<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="95"><p rend="indent">Κἀγὼ ἔφην· ἆρά γε καὶ ὁ θεὸς τότε μέλλων κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστι; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, φιλάνθρωπός ἐστι. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους τιμωρεῖται τοὺς ἀδικήσαντας. κἀγὼ ἔφην· οὐκοῦν εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας καθ’ ὃ ἀνθρώπους ἠδίκησαν τιμωροῦμαι, φιλάνθρωπός εἰμι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν <pb facs="MN41652ucmf_3_0092"/> ἐφεῖτό σοι καὶ ἡ τοῦ κρίνειν ἐξουσία, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τοῦ εἰληφέναι τὴν ἐξουσίαν καταδικάζων οὓς ὁ θεὸς ἐδημιούργησε, διὰ δὲ τὴν πρόγνωσιν ἀπταίστως ἐν τῷ κρίνειν οὓς μὲν ὡς δικαίους δικαιῶν, οὓς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· ὀρθῶς ἔφης καὶ ἀληθῶς· ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα κρίνειν ὀρθῶς. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοὶ, ἀθέμιτα κρύφα διαπραττόμενοι· ἔνιοι δὲ ἀγαθοὶ, ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ’ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως ἕξει πάντως τὸ δικαίως δικάζειν. ἔνιοι γὰρ φονεῖς ὄντες, εἶτα τὰς βασάνους ὑπενεγκόντες, ἀφείθησαν ὡς ἀθῷοι· ἕτεροι δὲ πάλιν ἀθῷοι τυγχάνοντες, τὰς βασάνους οὐχ ὑπομείναντες, καὶ διὰ τοῦτο καταψευσάμενοι ἑαυτῶν, ὡς αἴτιοι ἐκολάσθησαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="96"><p rend="indent">Καὶ ὁ Πέτρος ἔχει μετρίως καὶ ταῦτα, ἔφη· τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὖ πραττόντων, ἃ μὲν ὧν ποιοῦσιν ἴδιά ἐστιν αὐτῶν, ἃ δὲ καὶ ἀλλότρια· δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι τιμωρεῖσθαι, ἢ ἐπὶ τοῖς κατορθώμασιν ἀμοιβῆς ἀξιοῦσθαι. ἀδύνατον δέ τινι πλὴν προφήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γενόμενα εἰδέναι σαφῶς, ποῖα μὲν αὐτοῦ ἐστὶν ἴδια, ποῖα δὲ οὐκ ἔστι. κἀγὼ ἔφην· ἐβουλόμην μαθεῖν, πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων τὰ μὲν ἴδια, τὰ δὲ ἀλλότρια τυγχάνει. καὶ ὁ Πέτρος μοι ἀπεκρίνατο· ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ἔφη· τὰ ἀγαθὰ ἐλθεῖν δεῖ· μακάριος δὲ, φησὶ, δι’ οὗ ἔρχεται. ὁμοίως ἀνάγκη καὶ τὰ κακὰ ἐλθεῖν· οὐαὶ δὲ δι’ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν ἔρχεται τὰ κακὰ, καὶ διὰ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ, εἴτε ἀγαθὸν ἔπραξεν, εἴτε φαῦλον, ἵνα καὶ τὸ εἰρημένον ὑπὸ τοῦ πνεύματος· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ἀληθὲς ᾖ πάντως καὶ ἀναμφίλογον. πλὴν ἀλλὰ τὸν ἀρετῆς ὅλως ἀντιποιούμενον δέον ἐστὶν, ὡς ὁ Χριστὸς εἴρηκε, καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν· ἔτι μὴν καὶ ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ τοὺς λοιδοροῦντας εὐλογεῖν, καὶ τοῖς ἐπηρεάζουσι