<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="75"><p rend="indent">Ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς, οἷον λόγον εἶπεν ἀνὴρ, οὑ πάντες οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττους εἰσίν. ὁ δὲ ἰδών με σύνδακρυν ἐπυνθάνετο τὴν αἰτίαν. κἀγὼ πρὸς αὐτὸν καὶ τί τοιοῦτον ἥμαρτον, φημὶ, ἵνα καὶ τοιοῦτον ἀκοῦσαί με λόγον; Καὶ ὁ Πέτρος εὐθὺς εἰ κακῶς εἴρηκα δουλεῦσαί σοι προελόμενος, σὺ πρῶτος ἥμαρτες, πρῶτος τοῦτο καὶ ποιῆσαι προθυμηθείς. κἀγὼ ἔφην· οὐχ ὁμοίως ἔχει· ἐμοὶ μὲν γὰρ καὶ λίαν προσήκει τοῦτο ποιεῖν, σοὶ δὲ οὐδαμῶς, ἄτε θεοῦ κήρυκι ὄντι καὶ ψυχὰς ἀνθρώπων ποιμαίνειν πεπιστευμένῳ. καὶ ὁ Πέτρος ὁ κύριος ἡμῶν, εἶπεν, ὁ ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐληλυθὼς, μόνος τε ὑπὲρ πάντας τὴν ἀληθῇ καὶ μόνην εὐγένειαν ἔχων, δουλεύειν ἠνέσχετο, ἵν’ ἡμᾶς πείσῃ, μὴ δι’ αἰσχύνης ποιεῖσθαι τὸ δουλικὰς προσφέρειν τοῖς πλησίον ὑπηρεσίας, κἂν εὐγενεῖς ὦμεν, κἂν πλεῖστον αὐτῶν διαφέρωμεν. κἀγὼ ἔφην· εἰ λόγῳ σε νικήσειν οἴομαι, ἄφρων εἰμὶ κατὰ τὸ φανερὸν καὶ ἀνόητος πλὴν ἀλλὰ χάριν οἶδα τῇ τοῦ θεοῦ προνοίᾳ, ὅτι περ εἰς γονέων μοῖραν ἔχειν σε κατηξίωμαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="76"><p rend="indent">Καὶ ὁ Πέτρος οὐδεὶς δέ σοι ἀληθῶς, ἔφη, πρὸς γένους ὑπάρχει; κἀγὼ ἀπεκρινάμην· εἰσὶ μὲν πολλοὶ καὶ μεγάλοι ἄνδρες Καίσαρι προσήκοντες κατὰ γένος. ὅθεν τῷ ἐμῷ πατρὶ ὡς καὶ συντρόφῳ Καῖσαρ γυναῖκα συγγενῆ συνηρμόσατο, ἀφ’ ἧς τρεῖς ἐγενόμεθα υἱοί· δύο μὲν πρὸ ἐμοῦ οἵ καὶ δίδυμοι ὄντες κομιδῆ ὅμοιοι ἀλλήλοις ἐτύγχανον, ὡς ὁ πατὴρ <pb facs="MN41652ucmf_3_0080"/> ἐξηγεῖτό μοι. ἐγὼ γὰρ οὔτε αὐτοὺς, οὔτε τὴν τεκοῦσαν πάνυ ἐπίσταμαι, ἀλλ’ ὥσπερ δι’ ὀνείρων ἀμυδρὸν αὐτῶν καὶ τὸ εἶδος ἀναφέρω. ἡ μὲν οὖν μήτηρ μου Ματθιδία ἐλέγετο, ὁ δὲ πατὴρ Φαῦστος, οἱ δὲ ἀδελφοὶ ὁ μὲν Φαυστῖνος, ὁ δὲ Φαυστινιανὸς ἐκαλεῖτο. ἐμοῦ οὖν τοῦ τρίτου ἐπιγεννηθέντος αὐτοῖς, ἡ μήτηρ ὄνειρον ἑωράκει, ὡς ὁ πατὴρ ὑφηγεῖτο, ὅτι ἐὰν μὴ τοὺς διδύμους αὐτῆς υἱοὺς ἐξαυτῆς παραλαβοῦσα τῆς Ῥωμαίων ἀποδημήσῃ πόλεως ἐπὶ ἔτη δέκα, πανωλεθρίῳ σὺν αὐτοῖς ἀποθανεῖται θανάτῳ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="77"><p rend="indent">Ὁ μὲν οὖν πατὴρ φιλότεκνος ὢν, σύν τε δούλοις καὶ δούλαις ἐφοδιάσας ἱκανῶς καὶ εἰς πλοῖον ἐνθέμενος εἰς τὰς Ἀθήνας ἅμα παιδευθησομένους ἐξέπεμψεν· ἐμὲ δὲ μόνον εἰς παραμυθίαν ἔσχε παρ’ ἑαυτῷ. καὶ ἐπὶ τούτῳ εὐχαριστῶ πολλὰ, ὅτι κἀμὲ ὁ ὄνειρος μὴ ἐκεκελεύκει ἅμα τῇ μητρὶ τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. τοῦ ἐνιαυτοῦ τοίνυν ἐκείνου περιελθόντος ὁ πατὴρ ἔπεμψεν εἰς Ἀθήνας χρήματα τοῖς ἑαυτοῦ μαθεῖν ἅμα γλιχόμενος, πῶς ἄρα διάγουσιν. οἱ δὲ ἀπελθόντες οὐκ ἐπανῆλθον. τρίτῳ δὲ πάλιν ἐνιαυτῷ ὁ πατὴρ ἀθυμῶν ἑτέρους ἔπεμψεν ὁμοίως σὺν ἐφοδίοις· οἵ τινες τετάρτῳ ἐνιαυτῷ ἧκον ἀπαγγέλλοντες, μήτε μου τὴν τεκοῦσαν ἢ τοὺς ἀδελφοὺς ὅλως ἑωρακέναι, μηδὲ ἄλλου τινὸς τῶν σὺν αὐτοῖς ἀπεληλυθότων κἂν ἴχνος εὑρηκέναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="78"><p rend="indent">Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος, καὶ οὐκ εἰδὼς, ποῦ ὁρμήσας κατὰ ζήτησιν ἐκείνων ἐξέλθοι, ἐμὲ παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πυκνότερον ἐπυνθάνετο, ποῦ τις ἢ ἴδοι ἢ ἀκούσειεν ἐντὸς τεσσάρων ἐνιαυτῶν ἀπαντῆσαν ναυάγιον. καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ πάλιν ἀντεπυνθάνετο, εἰ ἑωράκασι σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένον τῇ γῇ. πολλῶν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ διαφόρους καιροὺς, ὁ πατὴρ ἀκούων ἐστέναζε. πλὴν ὑπὸ τῶν σπλάγχνων νενικημένος ἀλόγιστα ἐπυνθάνετο, τοσοῦτον θαλάσσης βυθὸν πειρώμενος ἐρευνᾶν· ὅμως συγγνωστὸς ἦν, ὅτι διὰ τὴν πρὸς τοὺς ζητουμένους στοργὴν ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δή ποτε ὑπὸ φροντισταῖς καταλιπών με καὶ ἐπιτρόποις δωδέκατον ἤδη γεγονότα ἔτος, αὐτὸς δακρύων εἰς Πόρτον κατῆλθε· καὶ εἰς πλοῖον ἐμβὰς εἰς ἐπιζήτησιν ἐκείνων ἐξέπλευσε· καὶ ἐξ ἐκείνου μέχρι καὶ νῦν οὔτε γράμματα παρ’ αὐτοῦ ἐδεξάμην, οὔτε ἐν ζῶσιν αὐτὸν εἶναι ἢ τεθνηκόσιν ὅλως ἐπίσταμαι. ῥοπὴ δέ μοι πλείων πρὸς τοῦτο τῆς διανοίας, ὅτι τέθνηκέ που, ἢ ὑπὸ λύπης ἥττων γενόμενος, ἢ ναυαγίῳ περιπεσών. τούτου δὲ τεκμηρίῳ χρῶμαι, ὅτι ἔξ ἐκείνου ἥδη λοιπὸν εἰκοστὸν ἔτος ἐστὶν, ἀφ’ οὑ ἴχνος οὐδὲν ἀληθείας ἐμοὶ περὶ αὐτοῦ ἤκουσται.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="79"><p rend="indent">Ταῦτα ἀκούων ὁ Πέτρος ὑπὸ συμπαθείας ἐδάκρυε καὶ εὐθέως τοῖς συνοῦσι γνησίοις εἶπεν· εἴ τις πέπονθεν εὐσεβὴς ἀνὴρ, οἷα ὁ τούτου πατὴρ, εὐθέως ἂν τῷ τῆς θεοσεβείας λόγῳ ἢ τῷ πονηρῷ ἐπέγραφε τὴν αἰτίαν· οὕτω καὶ τοῖς ταλαιπώροις ἔθνεσι συμβαίνει πάσχειν, καὶ ἀγνοοῦμεν οἱ θεοσεβεῖς. ταλαιπώρους δὲ αὐτοὺς εὐλόγως εἴρηκα, ὅτι καὶ ἐνταῦθα πλανῶνται, καὶ τῆς ἐκεῖθεν ἐλπίδος ἀποτυγχάνουσι. τοῖς γὰρ ἐν θεοσεβείᾳ τὰ λυπηρὰ πάσχουσιν ἔκτισις αὐτὰ γίνεται τῶν παραπτωμάτων.</p></div></div></body></text></TEI>