<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="170"><p rend="indent">Ἐκεῖνοι δὲ οἱ κελευθέντες τὸν Κλήμεντα κατασχεῖν τε καὶ σύρειν τοὺς κειμένους στύλους δεσμοῦντες εἷλκον, ποτὲ μὲν ἔνδοθεν εἰς τὰ ἔξω, ποτὲ δὲ ἐκ τῶν ἔξω εἰς τὰ ἔσω· τοῦτο δὲ καὶ αὐτῷ τῷ Σισιννίῳ ἐδόκει, ὅτι περ τὸν ἅγιον Κλήμεντα δεδεμένον κατέχουσιν καὶ ἕλκουσιν. πρὸς ὃν ὁ ἅγιος Κλήμης ἰδὼν ἔφη· ἡ σκληρότης τῆς καρδίας σου εἰς λίθους ἐτράπη· ἐπειδὴ γὰρ τοὺς λίθους δοξάζεις εἶναι θεοὺς, λίθους σύρειν κεκλήρωσαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="171"><p rend="indent">Ἐκεῖνος δὲ ὡς δῆθεν δεδεμένου τοῦ ἁγίου καυχώμενος ἔλεγεν· ἐγώ σε ποιῶ εἰς ὑπόδειγμα πάντων τῶν γοητῶν ἀναιρεθῆναι. τηνικαῦτα οὖν ὁ ἅγιος Κλήμης δεδωκὼς εὐχὴν καὶ εὐλογήσας τὴν ἐκείνου σύμβιον ἀπῴχετο τοῦτο ἐντειλάμενος αὐτῇ, μὴ παύσασθαι τὸ παράπαν τῆς προσευχῆς, μέχρις ἂν τὴν παρ’ αὐτοῦ ἐπίσκεψιν ὁ Κύριος εἰς τὸν ἄνδρα αὐτῆς καταξιώσῃ ἀναδεῖξαι. κλαιούσῃ τοίνυν καὶ εὐχομένῃ τῇ Θεοδώρᾳ πρὸς ἑσπέραν ἐφάνη τις ἀνὴρ τῇ πολιᾷ αἰδέσιμος καὶ εἶπεν· διά σε ὑγιὴς ἔσται ὁ Σισίννιος, ὅπως πληρωθῇ ὅπερ ἔφη ὁ ἀδελφός μου Παῦλος ὁ ἀπόστολος· ἁγιασθήσεται ὁ ἀνὴρ ὁ ἄπιστος διὰ τὴν γυναῖκα τὴν πιστήν. καὶ ταῦτα εἰπὼν ἐξ ὄψεως αὐτῆς ἀνεχώρησεν. ὅθεν ἀναμφίβολον ὑπάρχει καὶ κατάδηλον, τὸν μακάριον ἐκεῖσε Πέτρον τὸν ἀπόστολον φανῆναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="172"><p rend="indent">Καὶ δὴ ἐξαυτῆς ἐκάλεσεν ὁ Σισίννιος τὴν Θεοδώραν καὶ λέγει αὐτῇ· δέομαί σου, ἵνα ἱκετεύσῃς τὸν θεόν σου τοῦ μὴ ὀργισθῆναί μοι. σὲ γὰρ ζηλοτυπήσας παρεγενόμην καὶ εἰσῆλθον κατόπιν εἰς τὴν ἐκκλησίαν, καὶ διὰ τὸ θέλειν με ὁρᾶν τὰ τελούμενα μυστήρια καὶ ἀκροατὴν εἶναι τῶν λεγομένων, τήν τε ὅρασιν καὶ ἀκοὴν ἀπώλεσα. νυνὶ δὲ ἐπειδὴ ταῦτά με ἀνακτήσασθαι ἡ τοῦ Κλήμεντος ἀπεργάσατο παρουσία, δεήθητι αὐτοῦ, ὅπως ἔλθῃ πρός με καὶ ποιήσῃ με τὴν ἀλήθειαν ἐπιγνῶναι. ἐπεὶ καὶ ἐμοὶ καὶ τοῖς παισίν μου ἀσφαλῶς ἐνομίζετο, τὸν Κλήμεντα δεσμεύειν σὺν τοῖς αὐτοῦ κληρικοῖς καὶ τοῦτον περισύρειν· ἀλλ’ οὗτοι λίθους τε καὶ στύλους δεσμοῦντες ἕλκειν τε καὶ ἀνθέλκειν κατεφαίνοντο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="173"><p rend="indent">Τηνικαῦτα οὖν ἡ Θεοδώρα πορευθεῖσα διηγήσατο πάντα, ἅπερ εἶδε καὶ ἅπερ ἐδηλώθη ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς τῷ ἁγίῳ Κλήμεντι. παραγενόμενος οὖν ὁ ἅγιος πρὸς τὸν Σισίννιον μετὰ πολλῆς τιμῆς ὑπεδέχθη. παρ’ οὗ ἀκηκοὼς ὅσαπερ πρὸς οἰκοδομὴν ψυχῆς αὐτοῦ συνέτεινεν, ἐπίστευσεν τῷ θεῷ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἤρξατο τοῖς ποσὶν τοῦ ἁγίου Κλήμεντος προκυλινδεῖσθαι καὶ βοᾶν·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="174"><p rend="indent">Εὐχαριστῶ τῷ θεῷ ἀληθινῷ καὶ παντοκράτορι, ὃς διὰ τοῦτό με τετύφλωκεν, ἵνα ὄψωμαι αὐτὸν, καὶ διὰ τοῦτο τὴν ἀκοὴν ἀφείλετό μου, ἵνα ἐν ᾧ τὴν ἀλήθειάν ποτε δι’ ἄγνοιαν κατεγέλων, ἐν αὐτῇ ἀκούσας δέξωμαι· καὶ τοῦτο μὲν ἐνόμιζον ψευδὲς ὑπάρχειν, ὅπερ ἦν ἀληθές. ἐδόκουν δὲ τὸ ἔμπαλιν ἀληθὲς, ὃ ψευδὲς ἐτύγχανεν· τὸ σκότος ἐνόμιζον φῶς, καὶ τὸ φῶς σκότος ὑπελάμβανον. ἀλλ’ ἐκαθαρίσθη ὁ νοῦς μου ἐκ τοῦ μολυσμοῦ τῆς εἰδωλομανίας. ἀληθῶς γὰρ ἐπέγνων τοὺς δαίμονας ἐξαπατῶντας τοὺς <pb facs="MN41652ucmf_3_0258"/> ἀνθρώπους, ὅπως τῶν μὴ πιστευόντων τὸν Χριστὸν εἶναι θεὸν κυριεύσωσιν πέτραι καὶ λίθοι κωφοὶ καὶ ἄλαλοι, ὥσπερ κἀμοῦ ἐπεκράτησαν μέχρι τῆς δεῦρο. ταῦτα καὶ τὰ παραπλήσια τούτοις τοῦ Σισιννίου εἰπόντος χαρὰ μεγάλη γέγονεν ἐπίστευσεν γὰρ σὺν πάσῃ τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἐπιδεδωκὼς τὸ οἰκεῖον ὄνομα προσεγγίσαντος τοῦ πάσχα ἐβαπτίσθη αὐτὸς καὶ πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. ἠριθμήθησαν δὲ οἱ βαπτισθέντες ἄνδρες τε καὶ γυναῖκες σὺν τοῖς νηπίοις τετρακόσιοι εἴκοσι τρεῖς· διὰ τοῦτον δὲ τὸν Σισίννιον πολλοὶ τῶν περιφανῶν καὶ φίλων Νέρουα τοῦ βασιλέως ἐπίστευσαν καὶ πρὸς τὸν θεὸν ἐπεστράφησαν.</p></div></div></body></text></TEI>