συγχωρεῖν. οὕτω γὰρ ἀκριβὴς ἔσται φύλαξ τῶν ἐντολῶν, καὶ τὰ ἁμαρτήματα πάντα διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης συγχωρηθεὶς ἀπελεύσεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="97"><p rend="indent">Τούτων ἀκούσας αὐτὸς τἆλλα μὲν πράττειν εἶναι δυνατὸν ἔφην· ἐχθροὺς δὲ εὐεργετεῖν, πᾶσαν αὐτῶν ὑποφέροντα τὴν ἐπήρειαν, οὐκ οἶμαι δυνατὸν ἀνθρωπείᾳ προσεῖναι φύσει. καὶ ὁ Πέτρος ὀρθῶς ἔφης, ἀπεκρίνατο. ἀθανασίας γὰρ αἰτία οὖσα ἡ φιλανθρωπία, πολλοῦ δίδοται. ἐὰν γὰρ πληροφορηθῇ τις, ὅτι οἱ ἐχθροὶ πρὸς καιρὸν κακουχοῦντες οὓς μισοῦσιν, αἰωνίου κολάσεως ἀπαλλαγῆς αὐτοῖς αἴτιοι γίνονται, ὡς εὐεργέτας <pb facs="MN41652ucmf_3_0094"/> αὐτοὺς ἀγαπήσουσιν. ἄλλως δὲ ἀδύνατόν τινα τὴν τοιαύτην ἐντολὴν κατορθῶσαι, εἰ μὴ σφόδρα τὸν θεὸν ἀγαπῶν εἴη, τῷ τούτου φόβῳ παιδαγωγούμενος. φησὶ γὰρ· ἀρχὴ σοφίας φόβος θεοῦ. τῷ ἐκείνου δὲ φόβῳ στοιχειωθείς τις εἰς ἀγάπην ἥξει πάντως, καὶ οὕτως ἕξει καὶ τὸν πλησίον ὡς ἑαυτόν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="98"><p rend="indent">Ὄρθρου δὲ γενομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς ἑαυτοῦ μητρὸς Ματθιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἅμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. ὁρμώντων δὲ ἡμῶν τὴν ἐπὶ Βαλαναίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ ζήτησίν σου καὶ τῶν διδύμων υἱῶν Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐξελθὼν, ἀνεύρετος μένει. οἶμαι δὲ τάχα καὶ τελευτῆσαι αὐτὸν, ἢ ναυαγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ τηκεδόνι λύπης μαρασμὸν ὑπομείναντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναζε μὲν καὶ λυπηρῶς εἶχε· τῇ δ’ ἐμῇ εὑρέσει τὸ πολὺ τῆς λύπης παρεμυθεῖτο. κατηντήσαμεν οὖν εἰς Βαλαναίας, καὶ τῇ ἐπιούσῃ εἰς Πάλτον ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλα. τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν, καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης τε καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδὼν ἄξιον, ἔφη, ἐνταῦθα ἡμέρας ἡμᾶς προσμεῖναι. δυνατὸν γὰρ ἐν τῷ πλήθει καί τινας εὑρέσθαι τῆς τοῦ Χριστοῦ μερίδος ἀξίους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς ἂν εἴη ἡ ξένη αὕτη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἣν ἐπιγνῶναί μοι ὁ θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="99"><p rend="indent">Ταῦτά μου εἰπόντος ὁ Πέτρος αὐτοῖς ἐν κεφαλαίῳ πάντα ἐξέθετο, ὅσα τε παρὰ τῆς μητρὸς ἀκούσειε, καὶ ὅσα πρότερον παρ’ ἐμοῦ μάθοι, περί τε τοῦ πεπλασμένου ὀνείρου, περί τε τῆς ἐν τῷ πλοίῳ μετὰ καὶ τῶν υἱῶν ναυαγίας, καὶ ὅπως ὕστερον ὁ πατὴρ εἰς ἀναζήτησιν τῆς γυναικὸς καὶ τῶν διδύμων αὐτῆς παίδων ἐκβὰς ἄχρι τῆς δεῦρο διέμεινεν ἄγνωστος, κινδύνῳ τυχὸν καὶ αὐτὸς θαλαττίῳ περιπεσών.</p></div></div></body></text></TEI>