Καὶ ὁ Πέτρος ἔφη· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μή γεύσησθε. καὶ ὁ Σίμων· τυφλὸν ἔλεγεν τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ σύμφωνος τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσι τοῖς ζώοις ἐπιθεὶς τὰ ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διατί οὐ προέγνω τὸν τὴν γυναῖκα αὐτοῦ ἀπατήσοντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι τὰ ὀνόματα ἐπέθηκεν, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλεν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, ὃ ἑρμηνεύεται πένθος; ἐπ’ αὐτῷ γὰρ πρώτῳ τῷ φονευθέντι ἐπένθησαν οἱ γονεῖς· εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. σὺ δὲ ὦ Σίμων, κακῶς νοῶν τὰς θείας γραφάς φιμώθητι. Τὸ δὲ γεγράφθαι· ἐνεθυμήθη ὁ θεὸς, ὡς λογισμῷ χρησάμενος διὰ τὴν ἄγνοιαν· ἔτι μὴν καὶ εἰ ἐπείραζεν κύριος τὸν Ἀβραὰμ, ἵνα γνῶ, εἰ ὑπενέγκη, καὶ τὸ γεγραμμένον· καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν γενομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ ἵνα γνῶ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, σαφῆ τὴν διάγνωσιν αἱ ῥήσεις ἔχουσιν, μὴ καταγινώσκουσαι τοῦ θεοῦ ἄγνοιαν, κἂν τὴν σὴν διαφεύγῃ διάνοιαν. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν, καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος, ᾧ ἂν δουλεύσωσιν, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων. Πλὴν ἡ ζήτησις μέχρι τριῶν ἡμερῶν ἐγένετο. ἐπιφωσκούσης δὲ τῆς τετάρτης, φυγὰς ὁ Σίμων εἰς Τύρον ᾤχετο. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἦλθόν τινες πρὸς τὸν ἀπόστολον Πέτρον λέγοντες· ὅτι Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν, πολλοὺς τῶν ἐκεῖ κατέπληξεν, καὶ σὲ πολλαῖς διαβολαῖς μισητὸν ἐποίησεν. ταῦτα ἀκούσας ὁ ἀπόστολος Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ πάντα τὸν λαὸν συνελθεῖν ἐποίησεν, συναχθέντων δὲ αὐτῶν ἔφη· ἐπειδὴ ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα κηρύξαι καὶ διδάξαι, ὅτι εἷς ἐστιν ὁ θεὸς ἐν τρισὶν ὑποστάσεσιν, ὃς οὐρανὸν ἔκτισεν καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν οἱ ἄνθρωποι σωθῆναι δυνηθῶσιν, προλαβὼν ὁ διάβολος, προαπέστειλεν Σίμωνα, ἵνα πείσῃ πάντα ἄνθρωπον λατρεύειν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἀρνήσωνται πιστεύειν εἰς ἕνα θεὸν τὸν ποιήσαντα πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, χρή [οὖν] με ταχέως αὐτὸν καταλαβεῖν, ἵνα μὴ ἡ διδασκαλία τοῦ Σίμωνος ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ. Δεῖ οὖν τινα ἀντ’ ἐμοῦ τὸν ἐμὸν ἀναπληρῶσαι τόπον. καὶ πάντες ἐκτενῶς τοῦ θεοῦ δεηθῶμεν, ὅπως τὸν ὄντα ἄξιον ὁ θεὸς ἀναδείξῃ. καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· δέσποτα κύριε, ὁ πατὴρ τοῦ κυρίου καὶ θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τοῦ πνεύματός σου τοῦ ἁγίου καὶ προσκυνητοῦ, σὺ διαφύλαξον τοῦτον ποιμαίνειν τὸν λαόν σου, ὃν ἐξελέξω. καὶ ταῦτα εἰπὼν πρὸς τὸν λαὸν ἔφη· ὅσοι βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ Κλήμεντα φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη. Μέλλοντά με ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ’ ἡμέρας ἑπτὰ βούλομαι ἐξαυτῆς ὑμᾶς ἀπελθόντας παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰούστης θυγατρὶ, λανθανόντως ἐπιξενωθέντας παρ’ αὐτῆς, τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς μαθόντας, γράψαι μοι. διὸ ἐξαυτῆς πορεύεσθε μετ’ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν εἰς Τύρον αὐτὸν προήγομεν τῆς Φοινίκης. Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης ἅμα Νικήτῃ καὶ Ἀκύλᾳ, εἰς Τύρον τῆς Φοινίκης ἐπορευόμεθα, καὶ κατ’ ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανίτιδος Ἰούστης, ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο. εἴπομεν δὲ πρὸς αὐτὴν, ὅτι Σίμων ὁ μάγος ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθεὶς, παραχρῆμα ἀποδρὰς ἐνταῦθα πολλὰ κακὰ διαπράσσεται. καὶ λοιδορῶν τὸν Πέτρον, πολλῶν συναρπάζει ψυχάς. καὶ μάγος ὢν, μάγον τὸν Πέτρον ἀποκαλεῖ. καὶ πλάνος αὐτὸς ὢν, πλάνον ἐκεῖνον ἀποκηρύσσει καὶ ἐν ταῖς ζητήσεσιν ἐπὶ πάντων αὐτὸς ἡττηθεὶς καὶ φυγὼν, φάσκει νενικηκέναι.