<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="55"><p rend="indent">Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες, εἶτα καὶ θεραπείας ἀξιωθέντες τῷ ἱερῷ προσῆλθον βαπτίσματι. ταῦτα καὶ Σιδώνιοι μαθόντες ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον, μετάκλητον ποιοῦντες πρὸς αὐτοὺς, ἅτε δὴ διὰ τὰς νόσους ἀδυνάτως αὐτοὶ ἔχοντες πρὸς ἐκεῖνον φοιτᾶν. ὁ Πέτρος τοίνυν ἡμέρας ὀλίγας ἐνδιατρίψας τῇ Τύρῳ καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν ἐκκλησίαν τε συστησάμενος καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας ὥρμησεν εἰς Σιδῶνα. Σίμων δὲ πάλιν ὁ μάγος ἥκοντα ἤδη τὸν Πέτρον μεμαθηκὼς, φεύγειν ἠγάπα, καὶ πρὸς Βηρυτὸν ἐχώρει μετὰ Ἀππίωνος καὶ τῶν ἑταίρων αὐτοῦ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="56"><p rend="indent">Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα πολλοὺς ἐπὶ κλινῶν φέροντες εἰς ὄψιν ἐτίθεσαν. ὁ δὲ Πέτρος πρὸς αὐτοὺς μή με νομίσητε, ἔφη, δύνασθαί τι πρὸς ὑμετέραν ἴασιν, ἄνθρωπον ὄντα θνητὸν καὶ αὐτὸν καὶ πολλοῖς πάθεσιν ὑποκείμενον· ὑφηγήσασθαι δὲ ὑμῖν τὸν τρόπον, δἰ οὑ σωθῆναι δυνατοὶ ἔσεσθε, οὐ φθονῶ, ὡς ἂν καὶ αὐτὸς ὑπὸ Χριστοῦ διδαχθεὶς καὶ μαθητὴς ἐκείνου τοῦ ἀγαθοῦ γενόμενος. τοιαῦτα καὶ ἐν Σιδῶνι τοῦ Πέτρου παραινοῦντος τοῖς συνιοῦσιν, ἐν ὀλίγαις ἡμέραις πολλῶν κἀκεῖ μετανοίᾳ χρησαμένων καὶ πιστευσάντων; εἶτα καὶ θεραπείας ἀξιωθέντων ἐκκλησίαν συνέστησε. καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας ἐπίσκοπον ἔξεισι τῆς Σιδῶνος. </p></div><pb facs="MN41652ucmf_3_0070"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="57"><p rend="indent">Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ σεισμὸς ἐγένετο· καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ βοηθεῖν ἐδέοντο. πεφοβήμεθα γὰρ, ἔλεγον, μὴ καὶ παντελῶς ἀπολώμεθα. τότε καὶ ὁ Σίμων τολμήσας Ἀππίωνι ἅμα καὶ Ἀννουβίωνι, Ἀθηνοδώρῳ τε καὶ ὅσοι ἕτεροι ἦσαν αὐτῷ προσηταιρισμένοι δημοσίᾳ τοῖς ὄχλοις ἐβόα τὸν Πέτρον ὑποδεικνύς· φεύγετε τοῦτον, ὦ ἄνδρες, πάσῃ σπουδῇ, φεύγετε· μάγος ἐστὶ λέγων, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς οὗτος ἐν ὑμῖν εἰργάσατο καὶ τὰς νόσους ἐκίνησεν, ἵνα ὑμᾶς καταπλήξῃ καὶ θεὸς ἄντικρυς παρ’ ὑμῖν νομισθῇ. ἡσυχίαν δὲ τοῦ λαοῦ παρασχόντος ὁ Πέτρος βραχὺ ὑπομειδιάσας μετὰ πολλῆς μάλα τῆς παῤῥησίας ἄνδρες, ἔφη, ἅπερ οὗτοι λέγουσι θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ· πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι, περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκ βάθρων αὐτῶν ἀναστρέψαι πόλιν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="58"><p rend="indent">Τῶν δὲ ὄχλων ὑποπληξάντων, εἶτα προθύμως ἐπαγγελλομένων τὰ ὑπ’ αὐτοῦ κελευόμενα πράττειν ὁ Πέτρος μηδεὶς ὑμῶν, ἔφη, τὸ ἑξῆς ὁμιλείτω μάγοις, μηδ’ ὅλως εἰς λόγους αὐτοῖς ἐρχέσθω. οἱ δὲ ὄχλοι ἐπεὶ ταῦτα ἤκουσαν, τοῖς περὶ τὸν Σίμωνα εὐθὺς ἐπετίθεντο, καὶ πάντας ἐν ὀλίγῳ τραυματίας ποιήσαντες οὐκ ἀνῆκαν αὐτοὺς παίοντες, ἕως παντελῶς τῆς πόλεως ἐξεδίωξαν. ἔπειτα προσιόντες ὅσοι νόσοις αὐτῶν καὶ δαίμοσι προσεπάλαιον, πρὸ τῶν αὐτοῦ ποδῶν ἔκειντο. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ θεῷ προσευξάμενος ἰάσατο πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγας δέ τινας ἡμέρας παραμείνας τοῖς Βηρυτίοις καὶ πολλοὺς τῇ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει καταρτίσας τε καὶ βαπτίσας ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας εἰς τὴν Βύβλον ἐξῄει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="59"><p rend="indent">Καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν, ὅτι Σίμων εἰς Τρίπολιν ὥρμησεν, αὐτὸς βραχὺ παραμείνας αὐτοῖς καὶ θεραπεύσας τῶν ἐν Βύβλῳ· πολλοὺς καὶ τὴν εὐσέβειαν αὐτοὺς ἐκδιδάξας κατ’ ἴχνος τοῦ Σίμωνος εἰς Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος. εἰς δὲ τὴν Τρίπολιν εἰσιόντι τῷ Πέτρῳ τῶν φιλομαθεστέρων πολλοὶ συνῆλθον ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος καὶ Βηρυτοῦ καὶ Βύβλου· οὐχ ἥκιστα δὲ καὶ τῶν ἀπ’ αὐτῆς τῆς πόλεως ὄχλων πλείους συνέῤῥεον ἱστορῆσαι Πέτρον βουλόμενοι. ἔνιοι δὲ τῶν ἀδελφῶν, οἳ καὶ ἦσαν ὑπ’ ἐκείνου προεκπεμφθέντες, διηγοῦντο ἡμῖν τά τε κατὰ τὴν πόλιν, καὶ τὰ πραττόμενα παρὰ Σίμωνος ἀκριβῶς, ἀποδεξάμενοί τε ἡμᾶς ἐπὶ τὴν Μαροώνου ἦγον οἰκίαν.</p></div></div></body></text></TEI>