Ἐπειδὴ δὲ πρὸς τὰ ἀπανούργως λεγόμενα ἡδέως οἱ ὄχλοι διετίθεντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώμενοι φιλόσοφοι γελᾶν αὐτὸν καὶ χλευάζειν ἐπεβάλλοντο, σκώπτοντες καὶ διασύροντες θράσει ἀμέτρῳ, ὡς μεγάλοις ὅπλοις κεχρημένοι τοῖς συλλογισμοῖς. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλὰ ἀκατάπληκτος ὢν λέγειν οὐκ ἀφίστατο. καί ποτέ τις αὐτοῦ ἐπύθετο, διατί κώνωψ ἐγένετο, καὶ βραχύτατον ὂν, ἓξ πόδας ἔχων, ἔχει καὶ πτερὰ, ἐλέφας δὲ τὸ μέγιστον ζῶον ἄπτερος ὤν, τέσσαρας μόνον ἔχει πόδας; ὁ δὲ μετὰ τὴν πεῦσιν τὸν ἐμποδισθέντα ἀναλαβὼν λόγον, ὡς πρὸς τὴν πεῦσιν ἀποκρινάμενος, τὸν αὐτῷ ἀπ’ ἀρχῆς προκείμενον ἀνελάμβανε λόγον, τούτῳ μόνῳ προοιμίῳ χρώμενος καθ’ ἑκάστην ἐγκοπήν· ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμαστὰς πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολὴν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐξ ὑμῶν παρεστώτων πολλοὺς, ὧν ἐγὼ τὰ εἴδη μέμνημαι, ὡς ἐμψύχους εἰκόνας, ἱκανὰς μαρτυρίας· λοιπὸν τῆς ὑμετέρας ἐστὶν ἐξουσίας, ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν , ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἀλλὰ καὶ τῶν εἰκαίων ὑμῶν προβλημάτων τὰς ἀποδείξεις ἀποδοῦναι ἐδυνάμην, εἰ φιλαλήθως ἐπυνθάνεσθε. κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν εἰπεῖν οὐκ ἔστιν εὔκαιρον τοῖς τὸν τῶν ὅλων ἀγνοοῦσι θεόν. Ταῦτα αὐτοῦ λέγοντος, ἐκ συμφωνίας ἄτακτον ἠφίεσαν γέλωτα, κατασιωπᾶν καὶ ἀπορεῖν αὐτὸν πειρώμενοι ὡς βάρβαρόν τινα δαιμονῶντα. ἐγὼ δὲ ταῦτα ὁρῶν, ζήλῳ οὐκ οἶδ’ ὅπως ληφθεὶς, εὐσεβεῖ θυμῷ τοῦ λοιποῦ σιγᾶν οὐκ ἐκαρτέρουν , ἀλλὰ μετὰ παῤῥησίας ἐβόων λέγων· εὐλόγως ὁ θεὸς ὑμῖν ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο ἀναξίους προϊδὼν, ἐξ ὧν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν, οὐ γραμματικὴν ἐπαγγελλόμενοι τέχνην, ἀλλὰ ἁπλοῖς καὶ ἀπανοὑργοις λόγοις τὴν αὐτοῦ βούλησιν ἐκφαίνοντες, ὡς πάντα ὅντινα οὖν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, καὶ οὐ μετὰ ἕξεώς τινος φθονερᾶς παρέχειν πᾶσιν ἑαυτὴν μὴ βουλομένης, πάρεστε ὑμεῖς πρὸς τὸ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν εἰς τὴν ὑμετέραν καταδίκην ἐν βαρβάροις πολιτευσαμένην ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε διὰ τὰς ἀσελγείας ὑμῶν καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὴ ἐλεγχθῆτε, ὅτι εἰκῆ φιλόλογοί ἐστε, καὶ οὐκ ἀληθεῖς φιλόσοφοι. μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε, οἱ τὸ λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ παρ’ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί ἄρα ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχὴ γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὗτος λέγει· διὰ τί, ὦ θεὲ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν; οὐ πάντως ἀκούσεσθε, εἴπερ ἀποκρίσεως καταξιωθήσεσθε, τάδε· ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου προαιρέσεις εἰδὼς, ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα. τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσαι, διατί ἀπ’ ἀρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ οὐκ εἴασα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἳ καὶ γελῶνται καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι ἐθελόντων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων; ὢ μεγάλης ἀδικίας, μέχρι φόνου κινδυνεύουσιν οἱ κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν. τοῦτο δὲ τὸ ἀδίκως γινόμενον κατὰ τῶν ἐμῶν κηρύκων ἀπ’ ἀρχῆς ἂν εἰς πάντας ἐγίνετο, εἴπερ ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐκαλοῦντο οἱ ἀνάξιοι. τὸ γὰρ νῦν γινόμενον ὑπ’ αὐτῶν ἀδίκως εἰς ἀπολογίαν τῆς ἐμῆς δικαίας γίνεται