<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="135"><p rend="indent">Καὶ τοῦ Σίμωνος ταῦτα εἰπόντος Ἀππίων καὶ Ἀννουβίων ἔφη· τί νῦν σοι ἐκ τῆς μηχανῆς ταῦτης ἔσται κέδρος; καὶ ὁ Σίμων ἔφη· πρῶτον μὲν συλλαβόντες αὐτὸν οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ’ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵ,τινες ἐμὲ καταλιπόντες προσφυγόντες τῷ Πέτρῳ συνεργοῦσιν. Ἀννουβίων δὲ καὶ Ἀππίων κατ’ ἰδίαν τὸν Φαῦστον εὑρόντες τὴν ἐπιβουλὴν ἐξέφηναν. ὁ δὲ Φαῦστος οὐκ ἐπίστευσεν ἀληθῇ εἶναι τὰ λεγόμενα. συνδειπνήσας δὲ ὁ πατὴρ μετὰ Σίμωνος καὶ Ἀππίωνος καὶ Ἀννουβίωνος ἔλαβεν ἐκ χειρὸς τοῦ Σίμωνος τὸ μύρον, καὶ τὸ ἴδιον χρίσας πρόσωπον, τὴν <pb facs="MN41652ucmf_3_0236"/> τοῦ Σίμωνος προσελάβετο μορφήν. πλὴν ἐν μέσῃ γε νυκτὶ ἀναστὰς ὁ Σίμων τὴν ἐπὶ Ἰουδαίαν ἐποιεῖτο φυγήν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="136"><p rend="indent">Ήμεῖς δὲ οἱ συνόντες τῷ Πέτρῳ δἰ ὅλης νυκτὸς ἐπαλλήλῶς πυνθανόμενοι ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες ἐνυκτερεύσαμεν. ἤδη δέ πως νυκτὸς ὑπαυγαζομένης Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς μου ἔφη· διαπορῶ, τί ἔδοξεν τῷ ὑμετέρῳ πατρί καὶ λέγοντος τοῦτο ἧκεν ὁ πατὴρ αὐτόθι τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον καταλαβών· καὶ ἀθυμοῦντα ἰδών, προσαγορεύσας ἀπελογήσατο, δι’ ἣν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξεστήκειμεν τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν ἐξεπέπληκτο ὁ πατὴρ ἐπὶ τῷ οὕτως ἀπηνῶς καὶ ἐχθρωδῶς αὐτῶ χρῆσθαι. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ ὁρῶν μορφὴν πρὸς ἡμᾶς ἔφη· τίνος ἕνεκα βδελυσσόμενοι ἀπωθεῖσθε τὸν ὑμέτερον πατέρα; ἡμεῖς δὲ καὶ ἡ μήτηρ ἔφαμεν· Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος ἔφη· ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ μόνη γνώριμός ἐστιν, ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος αὐτοῦ ὡς ἔστιν ὁρᾶται, ὅτι μή ἐστιν Σίμων, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ ἔφη· τὸ γνήσιόν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν ἐχθίστου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="137"><p>CXXXVII. Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας ἐληλυθὼς λέγων Πέτρῳ· εἰδέναι σε θέλω, κύριέ μου, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ ὅτε ὑπῆρχεν, δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο προσδιελέγετο ἤ σε πρὸς αὐτοὺς πρὸς μῖσος ποιῶν, μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, καὶ πρὸς τοσοῦτον αὐτοὺς μῖσος παρεσκεύασεν, ὡς γλίχεσθαι πάντα ἄνθρωπον τῶν ἐκεῖ ἐπιδημησάντων τῶν σαρκῶν αὐτῶν ἀπογεύσασθαί σου. ἡμεῖς δὲ πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες ἤλθομεν τοῦ ἀπαγγεῖλαί σοι, ἀλλὰ καὶ ὑπὸ Καίσαρος πεμφθεὶς βασιλικὸς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἀναζήτησιν Σίμωος μαθὼν, ὅτι φυγὰς εἰς; Ἰουδαίαν ἐπορεύθη, καὶ αὐτὸς εἰς ἀναζήτησιν αὐτοῦ ἀπῆλθεν, ἴνα κατὰ τὴν πρόσταξιν Καίσαρος τιμωρήσηται αὐτόν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="138"><p rend="indent">Ταῦτα ἀκούσας ὁ Πέτρος ἔφη πρὸς τὸν πατέρα· αὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων ἀπὸ Ἀντιοχείας ἐληλυθότων καὶ εἰπόντων, ὡς ἐκεῖ γεγονὼς Σίμων ἰσχύρως τοὺς ὄχλους κατ’ ἐμοῦ παρώξυνε, μάγον καὶ μιαιφόνον, πλάνον τε καὶ γόητα ἀποκαλῶν. ποίησον οὖν ὡς ἐγώ σοι λέγω, καταλιπὼν Κλήμεντα παρ’ ἐμοὶ, καὶ προλαβὼν ἡμᾶς εἰς Ἀντιόχειαν μετὰ τῆς συμβίου σου, ἔτι δὲ καὶ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν σου. συνέσονται δέ σοι καὶ ἄλλοι τινὲς, οὓς ἐγὼ κρινῶ δυνατοὺς ὑπουρῆσαι τῷ ἐμῷ θελήματι. μετὰ τούτων ἐν Ἀντιοχείᾳ γενόμενος, ἐν ὅσῳ ὡς Σίμων φαίνῃ, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετάνοιαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="139"><p rend="indent">Ταῦτα τοῦ Πέτρου εἰπόντος οἶδα, φή ὁ πατὴρ, ὅτι βούλῃ, διὸ μὴ κάμνε. ἐμοὶ γὰρ οὐχ ἧττον μελήσει ἐκεῖσε ἐλθόντι διαλεχθῆναι, ἃ χρὴ περὶ σοῦ διαλέγεσθαι. καὶ δὴ τοῦ πατρὸς ὑπὸ νύκτα μεθ’ ὧν ἐκέλευσεν Πέτρος σὺν τῷ Ἀννουβίωνι ὁρμήσαντος ἐπὶ τὴν πλησίον Ἀντιόχειαν ἦλθεν. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἶπεν πρὸς τὸ πλῆθος τοῦ λαοῦ· ἐγὼ Σίμων ταῦτα ὑμῖν κηρύσσω· ὁμολογῶ ἀδίκως καταψεύσασθαι Πέτρου· οὐκ ἔστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδε ὅσα περὶ αὐτοῦ ποτὲ φαῦλα ἔλεγον. <pb facs="MN41652ucmf_3_0238"/> δέομαι ὑμῶν αὐτὸς ἐγὼ, ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς, παῦσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν ἀπόστολος. διὸ καὶ αὐτὸς συμβουλεύω αὐτῷ ὑμᾶς πείθεσθαι περὶ ὧν κηρύσσει, ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται. δι’ ἣν δὲ αἰτίαν ὑμῖν ταῦτα ὡμολόγησα, εἰδέναι ὑμᾶς θέλω. ταύτῃ τῇ νυκτὶ ἄγγελοί με τοῦ θεοῦ τὸν ἀσεβῆ, ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι, δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν μηδ’ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν· ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης, ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ ἀπολοῦσαι τὰ προπεπραγμένα μοι ἁμαρτήματα.</p></div></div></body></text></TEI>