Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νόμιζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπό σου κηρυσσομένῃ ἀληθείᾳ συνθέσθαι, ἀπεκρινάμην· τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παρ’ ὃ οἱ ἀρχαῖοι παρήνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· πολλὴ διαφορὰ, πάτερ, μεταξὺ τῶν θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει τὴν ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὅμως ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὃς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὑτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἄλλην, καὶ τῷ αἴροντι αὑτοῦ τὸ ἱμάτιον, προσδιδόναι καὶ τὸ μαφώριον, ἀγγαρεύοντι δὲ μίλιον ἓν συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα. Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ’ ἐνόμισας ἄδικον, ὅ,τι δικαιότατόν ἐστιν. ἃ εἴ σοι φίλον ἐστὶν ἄκουσον. καὶ ὃς ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι, δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διηφρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλοι, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· τί δαὶ εἰ καὶ ἴδιόν τί τινος αὐτὸς οὗτος ἀφέληται ἢ καὶ ἀλλότριον, καὶ ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ τετραπλάσιον ὀφείλων, καὶ τὸ θανεῖν ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις, οὐ δοκεῖ σοι, ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· νῦν με πέπεικας, ὅτι οἱ ἀδικοῦντες αὐτοὶ μᾶλλον ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ τοῖς [τὰ ἐσόμενα] ἑλομένοις συγχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συγκεχωρηκόσιν, ἃ αὐτοὶ αὐτοῖς συνεχώρησαν. καὶ ὁ Πέτρος· οὐδὲ τοῦτο ἄδικον διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, καὶ τὰ εἴτε μικρὰ εἴη εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὲ οὐδ’ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ καὶ προέκειτο τὰ μεγάλα. προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά. Καὶ ὁ πατὴρ ἔφη· ὀρθῶς ἔφης καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· αἰτία ἑλομένων, θεὸς ἀναίτιος. ἀλλ’ ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντα εἰπόντα μοι, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι [τὰ ἐσόμενα], ἃ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα, εἴτε βρώματα, εἴτε ποτὰ, εἴτε ἄλλα τινὰ, ἁμαρτίας κεκτήμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων δὲ ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατῆρ ἔφη· ἀκολούθως ἔχει. καὶ ὁ Πέτρος· δικαιότατα. ἐπεὶ γὰρ τῶν σωζομένων ἐστίν, ὡς ἔφην, τοῦ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπαρχει δὲ πολλὰ πολλοῖς κτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγονται παιδεῖαι τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον διὰ προσκαίρων τιμωριῶν αἰωνίων σωθῶσι κολάσεων. καὶ ὁ πατήρ· οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; παρὰ τοῦτο οὖν καὶ οὗτοι τῶν σωζομένων εἰσίν; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ τοῦ πένητος πενία, ἐὰν ὀρέγηται, ὧν οὐ χρή· ὥστε τινὲς τῇ προαιρέσει πλουτοῦσιν χρήμασι, καὶ ὡς πλεονεκτεῖν ἐπιθυμοῦντες τιμωροῦνται. ἀλλ’ οὐδὲ ἐν τῷ πένητα εἶναί τινα πάντως δίκαιός ἐστιν. δύναται γὰρ πτωχὸς μὲν τοῖς χρήμασιν εἶναι, ἐπιθυμεῖν δὲ ἢ καὶ πράττειν, ὃ προηγουμένως οὐ χρή. ἢ γὰρ εἴδωλα σέβει, ἢ βλασφημεῖ, ἢ πορνεύει, ἢ ἀδιαφόρως ζῇ, ἢ ἐπιορκῶν, ἢ ψευδόμενος, ἢ ἀπίστως βιούς. πλὴν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ υἳος τοῦ θεοῦ τοῦ ζῶντος, ἔφη· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται· διὸ καὶ προαιρέσεως ἐγενόμην, τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου. Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι καὶ τὰ κατὰ τὴν ἡμετέραν πίστιν μαθεῖν, ὀφείλοντι τῇ τάξει τὸν λόγον ἐκθήσομαι, ἀπ’ αὐτοῦ ἀρχόμενος τοῦ θεοῦ καὶ δεικνὺς, ὅτι αὐτὸν μόνον δεῖ λέγειν θεόν, ἑτέρους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως ἔχει κολασθῆναι, ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων δεσπότην ἀσεβήσας τὰ μέγιστα. καὶ τοῦτο εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονῶσι τὰς χεῖρας ἐπιθεὶς, καὶ εὐξάμενος καὶ ἰασάμενος ἀπέλυσε τοὺς ὄχλους. καὶ εἶθ’ οὕτως εἰσιὼν τῶν συνήθων ἀλῶν μεταλαβὼν ὕπνωσεν. Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἄντιοχείας εἰσεληλυθὼς ἐπ’ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετὰ Ἀθηνοδώρου τοῦ Ἐπικουρείου διαλεγομένῳ σοι ἐπελθεῖν πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσι τοῖς ὑπὸ σοῦ ὑπὲρ μοναρχίας λεγομένοις λόγοις.