προνοίας, ὅτι καλῶς τὸν τῆς τιμῆς ἄξιον λόγον ἀπ’ ἀρχῆς δημοσίᾳ εἰς ὕβριν θεῖναι οὐκ ἠβουλήθην ἀνωφελῶς, ἀλλὰ σιγᾶσθαι αὐτὸν ὡς τίμιον ἐβουλευσάμην, οὐκ ἀπὸ τῶν ἀπ’ ἀρχῆς ἀξίων, οἶς καὶ μετέδωκα, ἀλλὰ ἀπὸ τούτων καὶ τῶν τοιούτων ὡς ὁρᾶτε ἀναξίων τῶν ἐμὲ μισούντων, καὶ ἑαυτοὺς φιλεῖν μὴ βουλομένων; καὶ νῦν γε παρέντες γελᾶν τὸν ἄνδρα τοῦτον, ἐμοῦ πρὸς τὸ τούτου ἐπάγγελμα πυνθάνεσθε, ἢ πυνθανομένου μου ὁ βουλόμενος ἀποκρινάσθω. καὶ μὴ ὡς ἀσελγεῖς κύνες ὑλάσσετε, ψόφῳ ἀτάκτῳ βύοντες τῶν σώζεσθαι θελόντων τὰς ἀκοάς. ὦ ἄδικοι καὶ θεοστυγεῖς καὶ τὸν σώζοντα λογισμὸν εἰς ἀπιστίαν ἀπασχολοῦντες, πῶς συγγνώμης τυχεῖν δυνήσεσθε, τὸν τὴν θειότητα τοῦ θεοῦ ἀπαγγελλόμενον εἰπεῖν ὑμῖν ὑβρίζοντες· καὶ ταῦτα ἄνθρωπον, οὗ ἐχρῆν καὶ μηδὲν ἀληθὲς λέγοντος, τὴν ἀγαθὴν αὐτοῦ πρὸς ὑμᾶς ἀποδέξασθαι προαίρεσιν; Ταῦτά μοι λέγοντος καὶ τὰ τούτοις ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγένετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνῇράν μοι, οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ’ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη ποτὲ ἑσπέρα κατειλήφει, τῆς χειρὸς λαβὼν τὸν Βαρνάβαν, μὴ θέλοντα βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μή τις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμέρας ὀλίγας διατρίψας, καὶ τοῦ ἀληθοῦς λόγον βραχέα κατηχήσας με, ὅσον ἐν ὀλίγαις ἡμέραις, σπεύδειν ἔλεγεν εἰς Ἰουδαίαν τῆς ἑορτῆς χάριν, ὡς καὶ τοῦ λοιποῦ τοῖς ἑαυτοῦ ὁμοέθνεσι συνεῖναι θέλων φανερῶς δή μοι ἀποκαλύψας. Ἐμοῦ μὲν γὰρ εἰπόντος· σύ μοι μόνον τοὺς τοῦ φανέντος θεοῦ οὓς ἤκουσας ἐκτίθου λόγους, κἀγὼ τῷ ἐμῷ κοσμήσας λόγῳ τοῦ θεοῦ κηρύξω τὴν βούλησιν, καὶ εἶθ’ οὕτως ἐντὸς ὀλίγων ἡμερῶν συμπλεύσω σοι· λίαν γὰρ ποθῶ ἐπὶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον· τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς χρόνον· αὐτὸς ταῦτα ἀκούσας ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον θέλεις, ἐξαυτῆς μοι σύμπλευσον· εἰ δὲ οὐ βούλει, τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις, ἐγώ σοι σήμερον ἐρῶ, ἵνα ὅτε βούλει ἐλθὼν ἐπιστῆς ἡμῖν· ἐγὼ γὰρ αὔριον πορεύσομαι ἐπὶ τὰ ἐμαυτοῦ. καὶ δὴ ἀδυσώπητον ἰδὼν συνῆλθον αὐτῷ μέχρι τοῦ λιμένος, καὶ μαθὼν παρ’ αὐτοῦ, ἅπερ ἔλεγεν σημεῖα τῶν οἰκήσεων, ἔφην αὐτῷ· εἰ μὴ ὅτι αὔριον τι ἀπαιτῶ ὀφειλόμενόν μοι, ἐξαυτῆς ἂν συνέπλεον σοι· πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτα εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἠγουμένοις, ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου. Ἡμερῶν δὲ διατρίψας καὶ τὸ χρέος οὐχ ὅλον λαβεῖν δυνηθεὶς, τάχους ἕνεκα ἀμελήσας τοῦ περιλειφθέντος ὡς ἐμποδίου ὄντος, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα, καὶ διὰ δεκαπέντε ἡμερῶν εἰς Καισάρειαν κατήντησα τὴν Στράτωνος. ἐπίβαντος δέ μου τῆς γῆς καὶ ξενίαν θηρωμένου ἔμαθον, ὅτι Πέτρος τις λεγόμενος, τοῦ ἐν Ἰουδαίᾳ φανέντος Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος, ὁ δοκιμώτατος ὑπάρχων μαθητὴς, αὔριον Σίμωνι τῷ ἀπὸ Γιτθῶν Σαμαρεῖ ζήτησιν ποιεῖται λόγων. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν· καὶ ὅμως ἕμαθον, καὶ τῷ πυλῶνι ἐπέστην· οἱ δὲ ἐν τῷ οἴκῳ ἀντέβαλλον, τίς τε ὢν καὶ πόθεν ἥκω. καὶ ἰδοὺ Βαρνάβας ἐκβὰς ἅμα τοῦ ἰδεῖν περιεπλάκη μοι πολὺ χαίρων καὶ δακρύων· καὶ λαβόμενός μου τῆς χειρὸς εἰσέφερεν ἔνθα ἦν ὁ Πέτρος λέγων μοι· οὑτός ἐστι Πέτρος, ὃν μέγιστον ἐπὶ τῇ τοῦ θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, ᾧ ἀπαύστως ἔλεγον πάντα τὰ κατὰ σὲ καλὰ ἅμα καὶ τὴν προαίρεσιν ἐξέφηνα, ὡς αὐτὸν γλίχεσθαι καὶ ἰδεῖν σε. μέγα οὖν αὐτῷ δῶρον σε διᾶ τῶν ἐμῶν προσφέρω χειρῶν· καὶ τοῦτο εἰπὼν προσενέγκας ἔφη· οὑτός ἐστι Κλήμης, Πέτρε.