<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="165"><p rend="indent">Ἐπειδὴ τοίνυν τῇ αὐτοῦ διδασκαλίᾳ ἡ γυνὴ Σισιννίου Θεοδῶρα πιστεύσασα πρὸς θεὸν σπουδαίαν ἐτέλει τὴν λειτουργίαν, ταύτην ὁ ἀνὴρ ζηλοτυπήσας παγιδεῦσαι κατηγωνίζετο πρὸς τὴν ἐκκλησίαν ἀπιοῦσαν. καὶ δὴ εἰσελθούσης ἐκεῖνος δι’ ἑτέρας εἰσόδου καταφθάσας ἤρξατο πολυπραγμονεῖν· ἡνίκα δὲ παρὰ τοῦ ἁγίου Κλήμεντος εὐχὴ γέγονεν, τοῦ λαοῦ εἰρηκότος τὸ ἀμὴν, ὁ Σισίννιος τυφλός τε καὶ κωφὸς ἀπετελέσθη τοῦ μήτε ὁρᾶν, μήτε ἀκούειν δύνασθαι. τότε λέγει τοῖς δούλοις αὐτοῦ· λάβετέ με καὶ ἐξαγάγετε ἔξω, ὅτι οἱ ὀφθαλμοί μου τυφλοὶ γεγόνασιν καὶ αἱ ἀκοαί μου εἰς τοσοῦτον ἐκωφώθησαν, ὅτι οὐδὲ τὸ σύνολον ἀκούειν δύναμαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="166"><p rend="indent">Τότε οἱ παῖδες αὐτοῦ λαβόντες αὐτὸν περιῆγον δι’ ὅλης τῇς ἐκκλησίας ἐν μέσῳ τοῦ εὐχομένου λαοῦ ἀνδρῶν τε καὶ γυναικῶν, καὶ τὰς θύρας, ὅθεν εἰσῆλθον, εὑρεῖν οὐκ ἠδύνατο. ὅθεν ἐν τῷ περιέρχεσθαι αὐτοὺς πλανωμένους καὶ κυκλεύειν πρὸς Θεοδώραν τὴν κυρίαν αὐτῶν, ἔνθα τῷ θεῷ προσηύχετο, σὺν τῷ δεσπότῃ αὐτῶν παρεγένοντο. ἥτις ἑωρακυῖα τοὺς παῖδας μετὰ τοῦ κυρίου αὐτῶν τυφλωθέντα αὐτὸν περιάγοντας πρῶτον μὲν ἐξέκλινεν τὴν θέαν αὐτοῦ νομίζουσα, ὅτι περ ἠνεῳγμένοις ὄμμασιν θεάσηται αὐτὴν. καὶ μεταπεμψαμένη ἕνα τῶν παίδων αὐτῆς πρὸς τὸ γνῶναι, τί ἅρα θέλοιεν μετὰ τοῦ κυρίου αὐτῶν περιερχόμενοι, εἶπεν· ὁ κύριος ἡμῶν θέλων ὁρᾶν, ἅπερ αὐτῷ οὐκ ἔξεστιν, καὶ ἀκούειν ἀλλοτρίου μυστηρίου, ἀποτετύφλωται καὶ κωφὸς ἀπειργάσθη. ἡμῖν τε ἐκέλευσεν, ἵνα τοῦτον ἐντεῦθεν ἐξαγάγωμεν. καὶ οὐ συγκεχώρηται ἡμῖν αὐτὸν ἐντεῦθεν ὅπως οὖν ἐκβαλεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="167"><p rend="indent">Ἡνίκα δὲ τοῦτο ἡ Θεοδῶρα ἤκουσεν παρὰ τοῦ παιδὸς, ἕστησεν ἑαυτὴν εἰς εὐχὴν καὶ μετὰ δακρύων ἐδέετο τοῦ θεοῦ, ἵνα ὁ ἀνὴρ αὐτῆς ἐκεῖθεν ἐξελθεῖν δυνηθῇ. καὶ στραφεῖσα πρὸς τοὺς παῖδας τοὺς συνόντας αὐτῷ εἶπεν· ἀπέλθετε καὶ χειραγωγήσαντες τὸν κύριον ὑμῶν ἀπαγάγετε εἰς τὸν οἶκον· ἐγὼ γὰρ τὴν εὐχὴν, ἣν ἠρξάμην, οὐ μὴ καταλείπω, ἀλλὰ προσφέρω τὴν θυσίαν μου τῷ κυρίῳ καὶ πληρωθέντων