Ὁ δὲ Πέτρος ἐπ’ αὐτῷ ἤδη τῷ τῆς ξενίας πυλῶνι γεγονὼς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο, αὔριον περὶ θεοσεβείας διαλεχθῆναι. ἐπεὶ δὲ καὶ εἰσῆλθε, μὴ μεταλαβεῖν πρότερον ἔφη τροφῆς, πρὶν ἢ τοὺς συνεληλυθότας διαναπαύσει. ἀποκριναμένων δὲ ἡμῶν, ὅτι σπουδῇ πάντας αὐτοὺς διαναπαύσομεν, ὁ Πέτρος ἀκούσας καὶ εὐλογήσας ἡμᾶς ἐξῆλθε· καὶ λουσάμενος ἐν τῇ θαλάσσῃ καὶ εἰσελθὼν, εἶτα καὶ σιτίων μεταλαβὼν ἑσπέρας καταλαβούσης ὕπνωσεν. Ἄρτι δὲ περὶ τὰς δευτεραίας τῶν ἀλεκτρυόνων ᾠδὰς ἀναστὰς καὶ εὑρὼν ἡμᾶς ἤδη ἐγρηγορότας, οἳ καὶ ἦμεν σὺν αὐτῷ πάντες ἑκκαίδεκα, αὐτός φημι Πέτρος, κἀγὼ Κλήμης, Νικήτης τε καὶ Ἀκύλας, καὶ οἱ προοδεύσαντες δώδεκα, μετὰ τὸ προσαγορεῦσαι πάντας εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων αὐτῷ, ὅτι Σίμων ὁ μάγος μαθών σε τῇ Τριπόλει ἐπιδημήσαντα τὴν ἐπὶ Συρίαν αὐτὸς ᾤχετο. τὰ δὲ πλήθη τὴν μίαν ταύτην νύκτα ἐνιαυτοῦ περίοδον ἡγησάμενοι, τὴν δοθεῖσαν ὑπὸ σοῦ προθεσμίαν οὐ δυνάμενοι ἀναμένειν πρὸ τῶν θυρῶν ἑστήκασι κατὰ συστάσεις καὶ συλλόγους ἀλλήλοις, περὶ τῆς τοῦ Σίμωνος μοχθηρίας διομιλοῦντες. ὅτι μετεωρίσας αὐτοὺς καὶ ὑποσχόμενος ἐπὶ πολλοῖς σε κακοῖς ἐλθόντα ἐλέγξειν, ἐπιδημήσαντα γνοὺς νύκτωρ διέφυγε· πλὴν ἐπιθυμοῦσιν αὐτοὶ ἀκοῦσαί σου. Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοὶ, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελειοῦνται; μέμνημαι γὰρ αὐτοῦ εἰρηκότος, ὅτι πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης· καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοὶ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. τὸ μὲν οὖν ἐλθεῖν οὐκ αὐτῶν ἐστιν ἴδιον, ἀλλὰ τοῦ κεκληκότος θεοῦ· ἐὰν δὲ μετὰ τὸ κληθῆναι τὰ ἀγαθὰ πράξωσι, τοῦτο αὐτῶν ἴδιον, καὶ τῆς προσηκούσης τεύξονται μισθαποδοσίας. ταῦτα εἶπε, καὶ τὸν πολὺν ὄχλον ἰδὼν πρᾴως καθάπερ ἥσυχόν τι ῥεῦμα ποταμοῦ ἐπιῤῥέοντα ἔφη τῷ Μαροώνῃ· ποῦ σοι τόπος ἐστὶν ἐνταῦθα τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροώνου εἰς τὸν κεκηπευμένον τόπον καὶ ὕπαιθρον αὐτὸν ἄγοντος εἵποντο καὶ οἱ ὄχλοι. Καὶ ὁ Πέτρος ἐπί τινος βάσεως ἀνδριάντος οὐ πάνυ μετεώρου στὰς, ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, ἰδὼν πολλοὺς τῶν παρεστώτων ὑπὸ δαιμόνων τε καὶ πολλῶν παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους βρύχοντάς τε μετ’ οἰμωγῆς καὶ πίπτοντας μετὰ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυχίαν ἔχειν ἐπιτάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι καθυποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως· Ὁ μόνος ἀγαθὸς θεὸς τὰ πάντα καλῶς πεποιηκὼς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἐξαπέστειλε τὸν μονογενῆ αὑτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὰ ἐκείνῳ δοκοῦντα ἐκφάναι καὶ νόμον αἰώνιον δοῦναι, ἵνα φυλάσσοντες αὐτὸν διὰ παντὸς καὶ βαπτισθέντες εἰς ἄφεσιν ἁμαρτιῶν τῆς αἰωνίου ζωῆς καταξιωθῶμεν. σπουδάσατε δὲ πρότερον ἐκδύσασθαι τὸ ῥυπαρὸν ὑμῶν ἔνδυμα τῆς ἀπιστίας, ὅπερ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, εἰ μὴ πρότερον ἐπὶ καλαῖς πράξεσι βαπτισθῆτε, καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε, μήτε τραπέζης αὐτῶν κοινωνεῖτε· μὴ φονεύετε, μὴ μοιχεύετε, μὴ μισεῖτε ἀλλήλους, μηδὲ κλέπτετε, μηδὲ κακαῖς τισὶ πράξεσιν ὅλως ἐπιχειρεῖτε.