Ἐκβάντες δὲ τὴν Τρίπολιν τῆς Φοινίκης, ὡς ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ὀρθωσίᾳ ἐμείναμεν· καὶ διὰ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τὰ τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπήραμεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· ἐπειδὴ ὁ πολὺς ὄχλος τῶν συνοδοιπορούντων οὐ μικρὸν φθόνον εἰσιοῦσι κατὰ πόλιν ἡμῖν ἐπισπᾶται, ἀναγκαίως ἐσκεψάμην φροντίσαι, ὅπως μήτε οὗτοι λυπηθῶσι κωλυθέντες συνεῖναι ἡμῖν, μήτε ἡμεῖς περίβλεπτοι γενόμενοι, φθόνου τοῖς ἄλλοις καταστῶμεν αἴτιοι. τούτου ἕνεκα βούλομαί σε τὸν Νικήτην ἅμα τῷ Ἀκύλᾳ προοδεύειν μου κατὰ συστήματα δύο σποράδην. Ταῦτα τοῦ Πέτρου εἰπόντος ἀπεκρίναντο Νικήτης τε καὶ Ἀκύλας· οὐ πάνυ ἡμᾶς κύριε λυπεῖ τοῦτο πράττειν διὰ τὸ ὑπὸ σοῦ προστετάχθαι· πρῶτον μὲν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὢν ὑπὸ τῆς τοῦ θεοῦ προνοίας ἐξελέγης· ἔπειτα δὲ, ὅτι ὡς ἐπιπολὺ ἡμερῶν δύο ἀνάγκη τοῦτο πράττειν ἡμᾶς ἀπολιμπανομένους σου· καὶ αὗται δὲ πολλαὶ πρὸς τὸ μή σε τὸν κύριον ἡμῶν καθορᾶν· πλὴν ὡς κελεύεις διὰ τὸ συμφέρον οὐκ ἀντιλέγομεν. ταῦτα εἰπόντες προῆγον. Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης ἔχαιρον, ὅτι σὺν αὐτῷ με ἐκέλευσεν εἶναι. ἀμέλει καὶ πρὸς αὐτὸν εἶπον· εὐχαριστῶ τῷ θεῷ, ὅτι με οὐκ ἐξαπέστειλας ὡς τοὺς ἑταίρους, ἐπεὶ ὀδυνώμενος ἂν διεπεφωνήκειν. ὁ δὲ ἔφη· τί δαὶ, εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που, σὺ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξῃ; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ, φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσταττόμενα, εὐθύμως ὑποίσεις; ἢ οὐκ οἶδας, ὅτι σύνεισιν οἱ φίλοι ταῖς μνήμαις, κἂν τοῖς σώμασιν ἐκείνων ἀπολιμπάνωνται, ὡς ἔνιοι συνόντες τοῖς σώμασι, μακρὰν ἀφεστήκασι ταῖς ψυχαῖς; Κἀγὼ ἀπεκρινάμην· ἀλλὰ μή με νομίσῃς κύριε, ὅτι τὰ λύπης πάσχειν ἔμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῶς ἔχοντι λογισμῷ. ἐπεὶ γάρ σε ἀντὶ πάντων εἱλόμην, πατρός τε καὶ μητρὸς, ἀδελφῶν ἅμα καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν θεὸν τῆς σωζούσης ἀληθείας, οὕτω καὶ ἡς ἔμελλον ἐκ πάντων ἀπολαύειν παραμυθίας, διά σου μόνου καρποῦμαι. δέδοικα γὰρ ὅλως ἀπολειφθῆναί σου, μή ποτε διὰ τὴν ἐκ τῆς ἡλικίας ἀκμὴν ἥττων ἐπιθυμίας γένωμαι. καὶ διὰ τοῦτο οὕτως ἐνστάσεως ἔχω, ὡς ἀποστῆναί σου ἀδύνατον εἶναι, εἰ μὴ κατά τινα χόλον θεοῦ τοῦτο γένηται. καὶ γὰρ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τίς μοι βούλεται συνοδεῦσαι, εὐσεβῶς καὶ συνοδευέτω. εὐσεβῶς δὲ ἔφης τὸ μηδένα λυπῆσαι κατὰ θεὸν, οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα, πρὸς δὲ καὶ ἑτέρους τινὰς τῶν εὐσεβεῖν ἑλομένων. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ καὶ τὰ μέγιστα χαρίζῃ, εἰ μοι τὰς τῶν δούλων ὑπηρεσίας ἐπιτρέποις ποιεῖν. Καὶ ὁ Πέτρος ἀκούσας μετά τινός φησι μειδιάματος· τί οὖν οἴει, Κλήμη, μὴ ὑπ’ αὐτῆς ἀνάγκης εἰς δούλων σε ταγῆναι τὀπον; ἐπεὶ τίς τὰς καλάς μοι καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων δακτυλίων καὶ τῶν ὑποδημάτων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετομάσει, ἅ τινα ποικίλα ὄντα πολλῶν καὶ τεχνικῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα, ὅσα ὡς θηρίῳ μεγάλῳ, τῇ ἐπιθυμίᾳ προευτρεπίζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισῆλθεν, ἴσως μὴ συνιέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον, ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρώμαι καὶ σπανίως λαχάνοις· καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ἕν ἐστι τούτο αὐτὸ, ὃ περιβέβλημαι, καὶ ἑτέρου χρείαν οὐκ ἔχω, οὐδὲ ἄλλων τινῶν. ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ, τῶν ἐνταῦθα οὐδενὸς ἐπιστρέφεται. ὅμως σοῦ μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι καὶ θαυμάζων ἐπαινῶ, πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥαδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος οὐ μόνον ἐν ὀρφανίᾳ τραφέντες, ἀλλὰ καὶ ὑπὸ πενίας εἷς ἐργασίαν ἐθισθέντες εὐμαρῶς φέρομεν νῦν τὰς μακρὰς ταύτας ὁδοιπορίας. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἂν συγκεχωρήκεις τὰ δούλων ἀποπληροῦν σοι.