Λαβόμενος οὖν τῆς χειρὸς αὐτῆς ὁ Πέτρος ἦγεν ἐπὶ τὸ πλοῖον. ἐγὼ δὲ ἰδὼν χειραγωγοῦντα γυναῖκα ἐγέλασα, καὶ προσελθὼν εἰς τιμὴν αὐτοῦ ἀντ’ αὐτοῦ χειραγωγεῖν αὐτὴν ἐπειρώμην. καὶ ἃμα τῷ ἅψασθαί με τῆς χειρὸς αὐτῆς ὀλολύξασα ὡς μήτηρ μέγα καὶ περιπλακεῖσα σφόδρα κατεφίλει με τὸν αὐτοῦ υἱόν. ἐγὼ δὲ τὸ πρᾶγμα ὅπερ ἦν ἀγνοῶν ὡς μαινομένην ἀπεσειόμην, αἰδούμενος δὲ καὶ τὸν Πέτρον πικρίας ἐπληρούμην. Ὁ δὲ Πέτρος ἔα, φησὶν, ὦ Κλήμη. τί γὰρ καὶ ποιεῖς οὕτως τήν σε τεκοῦσαν ἀποσειόμενος; ἐγὼ δὲ τοῦτο ἀκούσας, περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφίλουν. καὶ γὰρ ἅμα τῷ ῥηθῆναί μοι τοῦτο ἀμυδρῶς πως τὸ εἶδος ἀνεκαλούμην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὸ θαῦμα, καὶ πᾶσιν αὐτοῖς διὰ στόματος ἦν, ὅπως ἀνὴρ οὕτως ἀξιόλογος τὴν προσαῖτιν γυναῖκα μητέρα ἑαυτοῦ ἀνεγνώρισεν. βουλομένοις οὖν ἡμῖν σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ὦ τέκνον μου ποθεινὸν, εἶπεν, εὔλογόν ἐστι συντάξασθαι καὶ τῇ ὑποδεξαμένῃ με γυναικὴ, ἥτις πενιχρὰ οὖσα καὶ ὅλη παρειμένη ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. καὶ ὁ Πέτρος ἀκούσας ἐθαύμασεν, ἀλλὰ καὶ πάντες οἱ περιεστῶτες ὄχλοι τὸ τῆς γυναικὸς ἀγαθὸν φρόνημα, καὶ εὐθέως ἐκέλευσέ τισι πορευθῆναι καὶ τὴν γυναῖκα ἐπὶ κλίνης κομίσαι. ἧς ἐνεχθείσης τεθῆναι μὲν ἐπιτάττει τὴν κλίνην· αὐτὸς δὲ ὑπὸ ταῖς πάντων ἀκοαῖς εἰ ἀληθείας κῆρυξ ἐγὼ, ἔφη, ἐγερθήτω ἐξαυτῆς ὑγιὴς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν, ὅτι εἷς ἐστι θεὸς ὁ τὸν κόσμον ποιήσας. ὁ μὲν οὖν ταῦτα εἶπε· καὶ ἡ γυνὴ εὐθὺς ὑγιὴς ἀναστᾶσα τῆς κλίνης τῷ Πέτρῳ προσέπεσεν. εἶτα καὶ τὴν συνήθη καὶ φίλην καταφιλήσασα ἐπυνθάνετο, τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ διηγήσατο, καὶ οἱ ἀκούσαντες κατεπλάγησαν. τότε ἡ μήτηρ τὴν ξενοδόχον ἰαθεῖσαν παραδόξως ἰδοῦσα παρεκάλει καὶ αὐτὴ θεραπείας τυχεῖν. ὁ Πέτρος δὲ τὴν χεῖρα ἐπιθεὶς καὶ αὐτὴν ἐθεράπευσεν. Εἶτα περὶ εὐσεβείας διαλεχθεὶς ἐπὶ τῷ τέλει δὲ καὶ προσθεὶς, ὡς εἴ τις βούλεται ταῦτα μαθεῖν ἀκριβῶς, εἰς Ἀντιόχειαν ἀφικόμενος, ὅπου πλείους ἡμέρας ἔκρινα παραμένειν, ἐκεῖ ταῦτα καὶ μανθανέτω. εἰ γὰρ ἐμπορίας ἕνεκεν ἢ στρατείας οἰκίας καταλιμπάνειν οἴδατε καὶ εἰς μακροὺς ἀπιέναι τόπους, αἰωνίας δὲ χάριν ζωῆς οὐδὲ τριῶν ἡμερῶν ὁδὸν οἴχεσθαι προθυμήσεσθε; οὕτως εἰπὼν, τὸν λόγον κατέπαυσε. μετὰ δὲ ταῦτα ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς δωρησάμενος, εἶτα καὶ παραθέμενος αὐτὴν ἀγαθῷ τινι ἀνδρὶ πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο πράττειν προῃρημένῳ, ἔτι δὲ καὶ ἄλλαις πολλαῖς ἀργύρια διανείμας ταῖς ποτε τὴν μητέρα παραμυθησαμέναις, εὐχαριστήσας τῷ κυρίῳ διέπλευσα εἰς Ἀντάραδον ἅμα τῇ μητρὶ καὶ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις, καὶ οὕτως εἰς ξενίαν ὡρμήσαμεν. Γενομένων δὲ ἡμῶν ἐπὶ αὐτὸ καὶ τροφῆς μεταλαβόντων, τεινομένης ἔτι τῆς ὥρας ἔφην ἐγὼ τῷ Πέτρῳ· φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ πεποίηκε μήτηρ τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἆρά γε, ὦ Κλήμη, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τήν σε τεκοῦσαν, καθ’ ὃ τὴν ἀπὸ ναυαγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο, ἢ ὡς μητρὶ χαριζόμενος τοῦτο εἴρηκας; εἰ δὲ μὴ χαριζόμενος, ἀλλ’ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν, τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἄνευ τοῦ φυσικῶς πείθοντος ἡ πρὸς οἷον δή ποτε στοργὴ, καθ’ ὃ ἄνθρωπός ἐστιν. ἀλλ’ οὐδὲ ἡ ξενοδόχος ἡ ἀπὸ ναυαγίου τήν σε τεκοῦσαν ὑποδεξαμένη φιλάνθρωπος ἂν παρ’ ἐμοὶ λέγοιτο. ὑπὸ γὰρ ἐλέους κολασθεῖσα ἐπέπειστο γενέσθαι γυναικὸς εὐεργέτις, ναυαγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης, καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτὴν συμφοραῖς οὖσαν τίς οὐκ ἂν ἰδὼν ἐλεήσειε καὶ τῶν ἀσεβῶν; ὥστε οὔπω φιλανθρωπίας ἔργον οὐδὲ ἡ ξενοδόχος γυνὴ πεποιηκυῖα πρὸς αὐτὴν φαίνεται, ἀλλ’ ὑπὸ τοῦ ἐπὶ μυρίας συμφοραῖς ἐλέου πρὸς εὐεργεσίαν κεκινημένη. καὶ γὰρ ἥ σε τεκοῦσα βίου εὐπορήσασα καὶ τὴν ξενοδόχον ἀμειψαμένη οὐ φιλανθρωπίας, ἀλλὰ φιλίας ἐποίησεν ἔργον. πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας τε καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ φιλανθρωπία δὲ ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι, φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος αὕτη καὶ ἀδικήσαντας ἐχθροὺς ἐλεοῦσα εὐεργετεῖ, φιλάνθρωπος ἂν εἴη· εἰ δὲ διότι φίλη ἢ ἐχθρὰ, ἡ φίλη τοιαύτη τοῦ τινὸς αἰτίου φίλη ἐστὶν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου. Κἀγὼ ἀπεκρινάμην· οὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἂν ἡ ξενοδόχος ξένην, ἣν οὐκ ἠπίστατο, εὐεργετήσασα; καὶ ὁ Πέτρος· ἐλεήμονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ μηδὲ τὴν τεκοῦσαν φιλότεκνον, ὑπὸ ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὥσπερ γὰρ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται, καὶ ὁ φίλος ὑπὸ τῆς ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἄνευ τοῦ τι θηράσαι καὶ λαβεῖν εὐεργετεῖν πείθεται, οὔπω δὲ καὶ φιλάνθρωπος. κἀγὼ ἀπεκρινάμην· ἐπὶ ποίαις οὖν πράξεσι φιλάνθρωπός τις εἶναι δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι, τί ποτέ ἐστι φιλανθρωπίας ἔργον, οὐκ ὀκνήσω εἰπεῖν. φιλάνθρωπος ἐκεῖνός ἐστιν ὁ καὶ ἐχθροῖς ἡμέρως καὶ εὐεργετικῶς προσφερόμενος. ὅτι δὲ οὕτως ἔχει, σαφῶς ἄκουε. τὴν φιλανθρωπίαν ἐκ δύο μοι νόει συγκεῖσθαι μερῶν, ὧν τὸ μὲν αὐτῆς ἐλεημοσύνη, τὸ δὲ ἀγάπη ἐστὶν ἡ πρὸς τὸν πλησίον· πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρωπος, οὐχ ὅτι εἷς ἄνθρωπος. ἄνθρωπος γάρ ἐστι καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς, καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μιμητὴν εἶναι θεοῦ, εὐεργετοῦντα δικαίους τε καὶ ἀδίκους, ὡς αὐτὸς ὁ θεὸς ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὐτοῦ πᾶσι παρέχων. εἰ δὲ θέλεις ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ κολάζειν, κριτοῦ ἔργον πράττειν ἐπιχειρεῖς.