Ὁ δὲ τῶν, ὡς ὑμεῖς φατὲ, βαρβάρων λόγος εὐσεβέστατός ἐστιν, ἕνα θεὸν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰσηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν, ὡς μεταμελομένοις συγχωροῦντα τὰ ἁμαρτήματα· δίκαιον δὲ, ὡς ἑκάστῳ μὴ μετανοοῦντι κατ’ ἀξίαν τῶν πεπραγμένων ἀποδιδόντα. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθήσεσθαι ὑπὸ τοῦ παντεπόπτου θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρμὴν λαμβάνει· καὶ ὁ σωφρόνως βεβιωκὼς τῆς αἰωνίου λυτροῦται κολάσεως. Ἑκάστου δὲ τῶν παρ’ ὑμῖν λεγομένων θεῶν τὰς ἀσεβεῖς διελέγχων πράξεις, τοῦ Διός τε καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, Διονύσου τε καὶ Ἡρακλέους, καὶ τῶν καθ’ ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοεῖτε, ἐκ παιδείας Ἑλληνικῆς ὁρμώμενοι, οὓς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε, καὶ ἀπ’ αὐτοῦ γε πρότερον, εἰ δοκεῖ, τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι. οὗ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα, ὡς λέγεται, καταπιὼν, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς τὰ μόρια θερίσας τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τὰ τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν εἰκόνας καὶ τύπους παρέσχετο. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὐτοῦ πατέρα δήσας κατέῤῥαξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν ἐθέλουσι τὴν Μῆτιν γεννήσας κατέπιεν. ἦν δὲ ἡ Μῆτις γονή· βρέφος γὰρ καταπιεῖν, ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. καὶ μοιχοῖς ὑπὲρ μοιχείας βοηθῶν, αὑτὸς λάκις μοιχὸς εὑρίσκεται. ἀδελφογαμεῖν δὲ προτρέπεται ἀδελφαῖς οὗτος συνεισελθὼν Ἥρᾳ καὶ Δήμητρι καὶ Ἀφροδίτῃ τῇ οὐρανίᾳ, ἥν τινες Δωδώνην λέγουσι. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα τε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν καὶ θεὸς εἶναι τοῖς ἰδιώταις ὁ μῦθος δογματισθῇ. τούτων οὐχ ὡς ἔτυχεν ἐγὼ καταγνοὺς τῷ μόνῳ ἀγαθῷ θεῷ προσέφυγον, ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ’ ἀξίαν, ὧν ἔπραξεν, ὅπου δή ποτε ἀπολαμβάνει. Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκε τῷ λόγῳ· τί γὰρ; οὐχὶ καὶ Ἕλληνες καὶ οἱ Ἑλλήνων νόμοι ἀπαγορεύουσι τὰ τοιαῦτα; καὶ τοὺς μοιχούς τε καὶ ἄλλως τὰ ἐναντία πράττοντας τιμωρεῖσθαι νομοθετοῦσι; κἀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις διαπραξάμενοι κόλασιν οὐ τὴν τυχοῦσαν ὀφείλουσι. πῶς δὲ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες δοῦναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῶν σκοποὶ μηκέτι θεοὶ, ἀλλὰ δικασταὶ, εἰς οὓς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κἀγὼ ἔφην· οὐκ ἔστιν ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν ἁμαρτάνειν πάντως τολμήσειεν· ὁ δὲ θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτάνειν παραιτήσεται. Ταῦτα ὁ Ἀππίων ἀκούσας ᾔδειν, ἔφη, ἐξ ὅτε ἤκουσα Χριστιανοῖς σε προσομιλοῦντα ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κἀγὼ πρὸς αὐτόν· οὐκοῦν ἐπανορθοῦσιν ἤθη μὴ χρηστὰ ὁμιλίαι καλαί. ταῦτά μου εἰπόντος οἱ παρόντες φανεροὶ ᾖσαν ὥσπερ ἡδόμενοι τοῖς ὑπ’ ἐμοῦ λεγομένοις· ὅθεν καὶ τῇ ὑστεραίᾳ ἀξιώσαντες ἀφικέσθαι πάλιν, τό γε νῦν ἔχον ὑπεχώρουν. τῇ δὲ ἐπαύριον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι, καὶ αὐτῆς δὲ τῆς Τύρου πολλοὶ, καὶ ἐπεφώνουν λέγοντες· ὁ θεὸς διά σου ἡμᾶς ἐλεείτω, διά σου θεραπευέτω. στὰς οὖν ὁ Πέτρος ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσι καταφανὴς εἶναι καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο· Θεῷ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι βουλομένων· δυνατὸς γάρ ἐστι καὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα σῶσαι. μανθάνω οὖν, ὡς βουθυτήσας Σίμων ὁ μάγος εἱστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾶ καὶ οἴνῳ πολλῷ κορέσας ὀλεθρίοις πάθεσι καὶ δαίμοσι παραδέδωκεν. ἀλλ’ ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως ἂν τούτων παυσάμενοι τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσέλθητε, εὖ ἴστε, ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε τὰ θεῷ ἀρέσκοντα μετερχόμενοι. ἔστι δὲ τὰ ἀρέσκοντα τῷ θεῷ τὸ αὐτῷ τε προσεύχεσθαι, καὶ τραπέζης δαιμονίων ἀπέχεσθαι, μὴ ψαύειν αἵματος, ἐκ παντὸς μιάσματος ἀσπίλους ἑαυτοὺς συντηρεῖν, ἐν πολλοῖς σώμασι μιᾷ γνώμῃ στοιχοῦντας ὅπερ ἕκαστος ἑαυτῷ θέλει, τοῦτο καὶ περὶ τοῦ πλησίον φρονεῖν. φησὶ γάρ· οὐ θέλεις φονευθῆναι; σὺ ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ’ ἑτέρου μοιχευθῆναι γυναῖκα; τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν ὅλως κλαπῆναι; ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ’ ὑμῶν αὐτῶν τὸ εὔλογον συννοοῦντές τε καὶ μετιόντες θεῷ προσφιλεῖς ἔσεσθε καὶ τῆς ἰάσεως ἐπιτεύξεσθε.