<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="85"><p rend="indent">Πλὴν ἐπειδὴ ὄρθρος ἐγένετο, μεγάλα βοῶσα καὶ γοερὰ κωκύουσα περιεβλεπόμην, ζητοῦσα τῶν ἐμῶν ταλαιπώρων βρεφῶν τὰ νεκρὰ σώματα. ἐλεήσαντες οὖν με οἱ ἐπιχώριοι καὶ γυμνὴν ἰδόντες ἐνέδυσαν. εἶτα καὶ τὸν βυθὸν ἀνηρεύνων τὰ ἐμὰ τέκνα ζητοῦντες. ἐπεὶ δὲ μὴ εὕρισκον, παραμυθίας χάριν τινὲς τῶν φιλοξένων γυναικῶν προσελθοῦσαι διηγοῦντο ἑκάστη τὰ ἑαυτῆς κακὰ, ἵνα τῇ τῶν ὁμοίων συμφορᾷ παραμυθίας μέρος ἐν τοῖς ἐμοῖς εὕροιμι· ὃ δή με καὶ μᾶλλον ἐλύπει, καὶ τὴν ψυχὴν ἐπὶ πλεῖον κατήσθιε, γυναικῶν καὶ ἄλλων ἀκούουσαν συμφοράς. καὶ δὴ καὶ εἰς ξενίαν πολλῶν με ἄγειν ἀξιουσῶν μία τις τῶν ἐνταῦθα πενιχρὰ πολλὰ βιασαμένη εἰς τὸ ἑαυτῆς ἐλθεῖν ἀνέπεισε καταγώγιον θάρσει, λέγουσα· καὶ γὰρ ὁ ἐμὸς ἀνὴρ, ναύτης δὲ οὗτος ἦν, κατὰ θάλασσαν τέθνηκε πάνυ νεώτερος ὤν. καὶ ἐξ ἐκείνου πολλῶν με ἀξιούντων εἰς γάμον ἐλθεῖν ἐγὼ χηρεύειν εἱλόμην τὸν ἐμὸν ἄνδρα ποθοῦσα. ἔσται δὲ κοινὰ ἡμῖν, ἃ διὰ χειρῶν ἀμφότεραι πορίζειν δυνάμεθα. καὶ ταῦτα μὲν ἐκείνη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="86"><p rend="indent">Ἐγὼ δὲ ἵνα μή σοι μηκύνω τοὺς ὑπὲρ τούτου λόγους, συνῴκησα ταύτῃ διὰ τὴν φιλανδρίαν. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τῆς ταλαιπώρου μὲν αἱ χεῖρες ἐμοῦ ὑπὸ τῶν δηγμάτων παρείθησαν, καὶ ἡ ὑποδεξαμένη με αὕτη γυνὴ ὑπὸ πάθους τινὸς ὅλη συνδεθεῖσα σχεδὸν ἀκίνητος ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ἐπεὶ οὖν ὁ τῶν πάλαι γυναικῶν ἔλεος ἤδη παρήκμασεν, ἐγὼ δὲ καὶ ἡ κατ’ οἶκον ἀμφότεραι συμφοραῖς ἐπίσης κεχρήμεθα, καθέζομαι νῦν ὡς ὁρᾷς ἐνταῦθα προσαιτοῦσα, καὶ ὧν ἂν εὐπορήσω, κοινὰ ποιοῦμαι καὶ τῇ συνταλαιπώρῳ. καὶ τὰ μὲν ἐμὰ τοῦτον ἔχει τὸν τρόπον. λοιπὸν σὺ μὴ κωλύσῃς τὴν ὑπόσχεσιν πληρῶσαι τοῦ δοῦναι τὸ φάρμακον, ὅπως καὶ τῇ συνοίκῳ θανεῖν ἐπιθυμούσῃ τοῦ δοθέντος κοινωνήσω, αὐτή τε μετασχοῦσα τῆς ζωῆς ταύτης θᾶττον ἀπαλλαγῶ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="87"><p rend="indent">Ταῦτα τῆς γυναικὸς εἰπούσης ὁ Πέτρος ὑπὸ λογισμῶν <pb facs="MN41652ucmf_3_0086"/> ἵστασθαι μετέωρος ἐδόκει. ἐγὼ δὲ ἐπιστὰς καὶ τὸν διδάσκαλον τῇ γυναικὶ κοινολογούμενον οὕτω καταλαβὼν ἐκ πολλοῦ σε περιερχόμενος, ἔφην, ἐζήτουν· καὶ τὰ νῦν τί ποιητέον; ὁ δὲ Πέτρος προσέταξέ μοι προαγαγόντι μένειν ἐπὶ τοῦ πλοίου. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν οὕτω κελεύσαντι, τὸ προσταχθὲν ἐποίουν. ὁ δὲ Πέτρος μικρᾷ τινὶ ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων δὴ τὰ ὀνόματα, καὶ παραχρῆμα δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βιαζομένη μὲν καὶ εἰπεῖν οὐκ ἐθέλουσα, τὸ φάρμακον δὲ ὅμως ἐφιεμένη λαβεῖν ἐσοφίσατο ἀντὶ ἄλλων εἰπεῖν ἕτερα, καὶ ὅμως αὑτὴν μὲν Ἐφεσίαν εἶναι ἔφησε, τὸν ἄνδρα δὲ Σικελὸν, ὡσαύτως δὲ καὶ τῶν τριῶν παίδων ἤμειψε τὰ ὀνόματα. καὶ ὁ Πέτρος οἰηθεὶς αὐτὴν ἀληθεύειν οἴμοι γύναι, φησὶ, ἐνόμιζον μεγάλην τινὰ χαρὰν τῇ σήμερον ἄγειν ἡμέρᾳ ὑπολαβών σέ τινα εἶναι, ἧς τὰ πράγματα ἀκούσας ἀκριβῶς ἐπίσταμαι. ἡ δὲ ἐξώρκιζε λέγουσα· δέομαί σου, εἰπέ μοι, ἵνα εἰδῶ, εἰ ἔστι τις ἐν γυναιξὶν ἄλλη ἀθλιωτέρα ἐμοῦ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="88"><p rend="indent">Καὶ ὁ Πέτρος ψεύδεσθαι οὐκ εἰδὼς καὶ ἄλλως ὑπὸ ἐλέους τοῦ πρὸς αὐτὴν ἑλκόμενος τὸ ἀληθὲς λέγειν ἤρξατο. ἐμοί τίς ἐστι νεανίας, ὦ γύναι, τῶν τῆς θεοσεβείας ὀρεγόμενος λόγων, Ῥωμαίων ὑπάρχων πολίτης, ὅστις μοι διηγεῖται, πῶς πατέρα τε ἔχων καὶ ἀδελφοὺς δύο διδύμους οὐδένα τούτων ὁρᾷ. ἥ τε γὰρ μήτηρ ὡς ὁ πατὴρ, φησὶ, διηγεῖτό μοι, ὄνειρον ἰδοῦσα τῆς Ῥωμαίων πόλεως ἐπὶ χρόνον τινὰ ἐξῄει μετὰ τῶν διδύμων αὐτῆς τέκνων, ἵνα μὴ κακῷ τελευτήσῃ θανάτῳ, καὶ σὺν αὐτοῖς ἐκβᾶσα νῦν οὐχ εὑρίσκεται· ὁ δὲ ταύτης μὲν ἀνὴρ, αὐτοῦ δὲ πατὴρ, καὶ αὐτὸς εἰς ἐπιζήτησιν αὐτῆς ἐκβὰς, οὐδὲ οὑτος εὑρίσκεται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="89"><p rend="indent">Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐπιστήσασα τὸν νοῦν αὐτοῖς ὑπὸ ἐκπλήξεως ἀπέψυξεν ἡ γυνή. ὁ δὲ Πέτρος νήφειν αὐτὴν παρακελευσάμενος, τί ποτέ ἐστιν ὃ πάσχεις, διεπυνθάνετο. ἡ δὲ ὥσπερ ἐκ μέθης ἀνενεγκοῦσα καὶ τὸ πρόσωπον τρίψασα καὶ ποῦ ἐστίν, ἔφη, ποῦ ὁ θρυλλούμενος νεανίας; συνεὶς δὲ ὁ Πέτρος τὸ δρᾶμα εἰπέ μοι σὺ πρῶτον, ἔφη· ἄλλως γὰρ ἰδεῖν τοῦτον οὐ δύνασαι. ἡ δὲ σπεύδουσα ἐγὼ, φησὶν, ἡ τοῦ νεανίσκου μήτηρ εἰμὶ, καὶ Κλήμης αὐτῷ ὄνομα. καὶ ὁ Πέτρος ἀκούσας αὐτός ἐστιν, εἶπεν, αὐτός ἐστι. καὶ οὗτος ἦν ὁ πρὸ μικροῦ προσελθὼν καὶ λαλήσας μοι, ὃν καὶ ἀναμένειν ἐν τῷ πλοίῳ προσέταξα. ἡ δὲ προσπεσοῦσα τῷ Πέτρῳ ἠξίου σπεύδειν ἐπὶ τὸ πλοῖον. καὶ ὁ Πέτρος εἴ μοι τηρεῖς, ἔφη, τὰς συνθήκας, καὶ τοῦτο ποιήσω. ἡ δὲ πάντα ποιῶ, φησὶ, μόνον μοι τὸ τέκνον τὸ μονογενὲς γνώρισον· δόξω γὰρ δἰ αὐτοῦ καὶ τὰ δύο μου τὰ ἐνταῦθα τεθνηκότα τέκνα ὁρᾶν. καὶ ὁ Πέτρος ἀλλ’ ὅταν αὐτὸν ἴδῃς, ἡσύχασον, μέχρις ἂν τῆς νήσου ἐκβῶμεν.</p></div></div></body></text></TEI>