<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="80"><p rend="indent">Οὕτως εἰπόντος τοῦ Πέτρου εἷς τις τῶν ἐν ἡμῖν τολμήσας <pb facs="MN41652ucmf_3_0082"/> ἀντὶ πάντων παρεκάλεσεν αὐτὸν, αὔριον ὀρθριαίτερον εἰς Ἄραδον τὴν κατέναντι νῆσον ἐκπλεῦσαι, τριάκοντα οἶμαι οὐδὲ ὅλους σταδίους ἀπέχουσαν, ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖσε ἀμπελίνων δύο στύλων μέγιστα πάχη φερόντων. ὁ γοῦν πειθήνιος Πέτρος ἐπένευσεν οὕτως εἰπών· ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα πάντες εἰσέρχησθε εἰς τὴν θεωρίαν, ὧν ἐπιθυμεῖτε. οὐ γὰρ βούλομαι ὑμᾶς τὰς τῶν πολιτῶν ὄψεις πρὸς ἑαυτοὺς ἐπιστρέφειν. καὶ οὕτω πλεύσαντες μιᾶς ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν, ἔνθα οἱ ἀμπέλινοι στύλοι ἦσαν· ὅμως καὶ μετὰ τῶν στύλων ἄλλος μὲν ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="81"><p rend="indent">Πέτρος δὲ μόνος οὐκ ἀναγκαῖον ἡγήσατο ἐπὶ τὴν ἱστορίαν τῶν ἐκεῖ γενέσθαι· γυναικὶ δέ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ προσχὼν ἔφη· γύναι, τί σοι τῶν οἰκείων ἐλλείπει μελῶν, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω, λέγω δὴ τὸ προσαιτεῖν, καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένη τὰς ἐφημέρους πορίζῃ τροφάς; ἡ δὲ βύθιόν τι στενάξασα καὶ περιπαθὲς ἀπεκρίνατο· εἴθε γὰρ ἠσάν μοι χεῖρες ὑπουργεῖν ὅλως δυνάμεναι. νῦν δέ μοι σχῆμα μόνον χειρῶν ἀποσώζουσι νεκραὶ καὶ αὗται τυγχάνουσαι. καὶ ὁ Πέτρος· τίς δὲ ἡ αἰτία, ἤρετο, τοῦ τοῦτό σε τὸ χαλεπώτατον πεπονθέναι; ἡ δὲ πρὸς αὐτὸν· ψυχῆς ἀσθένεια, καὶ πλέον οὐδέν. εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ βυθὸς, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="82"><p rend="indent">Καὶ ὁ Πέτρος ἔφη· τί οὖν, οἴει, γύναι, ὅτι πάντες οἱ ἀναιροῦντες ἑαυτοὺς κολάσεως ἀπαλλάσσονται, ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδου αἱ τῶν οὕτως θνησκόντων ψυχαὶ τῆς αὐτοκτονίας χάριν κολάζονται; ἡ δὲ εἴθε ἐπεπείσμην, ἔφη, ὅτι ὄντως ἐν ᾅδου ψυχαὶ εὑρίσκονται ζῶσαι· καὶ ἠγάπων ἂν παρ’ οὐδὲν θεμένη τὴν τιμωρίαν ἀποθανεῖν, ὥστε τοὺς ἐμοὶ περιποθήτους θεάσασθαι κἂν βραχύ. καὶ ὁ Πέτρος πρὸς ταῦτα· καὶ τί ἄρα ἐστὶ τὸ λυποῦν σε; διψῶ γὰρ μαθεῖν. καὶ εἴ με διδάξεις, πίστεις σοι παρέξω βεβαίας, ὅτι ἐν ᾅδου ζῶσιν αἱ ψυχαὶ, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ ὀρέξω σοι φάρμακον, δἰ οὗ τοῦ ζῆν ἀνωδύνως ἀπαλλαγήσῃ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="83"><p rend="indent">Καὶ ἡ γυνὴ τὸ ῥηθὲν οὐ συνεῖσα, ἡδέως δὲ μόνον ἁρπάσασα τὸ λεχθὲν, λέγειν ἤρξατο οὕτως· γένος μὲν καὶ πατρίδα σοι διηγήσασθαι, οὐκ οἶμαί ποτε πείσειν ἐμαυτὴν δυνηθῆναι· πλὴν ἀλλὰ καί σοι τί διαφέρει τοῦτο μαθεῖν, ἢ μόνον τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωμένη δήγμασι τὰς ἐμὰς ἐνέκρωσα χεῖρας; ὅμως τὰ κατ’ ἐμαυτὴν ὡς δυνατὸν ἀκοῦσαί σε διηγήσομαι. ἐγὼ πάνυ ἐξ εὐγενῶν οὖσα δυνατοῦ τινὸς προσταγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ τυγχάνοντι ἐγενόμην γυνή· καὶ διδύμους υἱοὺς ἔχουσα καὶ τρίτον ἐπὶ τούτοις υἱὸν ἔσχον. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς ἐπιμανείς μου τῇ ὄψει καὶ τῷ ἐμῷ ἔρωτι κατ’ ἄκρας ἁλοὺς, καί τοι σωφρονεῖν σφόδρα τῆς ταλαιπώρου φιλούσης καὶ μήτε συνθέσθαι τῷ ἐραστῇ βουλομένης, μήτε δὲ τῷ ἐμῷ ἀνδρὶ πάλιν ἀναθέσθαι τὸν ἐπ’ ἐμοὶ τοῦ ἀδελφοῦ ἔρωτα πρέπον εἶναι λογισαμένης, ὡς ἂν μήτε τὴν τοῦ ἀνδρὸς κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν ἐκπολεμώσω καὶ τῷ ἐκείνου γένει μεγάλῳ ὄντι ὀνειδισμὸν ἐπαγάγω, τὴν πόλιν ἐλογισάμην μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐπὶ χρόνον τινὰ καταλιπεῖν, <pb facs="MN41652ucmf_3_0084"/>  ἕως καὶ ὁ μιαρὸς ἔρως παύσεται τοῦ πρὸς ὕβριν με κολακεύσαντος. τὸν μέν τοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν ἔγνων καταλιπεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="84"><p rend="indent">Πλὴν ἵνα ταῦτα οὕτω γένηται, ἐπενόησα καὶ ὄνειρον πλάσασθαι, ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰπόντος· ἐξαυτῆς ἅμα τοῖς διδύμοις σου τέκνοις, ὦ γύναι, ἐπὶ χρόνον τινὰ μέχρις ὅτε μηνύσω σοι πάλιν ἐπανελθεῖν, ἔκβηθι τὴν Ῥωμαίων· ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσί σου τοῖς τέκνοις ἐκ τοῦ αἰφνιδίου κακῶς τελευτήσεις. ἅμα δὲ τῷ τὸν ὄνειρόν με ψεύσασθαι πρὸς τὸν ἄνδρα, αὐτὸς περίφοβος γενόμενος τούς τε δύο υἱοὺς, δούλους τε καὶ παιδίσκας, καὶ χρήματα συχνὰ ἐν πλοίῳ ἐνθέμενος εἰς Ἀθήνας ἐξέπεμψεν, ἐντειλάμενος τοὺς υἱοὺς ἐκπαιδεῦσαί με, μέχρις ἂν, φησὶ, τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε. καὶ δὴ σὺν ἅμα τέκνοις ἡ τάλαινα πλέουσα, ὑπὸ ἀνέμων ἀταξίας εἰς τούτους ἀποῤῥιφεῖσα τοὺς τόπους, νυκτὸς τῆς νηὸς διαλυθείσης, ναυαγίῳ περιεπέσομεν. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥιπισθεῖσα ἐπὶ πέτρας ἐῤῥίφην· ἐφ’ ἧς καθεσθεῖσα ἐλπίδι τοῦ τὰ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸν βυθὸν ἐμαυτὴν οὐκ ἔῤῥιψα τότε, ὅτε καὶ τὴν ψνχὴν εἶχον τοῖς τῆς λύπης κύμασιν ἤδη μεμεθυσμένην, καὶ πρᾶξαι τοῦτο εὐπετῶς ἠδυνάμην.</p></div></div></body></text></TEI>