Πλὴν ἐπὶ τὸν αἰγιαλὸν γενομένων ἡμῶν μεταξὺ πέτρων τινῶν γαληνὸν καὶ καθαρὸν τόπον εὐπορησάντων ἐβάπτισεν αὐτὴν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡμεῖς δὲ οἱ ἀδελφοὶ τῶν γυναικῶν χάριν καὶ ἄλλοι τινὲς ὑπεχωρήσαμεν. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψεν δι’ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν κελεύσας, ἀνδρῶν τε μόνοις ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταῖς αὐταῖς γυναιξὶν [ἐπέτρεψεν.] ἐλθόντες οὖν εἰς τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν. ἐλθεῖν ἀλλήλοις διελεγόμεθα. μετὰ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν καὶ ἄρτον λαβὼν, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας, τῇ μητρὶ πρῶτον ἐπέδωκεν, μετὰ ταύτην ἡμῖν τοῖς υἱοῖς αὐτῆς. καὶ οὕτως αὐτῇ συνεστιάθημεν, καὶ τὸν θεὸν εὐλογήσαμεν. Τότε λοιπὸν ὁ Πέτρος, τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν, καθεσθεὶς καὶ παρακαθεσθῆναι ἡμᾶς κελεύσας ὑφηγεῖται, τίνι λόγῳ προπέμψας ἡμᾶς ἀπὸ τοῦ βαπτίσματος αὐτὸς βραδύνας ἐπῆλθεν. τὴν δὲ αἰτίαν ἔλεγεν τοιαύτην· ἅμα τῷ ὑμᾶς, φησὶν, ἀποστῆναι γέρων συνεισῄει ἐργάτης, περίεργος κλέπτων ἑαυτὸν, προκατασκοπήσας ἡμᾶς, ὡς αὐτὸς ὕστερον ὡμολόγησεν, πρὸς τὸ ἰδεῖν τί ἂν πράττοιμεν εἰς τὸν σκεπανὸν τόπον εἰσελθόντες· εἶτα λάθρα ἐκβὰς ἠκολούθησεν ἐν εὐκαίρῳ τόπῳ προσελθὼν καὶ προσαγορεύσας ἔφη· ἐκ πολλοῦ σοι ἀκολουθὼν καὶ συντυχεῖν θέλων ᾐδούμην, μήπως ὡς περιέργῳ μοι χαλεπαίνῃς· νῦν δὲ τὰ ἐμοὶ δοκοῦντα ἀληθῆ εἰ βούλει λέγω. κἀγὼ ἀπεκρινάμην· λέγε ἡμῖν ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἂν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπείπερ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέλησας. Καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδὼν, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἂν ἐν κρυφαίῳ εἰσιόντες πράττοιτε, καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα· ἐλεήσας δὲ ὑμᾶς ἀνέμεινα, ὅπως ἐξιοῦσιν προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ θεός ἐστιν, οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ’ οἷς πέπονθα πεπληροφόρημαι ἐκ πολλοῦ ἀκριβῶν τὸ μάθημα. μὴ οὖν ἀπατῶ. εἴτε γὰρ εὔχῃ, εἴτε μὴ, τὰ ἐκ τῆς γενέσεως παθεῖν ἀνάγκην ἔχεις αἱ γὰρ εὐχαὶ εἰ ἐδύναντό τι ἢ τὸ εὐποιεῖν, αὐτὸς ἂν ἐν τοῖς κρείττοσιν ἤμην· καὶ νῦν, εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθὴς, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὢν περιουσίᾳ πολλὰ καὶ θεοῖς ἔθυον, καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρωμένην ἐκφυγεῖν οὐκ ἠδυνήθην. κἀγὼ ἔφην· τίνα ἐστιν, ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· οὐκ ἀνάγκη λέγειν νῦν, ἴσως δὲ ἐπὶ τέλει ἀκούσῃ, τίς τε ὢν ἐγὼ καὶ τίνων καὶ ἐν ποίαις βίου περιστάσεσι γέγονα. νῦν δὲ, ὅτι γενέσει τὰ πάντα ὑπόκειται, πληροφορηθῆναί σε θέλω. Κἀγὼ ἔφην· εἰ γενέσει τὰ πάντα ὑπόκειται, καὶ τοῦτο οὕτως ἔχον πεπληροφόρησαι, σεαυτῷ ἐναντία νοῶν συμβουλεύεις. εἰ μὲν γὰρ παρὰ γένεσιν οὐ δυνατὸν οὐδὲ τὸ φρονεῖν, τί ματαιοπονεῖς, συμβουλεύων γενέσθαι ὃ γενήσεσθαι ἀδύνατόν ἐστιν; ἀλλ’ ἔτι μὴν εἰ γένεσις ὑφέστηκεν, μὴ σπεῦδε πείθειν ἐμὲ μὴ σέβειν τὸν καὶ τῶν ἄστρων δεσπότην, οὗ θέλοντος μὴ γενέσθαι τι, γενέσθαι ἀδύνατον. ἀεὶ γὰρ τὸ ὑποκείμενον τῷ ἡγουμένῳ πείθεσθαι ἀνάγκην ἔχοι. τὸ μέντοι τοὺς νομιζομένους θεοὺς σέβειν, γενέσεως ἐπικρατούσης, περιττόν ἐστιν. οὔτε γὰρ παρὰ τὸ δοκοῦν τῇ πεπρωμένῃ [τι] γίνεται, οὔτε αὐτοί τι ποιεῖν δύνανται, τῇ καθόλου αὐτῶν ὑποκείμενοι γενέσει. εἰ γένεσις ἔστιν, ἀντίκειται τὸ μὴ πρῶτον ἄρχειν· ἢ ὑποκεῖσθαι οὐ δύναται τὸ ἀγέννητον ὡς ἀγέννητον ἑαυτοῦ πρεσβύτερον μηδὲν ἔχον. Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν πολὺς παρέστη ὄχλος. καὶ τότε ἐγὼ εἰς τὸν ὄχλον ἀποβλέπων ἔφην· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων θεὸν σέβειν παρειληφὼς καὶ παράγγελμα ἔχων γενέσει μὴ προσανέχειν, λέγω δὴ τῷ τῆς ἀστρολογίας μαθήματι· διὰ τοῦτο οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος· ὧν δέ εἰμι, ὑφηγήσομαι. ἐπειδὴ γένεσιν ἀπ’ αὐτῆς τῆς κατὰ γένεσιν ἐπστήμης ἀνασκευάζειν οὐ δύναμαι, βούλομαι ἄλλῳ τρόπῳ ἀποδεῖξαι, ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα, καὶ ἕκαστος πρὸς ἃ πράττει, τιμῆς ἢ κολάσεως τεύξεται· εἴτε δὲ νῦν, εἴτε αὖθις, οὐθέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν ἔστιν αὕτη. τῶν παρεστότων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ κυλλὴν τὴν χεῖρα ἔχει, ἢ χωλὸν τὸν πόδα, ἢ ἕτερόν τι περὶ τὸ σῶμα, ὃ ὑποστροφὴν πρὸς ἴασιν πάλιν οὐκ ἔχει, καὶ παντὸς ἰαματικοῦ ἐπαγγέλματος ἐκτός ἐστιν· ὃν οὐδὲ ἀστρολόγοι ἰάσεσθαι ἐπαγγέλλονται, ὅτι μὴ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν· ἐγὼ δὲ θεοῦ δεηθεὶς τὴν ἴασιν παρέξω, ὁπότε ἐκ γενέσεως κατόρθωσιν τὸ τοιοῦτον οὐδέποτε λαβεῖν ἠδυνήθη. τούτου οὕτως γενομένου, οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο· βλασφημεῖν γάρ ἐστι τὸ λέγειν γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ ἀπεκρινάμην· καὶ πάνυ. εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ταῦτα ποῖειν ὑπὸ θεοῦ ἐτάγησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι εἰς αὐτὸν ἀναφέρονται τὸν τὴν γένεσιν θέντα ἐν τοῖς ἄστροις.