<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="160"><p rend="indent">Ἀλλ’ αὕτη μὲν ἡ πλήρης οὐρανίου καὶ πνευματικῆς σοφίας διήγησις τῶν τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου ἐπιδημιῶν, διδαγμάτων ἐπιτομὴν περιέχουσα, τοῦ παναοιδίμου τὸν βίον Κλήμεντος ὡς ἐν πίνακι διαζωγραφοῦσα τῷ λόγῳ πᾶσιν προτίθησιν, τό τε ἄπλαστον ἦθος αὐτοῦ καὶ τὸ τὴς γνώμης ἀκέραιον καὶ τὸν πρὸς πάντας συμπαθῆ τρόπον τοῦ ἀληθῶς ἀγαθοῦ ποιμένος ἐπισημαίνεται. δείκνυσιν δὲ τὸν διάπυρον πρὸς θεὸν ἔρωτα καὶ τὸν ζῆλον τῆς εὐσεβείας τὸ διὰ μαρτυρίου τέλος. </p></div><pb facs="MN41652ucmf_3_0252"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="161"><p rend="indent">Τρίτος γὰρ ἀπὸ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων τῆς Ῥωμαίων ἐκκλησίας ἀριθμούμενος πρόεδρος, τὴν τοῦ διδασκάλου ἐπιστήμην ἀκριβωσάμενος, καὶ τοῖς αὐτοῦ ἴχνεσιν ἀπαρατρέπτως ἑπόμενος, πεπληρωμένος τε θείας σοφίας καὶ χάριτος οὕτω τοῖς τρόποις ἐκεκόσμητο καὶ διέλαμπεν, ὥστε πᾶσι πάντα γενόμενος τοῦ σώζεσθαι πάντας ἕνεκα, Ἰουδαίοις τε καὶ Ἕλλησι, καὶ τοῖς Χριστιανῶν λαοῖς πᾶσιν εὐαρεστεῖν, ὑπὸ πάντων τε ἀγαπώμενος πάντας τῇ εἰς Χριστὸν ἀγάπῃ συνδεῖν ἐποιεῖτο σπουδὴν. ἠγάπων μὲν γὰρ αὐτὸν οἱ Ἕλληνες, ἐπειδὴ οὐδὲ λυττόμενος, ἀλλ’ ἀπολογούμενος ἐκ τῶν παρ’ αὐτοῖς βίβλων τε καὶ τελετῶν ἀπεδείκνυεν, ποῦ τε γεγένηνται καὶ πόθεν ὥρμηντο οἱ παρ’ αὐτοῖς νομιζόμενοι καὶ λατρευόμενοι θεοί, ἅ τε πεπράχασιν, πῶς τε αὖθις κατέληξαν, φανωτάταις ἀποδείξεσιν παρίστη· αὐτούς τε τοὺς Ἕλληνας ἐδίδασκεν συγχωρήσεως παρὰ τοῦ θεοῦ τυχεῖν, εἴπερ τῆς ἐκείνων λατρείας ἀπόσχοιντο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="162"><p rend="indent">Παρὰ δὲ Ἰουδαίοις τοιούτῳ τρόπῳ χάριν ἐπορίζετο, ἐπειδὴ τοὺς πατέρας αὐτῶν φίλους τοῦ θεοῦ ἀπεδείκνυεν, τόν τε νόμον ἅγιον καὶ ἱερώτατον ἀπέφαινεν, καὶ πρῶτον τὸν τόπον τούτους παρὰ τῷ θεῷ κληροῦσθαι, εἴπερ τοῦ ἰδίου νόμου τὰ μυστήρια τηρήσαιεν τῷ τε τὴν ἐπαγγελίαν πρὸς Ἀβραὰμ μὴ ἀρνεῖσθαι εἰς τὸν Χριστὸν πεπληρῶσθαι· διότι ἐν τῷ σπέρματι Ἀβραὰμ κληροδοτεῖν ὁ θεὸς καθυπέσχετο πάντα τὰ ἔθνη, καὶ ὅπερ εἶπεν πρὸς Δαβὶδ· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· καὶ αὖθις διὰ Ἡσαΐου τοῦ προφήτου, ὅτι ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="163"><p rend="indent">Παρὰ δὲ Χριστιανοῖς διὰ τοῦτο καὶ μᾶλλον ἠγαπᾶτο, ἐπειδὴ τοὺς καθ’ ἕκαστον ῥεγεῶνα πένητας κατ’ ὄνομα εἶχεν γεγραμμένους, καὶ οὓς τῷ τοῦ βαπτίσματος ἁγιασμῷ ἐφώτιζεν, οὐ συνεχώρει δημοσίαν ἀπαίτησιν ὑπελθεῖν. τῷ δὲ καθ’ ἡμέραν κηρύγματι τούς τε μετρίους καὶ πλουσίους ἐνουτέθει τοῦ μὴ ἀνέχεσθαι τοὺς πεφωτισμένους πένητας παρὰ Ἰουδαίων ἢ Ἑλλήνων δημοσίᾳ ὄψα λαμβάνειν καὶ βίον τῇ τοῦ βαπτίσματος καθιερώσει κεκαθαρμένον χαρίσμασιν Ἑλλήνων χραίνεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="164"><p rend="indent">Τούτοις καὶ τούτων πλείοσιν ἀνδραγαθίας ἄνθεσιν τῷ τε θεῷ καὶ πᾶσιν ἀνθρώποις ἐχέφροσιν εὐηρέστει· τοῖς γὰρ ἀλογίστοις ἀρέσκειν ἀδύνατον, ὅπερ τῷ θεῶ εὐάρεστον ἀποδείκνυται. τούτου οὖν ἕνεκεν οὐκ ἐφόβησαν τὰς ὕβρεις τῶν ἀλογίστων ἀνθρώπων ἐκεῖνοι, οἷς ἡ γνώμη ἐτύγχανεν τοὺς ἀπαρεσκομένους πλείστους ὄντας μὴ δειλιᾶν. ὅτου χάριν περιῆν τῷ <pb facs="MN41652ucmf_3_0254"/> μακαριωτάτῳ Κλήμεντι τῷ τοῦ θρόνου Ῥωμαίων ἐπισκόπῳ Σισίννιον τὸν φίλον τοῦ βασιλέως Νέρουα μὴ φοβεῖσθαι.</p></div></div></body></text></TEI>