέβαλεν, καὶ πολλοὺς κακώσας, θεὸς εἶναι προτετίμηται. ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον ἀναφθὲν πῦρ σβέσαι. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ μηδὲν ἐγχηρήσητε πρὸς αὐτὸν πρὶν ἂν ὁ ἀπόστολος Πέτρος ἔλθῃ, ὃς μόνος δυνήσεται πρὸς τοσαύτην δυναστείαν, τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητὴς, ἀνταγωνίσασθαι. </p></div><pb facs="MN41652ucmf_3_0182"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="46"><p rend="indent">Ἡμεῖς δὲ τὰ κατὰ τὸν Σίμωνα ἕωθεν ἅπαντα γράψαντες, εἰς περίπατον ἀπετραπόμεθα. καὶ Ἀππίων ἀπαντᾷ ἡμῖν μετὰ ἀνδρῶν τριάκοντα· καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας καὶ καταφιλήσας ἔφη τοῖς μετ’ αὐτοῦ· οὗτός ἐστιν Κλήμης, περὶ οὗ ὑμῖν τῆς τε εὐγενείας καὶ τῆς ἐλευθεροπείας πολὺν ἐποιούμην λόγον, ὅτι ἀνὴρ πρὸς γένους Τιβερίου Καίσαρος ὢν καὶ πάσης ἑλληνικῆς παιδίας ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς τὴν προσηγορίαν Πέτρου τὰ Χριστιανῶν ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ συναγωνίσασθέ μοι πρὸς τὴν διόρθωσιν αὐτοῦ. καὶ ἐφ’ ὑμῶν αὐτοῦ πυνθάνομαι. λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ τὰ μέγιστα ἀσεβεῖ καταλιπὼν μὲν τὰ πάτρια, ἀποκλίνας δὲ εἰς ἔθνη βάρβαρα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="47"><p rend="indent">Κἀγὼ ἀπεκρινάμην· τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι· ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτι ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη· ἀγνωσία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ ἀπεκρινάμην· τὸν εὐσεβεῖν προαιρούμενον οὐ πάντως φυλάσσειν δεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ· ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα εὐσεβεῖν βουλόμενον μὴ θέλειν τοῖς τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ Ἀππίων ἀπεκρίνατο· τί οὖν; τὸν σὸν πατέρα φῇς κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· κακοῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως· καὶ ὁ Ἀππίων· τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· ὅτι τοῖς τῶν Ἑλλήνων ψευδέσι καὶ κακοῖς ἐπίστευεν μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο· τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς τε καὶ κακοὶ μύθοι; κἀγὼ ἔφην· ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομαθῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="48"><p rend="indent">Διὸ πρὸ τῶν διαλόγων εἴς τινα ἡσυχότερον ὑποχωρήσωμεν ἤδη τόπον. καὶ δὴ προϊόντες ἐκαθέζοντο, ἔνθα ἦν καθαρὰ ψυχρῶν ναμάτων ῥεύματα καὶ δένδρων παντοίων χλοερὰ σκέπη· ἔνθα κἀγὼ ἄσμενος μετ’ αὐτῶν ἐκαθεζόμην, καὶ ὡς ἠτένιζον εἰς ἐμὲ, ἠρξάμην πρὸς αὐτοὺς λέγειν·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="49"><p rend="indent">Πολλή τις, ὦ ἄνδρες, διαφορὰ τυγχάνει ἀληθείας τε καὶ συνηθείας. οἱ μὲν γὰρ τῶν Ἑλλήνων πολλοὺς θεοὺς κακοὺς καὶ παντοπαθεῖς ἡγήσαντο, ἵνα οἱ τὰ ὅμοια πράττειν θέλοντες μὴ δεδίωσιν· ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο, τὴν λεγομένην γένεσιν, παρ’ ἣν μηδὲν πάσχειν τινὰ ἢ ποιεῖν δύνασθαι. νομίσας γάρ τις, ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν οὔτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται καὶ ἁμαρτὼν οὐ μεταμελεῖται, ἐφ’ οἷς ἠσέβηκεν· ἄλλοι δὲ ἀπρονόητον φορὰν εἰσηγοῦνται, ὡς αὐτομάτως τῶν πάντων περιφερομένων οὐδενὸς ἐφεστηκότος δεσπότου. ταῦτα δὲ οὕτω νομίζειν ὡς εἰρήκαμεν, πασῶν δοξῶν τυγχάνει οὖσα χαλεπωτάτη. ὡς γὰρ οὐκ ὄντος τοῦ ἐφεστῶτος καὶ προνοουμένου καὶ ἑκάστῳ τὸ κατ’ ἀξίαν ἀπονέμοντος, πᾶν ὅ,τι δύνανται διὰ τὴν ἀφοβίαν εὐκόλως δρῶσιν. ὅθεν οὐ ῥᾳδίως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται· τὸν γὰρ ἐπερχόμενον κίνδυνον οὐ προορῶνται.</p></div></div></body></text></TEI>