<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="65"><p rend="indent">Ταῦτα εἰπόντος αὐτοῦ καὶ ἀπὸ τῶν γραφῶν πολλὰ παραινέσαντος οἱ πάντες παρέμειναν, οἱ μὲν τοῦ θεραπευθῆναι χάριν, οἱ δὲ τοῦ ἱστορῆσαι τοὺς τῆς θεραπείας ἐπιτυχόντας. ὁ δὲ Πέτρος τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς μόνον καὶ προσευξάμενος τὴν ἀπαλλαγὴν ἑκάστῳ τοῦ πάθους παρέσχετο, ὡς τοὺς μὲν παραχρῆμα θεραπευθέντας γενέσθαι περιχαρεῖς, <pb facs="MN41652ucmf_3_0074"/> τοὺς δὲ ἱστορήσαντας ὑπερθαυμάσαι τε καὶ δόξαν ὑπὲρ τούτου προσενεγκεῖν τῷ θεῷ. βεβαίως οὖν πιστεύσαντες ἅμα τοῖς θεραπευθεῖσιν ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν τοῦτο λαβόντες ἐντολὴν, ὥστε πρωϊαίτερον συνελθεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="66"><p rend="indent">Τῇ οὖν ἐπιούσῃ ὁ Πέτρος ἅμα τοῖς συνοῦσιν ἑταίροις ἐξιὼν καὶ ἐπὶ τὸν τόπον πάλιν ἐλθὼν ὁ θεὸς, ἔλεγε πρὸς αὐτοὺς, πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος καὶ νῦν ἐπὶ πᾶσι μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ’ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ κατὰ τὸ ἀρέσκον αὐτῷ βιώσαντες, ἐν ἡμέρᾳ ᾗ τὰ πάντα κρίνεται, τῶν κατ’ ἀξίαν ἕκαστος ἀπολαύσῃ. διὸ νῦν ἄρξασθε γνώσεως ἀγαθῆς θεῷ πειθόμενοι ἀντιλέγειν ταῖς ἑαυτῶν ἀτόποις ἐπιθυμίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι νεμηθεῖσαν χάριν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά· καὶ τῷ δεδωκότι εὐχαριστήσετε εἰς ἀεὶ τῶν ἀποῤῥήτων ἀπολαύοντες ἀγαθῶν, ἀπολουσάμενοι τῇ μακαρίᾳ τῆς τριάδος ἐπικλήσει πρότερον, εἴ τις κηλὶς, εἴ τις σπῖλος ταῖς ὑμετέραις ἐπιπολάζει ψυχαῖς. οὕτω γὰρ οὐ μόνον τὰ ἐνδομυχοῦντα πνεύματα ὑμῖν ἀποδιῶξαι δυνήσεσθε, ἀλλὰ καὶ τὰ ἑτέροις ἐνοχλοῦντα δαιμόνια σὺν τοῖς ἄλλοις πάθεσιν ἀπελάσετε. ταῦτα εἰπὼν τοῖς ὑπό τινων παθῶν ὀχλουμένοις ἐκέλευσεν αὐτῷ προσιέναι, καὶ χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ ἐξαυτῆς ἰασάμενος ἐνετείλατο ὀρθριαίτερον συνελθεῖν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="67"><p rend="indent">Τῇ δὲ τρίτῃ ἡμέρᾳ περὶ ὄρθρον ἀναστὰς ὁ Πέτρος καὶ προσευξάμενος ἐκαθέσθη. ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας, ὥσπερ ἀκοῦσαί τι βουλομένους, συνεὶς ἔφη· πρὸ πάντων, ὦ φίλοι, ὁ θεὸν σέβειν αἱρούμενος εἰδέναι ὀφείλει, ὅτι ἐν τρισὶν ὑποστάσεσιν οὗτος γνωρίζεται. ἔστι δὲ τὸ ἴδιον αὐτοῦ καὶ ἐξαίρετον, τὸ πάντων κτισμάτων εἶναι δημιουργὸς, πάντα περιέχων, πάντα τε περιορίζων, ὡς ὑπὲρ πάντα ὢν καὶ πάντα δημιουργήσας. ταῦτα εἰπὼν καὶ πολλὰ περὶ θεοσεβείας διδάξας ἐκέλευσε τοὺς δαιμονῶντας καὶ νόσοις τισὶ κατειλημμένους αὐτῷ προσφέρεσθαι. προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν ὑγιαίνοντας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="68"><p rend="indent">Τῇ δὲ ἐπιούσῃ πάλιν ἡμέρᾳ διαναστὰς καὶ προσευξάμενος, εἶτα καὶ σὺν ἡμῖν κἀθεσθεὶς λέγειν ἤρξατο οὕτως· τὸν μέλλοντα προσιέναι τῷ θεῷ χρὴ νήφειν, χρὴ σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πρᾴως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις, ἢ μὴ ἔχοντα ἑτέρου ἀφελόμενον κορεσθῆναι, καθαρὸν εἶναι τῇ καρδίᾳ καὶ ἁγνὸν τῷ σώματι, καὶ μὴ ὁμοιοῦσθαι τοῖς φαρισαίοις, πρὸς οὓς ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἔφησεν· οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπου. φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὸ ἔξω αὐτοῦ καθαρόν. ἀληθῶς γὰρ ὁ καθάρας τὸ ἔσω, καὶ τὸ ἔξω καθάραι δύναται· ὁ δὲ τὰ ἔξω καθαίρων, πρὸς ἀνθρώπων ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, παρὰ δὲ τῷ θεῷ μισθὸν οὐκ ἔχει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="69"><p rend="indent">Ταῦτα εἰπὼν καὶ ἕτερα πλείονα περὶ ἁγνισμοῦ, τῶν τριῶν ἤδη μηνῶν πληρωθέντων, ὧν νηστεῦσαί με ἐκέλευσεν, ἀγαγών με εἰς τὰς ἐν <pb facs="MN41652ucmf_3_0076"/> τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἀγίου πνεύματος· καὶ λαβὼν ἄρτον καὶ εὐλογήσας καὶ κλάσας μετέδωκεν ἡμῖν τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. καὶ οὕτως εὐωχηθέντες οἱ ἀδελφοὶ ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει δόξαν καὶ εὐχαριστίαν ἀποδεδώκαμεν τῷ θεῷ. πολλοῦ τε ὄχλου συναθροισθέντος, νόσους, πάθη, δαίμονας ἀπελάσας ὁ Πέτρος καὶ βαπτίσας πολλοὺς Μαροώνην, τὸν ἀποδεξάμενον αὐτὸν ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυτέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας ὑπέρ τε τοῦ κοινοῦ καὶ συμφέροντος καὶ περὶ τῆς κατὰ τὴν ἐκκλησίαν τάξεώς τε καὶ ἁρμονίας συλλαλήσας τῷ ἐπισκόπῳ τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ὁδὸν ἐπορεύετο.</p></div></div></body></text></TEI>