Ὁ δὲ ἀγαθὸς προσπηδήσας ἅμα τῷ ἀκοῦσαι τὸ ὄνομα κατεφίλησε, καὶ καθεσθῆναι με ποιήσας ἐξάυτῆς ἔφη· καλῶς ἐποίησας τὸν τῇς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν εἰς τιμὴν τοῦ ὄντος θεοῦ μεγαλοφρόνως, οὐκ αἰδεσθεὶς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων ὄχλων θυμόν. μακάριος ἔσῃ. ὡς γὰρ σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν ὄντα ἐξένισας πάσῃ τιμῇ, καὶ αὐτή σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν δανείσας χάριν, προαίρεσιν λόγων καλῶν, ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος. καὶ μὴ κάμνε ἀντιβάλλων μοι τὸ σὺν ἦθος· πάντα γὰρ τὰ κατὰ σε ὁ ἀψευδὴς ἀπήγγειλε Βαρνάβας, σχεδὸν καθ’ ἡμέραν τὴν ἀγαθήν σου ποιούμενος μνήμην. καὶ ἵνα σοι ἐν ἐπιτομῇ ὡς γνησίῳ φίλῳ τὸ προκείμενον ἐρῶ· εἰ μή σοί τι ἐμποδίζει, συνόδευσον ἡμῖν μεταλαμβάνων τῶν τῆς ἀληθείας λόγων, ὧν κατὰ πόλιν ποιεῖσθαι, μέλλω μέχρι Ῥώμης αὐτῆς. καὶ σὺ δὲ εἴ τι βούλει, λέγε. Κἀγὼ ἐξεθέμην τὴν ἀπ’ ἀρχῆς μου προαίρεσιν, καὶ ὡς εἰς ζητήσεις ἀπόρους ἐκενώθην, καὶ πάντα ὅσα σοι τὴν ἀρχὴν προεδήλωσα, ἵνα μὴ τὰ αὐτὰ πάλιν γράφω. ἐγὼ δὲ ἔλεγον· σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν· τοῦτο γὰρ οὐκ οἶδ’ ὅπως χαίρων θέλω· πλὴν περὶ ἀληθείας πρῶτον πληροφορηθῆναι φορηθῆναι θέλω, ἵνα γνῶ, εἰ ἡ ψυχὴ θνητὴ τυγχάνει, ἢ ἀθάνατός ἐστι· καὶ εἰ ἀΐδιος οὖσα περὶ ὧν ἕπραξεν ἐνταῦθα ἔχει κριθῆναι· καὶ εἴ τί ποτέ ἐστιν δίκαιον ἢ ἀρέσκον θεῷ· καὶ εἰ γέγονε κόσμος, καὶ διὰ τί γέγονε· καὶ εἰ οὐ λυθήσεται, καὶ εἰ λυθήσεται· καὶ εἰ κρείττων ἔσται, ἢ οὐδὲ ἔσται· καὶ ἳνα μὴ τὸ κατ’ εἶδος λέγω, ταῦτά τε καὶ τὰ τούτοις ἑπόμενα μαθεῖν ἤθελον. ὁ δὲ Πέτρος πρὸς ταῦτα ἀπεκρίνατο· συντόμως σοι, ὦ Κλήμη, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι· καὶ τὰ νῦν ἐξαυτῆς ἄκουσον. Ἡ τοῦ θεοῦ βουλὴ ἐν ἀδῆλῳ γέγονε κατὰ πολλοὺς τρόπους τοῖς ἀνθρώποις. τὰ μὲν πρῶτα διὰ τὸ κρατηθῆναι αὐτοὺς εὶσαγωγῇ κακῇ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ· καὶ διὰ ταῦτα πλάνη, ἔπειτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία, καὶ ἄλλα τοιαῦτα μυρία κακὰ, ὥσπερ καπνοῦ πλῆθος εἰς ἕνα οἶκον οἰκοῦντα τὸν κόσμον, τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολώσαντα τὰς ὁράσεις, οὐκ εἴασεν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργήσαντα νοῆσαι θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὰ τοὺς φιλαλήθεις ἔσωθεν χρὴ ἐκ στέρνων βοήσαντας ἐπικουρίαν προσκαλήσασθαι φιλαλήθει λογισμῷ παρὰ τοῦ μόνου ἀγαθοῦ κυρίου δὲ καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λαβεῖν, ἳνα τις ἐντὸς ὢν τοῦ οἴκου τοῦ πεπλησμένου καπνοῦ προσιὼν ἀνοίξαι θύραν δυνηθῆ. ὥστε τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, τὸν δὲ ἐντὸς τοῦ πυρὸς ὄντα ἐκβληθῆναι καπνόν. ὅπως διαβλέψαντες οἱ ἄνθρωποι πιστεύσωσιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν, τὸν πρὸ τῶν αἰώνων ἐξ αὐτοῦ ἀφράστως γεννηθέντα, καὶ εἰς τὸ πνεῦμα τὸ πανάγιον, τὸ ἐξ αὐτοῦ ἀῤῥήτως ἐκπορευόμενον, ἕνα θεὸν γνωρίζοντες ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀτελεύτητον, αἰώνιον, αΐδιον, ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, ἁπλοῦν, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, ἀπερίληπτον, ἀκατάληπτον, ἄπειρον, ἀκατανόητον, ἀγαθὸν, δίκαιον, παντοδύναμον, πάντων κτισμάτων δημιουργὸν, παντοκράτορα, παντεπόπτην, πάντων προνοητὴν, ἐξουσιαστὴν καὶ κριτήν, καὶ οὕτως ἀναγεννηθέντες δ’ ὕδατος καὶ πνεύματος, συγκληρονόμοι καταστῶσι τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων υἱῶν τοῦ θεοῦ. Διὸ πρὸ παντὸς ζητήματος ἑτοίμως πρόσελθε ὡς υἱὸς πατρὶ, ἴνα καὶ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῶς τὴν γνῶσιν θεὸς παράσχῃ σοι. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ θεοῦ κρίσει ἀποκληρώσῃ, τῷ μὴ θελῆσαι μὴ θεληθείς· καὶ μή τοι νομίσῃς, ὅτι ἐὰν πάντων τῶν ποτὲ γενομένων εὐσεβῶν εὐσεβέστερος γένῃ, ἀβάπτιστος δὲ ἦς, ἐλπίδος τυχεῖν δυνήσῃ ποτέ· ταύτῃ γὰρ μᾶλλον πλείονα ὑφέξεις κόλασιν, ὅτι καλὰ ἔργα οὐκ ἐποίησας καλῶς. καλὴ γὰρ εὐποιΐα, ὁπότ’ ἂν ὡς ὁ θεὸς ἐκέλευσε γίνηται. σὺ δὲ εἰ οὐ θέλεις, ὡς ἐκείνῳ ἔδοξεν, βαπτισθῆναι, τῷ σῷ θελήματι ὑπηρετῶν, ἐχθραίνεις τῇ ἐκείνου βουλῇ. ἀλλ’ ἴσως ἐρεῖς· τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναι ὕδατι; πρῶτον μὲν, ὅτι τὸ δόξαν θεῷ πράττεις· δεύτερον δὲ ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννᾶσαι θεῷ, καὶ τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γέννησιν, καὶ οὕτως σωτηρίας τυχεῖν δύνῃ, ἄλλως δὲ ἀδύνατον· οὕτω γὰρ ὁ ἐπὶ σωτηρίᾳ καὶ ἀφθαρσίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας θεὸς λόγον εἶπεν ἡμῖν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δι’ ὕδατος καὶ πνεύματος εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὸ πρόσελθε τῷ ὕδατι, τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς ὁρμὴν σβέσαι δύναται· καὶ μὴ ἀναβάλλου, ὅτι ἡ ἀναβολὴ κίνδυνον φέρει διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν. Ταῦτα αὐτοῦ εἰπόντος ἀπεκρινάμην· ἤδη εὐχαριστῷ τῷ θεῷ καὶ πατρὶ καὶ τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, ὅτι ὡς ἐβουλόμην πληροφορηθῆναι, οὕτω μοι παρέσχεν. πλὴν περὶ ἐμοῦ τὸ λοιπὸν ἀμέριμνος ἴσθι, ὅτι οὐπώποτε ἐνδοιάσω πρός τι τῶν ὑπὸ σοῦ λαληθέντων, ὥστε κύριέ μου Πέτρε μὴ ἀθύμει, ὡς ἀναισθήτῳ μέγιστα δωρούμενος ἀγαθά. οἶδα γὰρ, ὅτι ἔν ἔστιν, ὃ βούλεταί τις καὶ ταχέως λαβεῖν καὶ βραδέως μὴ τυχεῖν· αἰσθάνομαι γὰρ τοῦ δοθέντος μοι διὰ τάχους χαρίσματος. ταῦτά μοι εἰπόντος ὁ Πέτρος ἔφη· χάριν ὁμολογῶ τῷ θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας, καὶ περὶ τῆς ἐμῆς ἀπολαύσεως. πλὴν νήστευσον τριῶν μηνῶν ἡμέρας καὶ λαμβάνεις τὸ ἅγιον βάπτισμα· ἄρξαι τοῦ λοιποῦ ἀπὸ τῆς αὔριον. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα τὸν μάγον διάλεξις· καὶ μὴ ὀκλάσῃς παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσιν. καὶ ταῦτα εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν, ἰδίαν κἀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας, ἐπήγαγε λέγων· δῴη σοι ὁ θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι, καὶ βαπτισθέντα τῆς αὐτῆς τοι μεταλαβεῖν τραπέζης. ταῦτα εἰπὼν ἡσυχάζειν μοι προσέταξεν· ἤδη γάρ που καὶ τὸν ὕπνον ἀπῄτει ἡ τοῦ σώματος φύσις.