<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="105"><p rend="indent">Σίμωνι δέ τινι μάγῳ σχεδὸν σύντροφοι γενόμενοι φιλίας ὁδῷ ἀπατηθῆναι ἐκινδυνεύσαμεν. ὅμως ταῦτα, μῆτερ, ἐπὶ καιροῦ ἀκριβέστερον ἐκτεθήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίου ἡμῶν Πέτρου, Ζακχαῖοις λεγόμενος, προσηκάμενος ἐνουθέτησεν μὴ ἀπατηθῆναι τῷ μάγῳ, ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσεβείᾳ διαφερόντων. διὸ καὶ σὲ, μῆτερ εὐχόμεθα, ἵνα ὧν ἡμεῖς καταξιώθημεν ἀγαθῶν, τούτων καὶ σὺ μεταλάβῃς, ὅπως κοινῇ ἁλῶν καὶ τραπέζης μεταλαβεῖν δυνηθῶμεν. αὕτη οὖν ἐστιν ἡ αἰτία, δι’ ἣν ἐνόμιζες ἡμᾶς τεθνάναι, τὸ ἐν ἐκείνῃ τῇ χαλεπωτάτῃ νυκτὶ ὑπὸ περατῶν ἀρθῆναι ἐν πελάγει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="106"><p rend="indent">Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσε τῷ Πέτρῳ δεομένη καὶ ἀξιοῦσα, ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος βαπτίσῃ, ἵνα, φησὶ, μηδεμία τις ἡμέρα ἄμοιρος γένηται, ἀφ’ ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, μὴ συνεστιαθεῖσα αὐτοῖς. ταῦτα οὖν καὶ ἡμῶν τῇ μητρὶ συμπαρακαλεσάντων ὁ Πέτρος ἔφη· τί νομίζετε, ἐγὼ μόνος ἄσπλαγχνός εἰμι, ὅτι μὴ βούλομαι ὑμᾶς συνεστιασθῆναι τῇ μητρὶ, βαπτίσας αὐτὴν σήμερον; ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεῦσαι αὐτὴν δεῖ, ἐπειδὴ ἁπλῶς τινὰ ἱπὲρ ἑαυτῆς ἐφθέγξατο ἡ μήτηρ, ἐπεὶ πολλῶν ἡμερῶν αὐτὴν ἀφελληνισθῆναι ἔδει. </p></div><pb facs="MN41652ucmf_3_0218"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="107"><p rend="indent">Κἀγὼ ἔφην· εἰπὲ ἡμῖν, τίνα ἐφθέγξατο λόγον, ὃς τὴν πίστιν αὐτῆς ἐξέφανεν; καὶ ὁ Πέτρος ἔφη· ἡ ἀξίωσις αὐτῆς τοῦ συμβαπτισθῆναι αὐτὴν τῇ ξενοδόχῳ ἐυεργέτῃ. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ’ αὐτῆς ποθουμένῃ δοθῆναι παρεκάλει, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν καταγινώσκω, ὁπόταν βαπτισθέντες καὶ πιστεύειν λέγοντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδὲ οὓς ἀγαπῶσι, λέγω δὴ γυναῖκας ἑαυτῶν, υἱοὺς, φίλους πρὸς τοῦτο προτρέπωνται. εἰ γὰρ πεπιστεύκασι ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν θεὸν, ἀνυπερθέτως, οὓς ἠγάπων, προετρέποντο βαπτισθῆναι. ἀλλ’ ἐρεῖ τις ὑμῶν· ἀγαπῶσιν αὐτοὺς καὶ φροντίζουσιν αὐτῶν. τοῦτο εὔηθές ἐστι. ἐπεὶ τί δήποτε νοσοῦντας ὁρῶντες ἢ ἀπαγομένους τὴν ἐπὶ θάνατον, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας, ὀδύρονται καὶ ἐλεοῦσι; οὕτως εἰ πεπιστεύκεισαν, αἰώνιον πῦρ μένειν ἐπὶ τοὺς τὸν θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, ὡς περὶ ἀπίστων ὀδυνώμενοι, τὴν κατ’ αὐτῶν κόλασιν πεπληροφορημένοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον ἡμῶν ἀγαπᾶν αἱρεῖται, καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν. ἡ δὲ μήτηρ ὑμῶν ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, κἂν μίαν πρὸ τοῦ βαπτίσματος νηστευσάτω ἡμέραν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="108"><p rend="indent">Ἡ δὲ ὤμνυεν· δύο τῶν διελθουσῶν ἡμερῶν τῇ γυναικὶ Πέτρου τὰ κατὰ τὸν ἀναγνωρισμὸν διηγουμένη ὑπὸ τῆς πολλῆς χαρᾶς τροφῆς μεταλαβεῖν οὐκ ἠδυνήθην, ἢ ἐχθὲς μόνον βραχέος ὕδατος. ἐμαρτύρει τε τῷ ὅρκῳ ἡ γυνὴ Πέτρου λέγουσα, ὡς ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν βαπτισθῆναι. καὶ ὁ Πέτρος· ἀλλ’ οὐκ ἐστὶ τοῦτο νηστεία βαπτίσματος, ὁ μὴ δι’ αὐτὸ γέγονε. καὶ ὁ Φαυστινιανὸς ’πεκρίνατο· ἴσως οὖν ὁ θεὸς βουλόμενος ἠμῶν τὴν μητέρα μηδεμίαν ἡμέραν τῆς ἡμῶν ἐπιγνώσεως χωρίσαι τῆς τραπέζης, προῳκονόμησε τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ τὸ πρέπον τῆς ἀληθείας ποιήσασα, οὕτως καὶ νῦν ὁ θεὸς ἴσως ᾠκονόμησεν αὐτὴν πρὸ μιᾶς ἡμέρας νηστεύσαι ἐν ἀγνοίᾳ ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵνα ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς σὺν ἡμῖν ἁλῶν μεταλαβεῖν δυνηθῇ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg012.1st1K-grc1" n="109"><p rend="indent">Καὶ ὁ Πέτρος ἔφη· μὴ ἡμᾶς νικάτω ἡ κακία πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ ἡ τεκούσης στοργή. ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν τὴν σήμερον διαμείνωμεν νηστεύοντες, καὶ αὔριον βαπτισθήσεται. οὐδὲ ἡ ὥρα τῆς σήμερον ἡμέρας ἐπιτήδειός ἐστιν εἰς τὸ βάπτισμα. καὶ ὅμως οὕτως γενέσθαι οἱ πάντες συνευδοκήσαμεν. ὀρθριώτερον δὲ πολλῷ τοῦ καθ’ ἡμέραν διυπνυσθεῖς ὁ Πέτρος εἰσῄει πρὸς ἡμᾶς, καὶ ἐξυπνίσας ἔφη· Φαυστῖνος καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπεινῷ τῆς θαλάσσης τόπῳ ἐλθόντες βαπτίσαι αὐτὴν δυνηθῶμεν.</p></div></div></body></text></TEI>