τῶν μυστηρίων καταφθάνω ὑμᾶς. τότε τοίνυν ἀπῆλθον οἱ παῖδες χειραγωγοῦντες αὐτὸν εἰς τὸν οἶκον, καὶ ὑποστρέψαντες πρὸς τὴν κυρίαν αὐτῶν ἀπήγγειλαν, τυφλὸν καὶ κωφὸν αὐτὸν εἰστέτι διαμένειν. ἡ δὲ Θεοδῶρα ἐπὶ πλεῖον τῷ θεῷ δεήσεις καὶ δάκρυα ἐξέχεεν, ὅπως τὸν ἄνδρα αὐτῆς τὸ ἔλεος αὐτοῦ ἀντιλήψηται. καὶ δὴ τῆς ἀπολύσεως γενομένης προσέπεσεν τῷ μακαρίῳ Κλήμεντι Θεοδῶρα λέγουσα πάντα τὰ συμβάντα τῷ ἀνδρὶ αὐτῆς, καὶ ὅτι τυφλός ἐστιν τοῖς ὀφθαλμοῖς καὶ κωφὸς τοῖς ὠσίν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="168"><p rend="indent">Ταῦτα ἀκούσας ὁ μακάριος Κλήμης, δάκρυα προχέας προετρέψατο τοὺς συμπαρόντας, ἵνα ὁμοθυμαδὸν παρὰ κυρίου αἰτήσωνται, τῷ ἀνδρὶ αὐτῆς τήν τε ἀκοὴν καὶ τὴν ὅρασιν χαρισθῆναι. θαρσαλέως τοίνυν ὁ μακάριος Κλήμης μετὰ τὴν εὐχὴν συνεπορεύθη τῇ γυναικὶ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ εὗρεν αὐτὸν ἀνεωγμένων αὐτῷ τῶν ὀφθαλμῶν μηδένα ὁρῶντα, οὔτε μὴν λόγου τὸ παράπαν, οὔτε τινὸς ἤχου ἀκούοντα· ἔνθα καὶ συμμιγῆ ὀλοφυρμὸν ἅπαντες περιήχουν, οὐ τινος ὁ Σισίννιος παντάπασιν οὐκ ἠκροᾶτο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="169"><p rend="indent">Τότε οὖν ὁ μακάριος Κλήμης τὰ γόνατα πρὸς τὸν θεὸν κλίνας ἔφη· κύριε Ἰησοῦ Χριστὲ, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν δεδωκὼς τῷ ἀποστόλῳ σου Πέτρῳ, διδασκάλῳ δὲ ἐμῷ, καὶ εἰπών· ἅπερ ἂν ἀνοίξῃς ἠνέῳκται, καὶ ἅπερ κλείσῃς κέκλεισται, σὺ κέλευσον, ἵνα διανοιχθῶσιν <pb facs="MN41652ucmf_3_0256"/> τοῦ ἀνθρώπου τούτου αἱ ἀκοαὶ καὶ οἱ ὀφθαλμοὶ, ὅτι σὺ εἶπας· ἅπερ ἄν αἰτήσητε πιστεύοντες λήψεσθε, καὶ αὕτη σου ἡ ἐπαγγελία διαμένει εἰς αἰῶνα αἰῶνος. καὶ ἡνίκα πάντες εἶπον τὸ ἀμὴν, διηνοίχθησαν εὐθέως οἱ ὀφθαλμοὶ Σισιννίου καὶ αἱ ἀκοαί ἰδὼν δὲ τὸν ἅγιον Κλήμεντα ὁ Σισίννιος ἱστάμενον σὺν τῇ ἑαυτοῦ γυναικὶ ἐξέστη τῇ διανοίᾳ λογιζόμενος, τί ἄρα εἴη τοῦτο, καὶ ὑπονοῶν ὅτι γοητικαῖς τέχναις ἐμπέπαικται, ἤρξατο κελεύειν τοῖς δούλοις αὐτοῦ καὶ λέγειν· κρατήσατε Κλήμεντα τὸν ἐπίσκοπον, διὰ γὰρ τοῦ εἰσελθεῖν πρὸς τὴν γυναῖκά μου τῇ μαγικῇ αὐτοῦ τέχνῃ τὴν πήρωσίν μοι ἐπήγαγεν.</p></div></div></body></text></TEI>