Τούτων οὖν τῶν λογισμῶν στρεφόντων μου τὴν ψυχὴν, εἰς Αἴγυπτον πορεύσομαι, εἶπον, καὶ τοῖς τῶν ἀδύτων ἱεροφάνταις καὶ προφήταις φιλιωθήσομαι, καὶ μάγον ζητήσας καὶ εὑρὼν χρήμασι πείσω πολλοῖς ψνχῆς ἀναπομπὴν τὴν λεγομένην νεκρομαντίαν ἐργάσασθαι, ἐμοῦ δῆθεν ὡς περὶ πράγματός τινος πυνθάνεσθαι βουλομένου. ἡ δὲ πεῦσις ἔσται περὶ τοῦ μαθεῖν, ἄρα εἰ ἀθάνατος ἡ ψυχή. τοῦτο δὲ πάντως οὐκ ἐκ τοῦ ἀποκρίνασθαι αὐτὴν, ὅτι ἀθάνατός ἐστιν, ἔσται μοι γνῶναι, ἀλλ’ ἀπὸ τοῦ ὀφθῆναι μόνον, ὅτι ἐστίν. ἰδὼν γὰρ αὐτὴν αὐτοῖς ὄμμασιν, ἱκανὴν ἕξω πληροφορίαν, καὶ οὐκέτι πιστότερα ὀφθαλμῶν ὦτα ποήσομαι. ὅμως φιλοσόφῳ τινὶ τῶν συνήθων καὶ ταύτην ἐκοινούμην τὴν γνώμην. ὁ δὲ συνεβούλευέ μοι, μὴ λυσιτελὲς εἶναι τοῦτο τολμῆσαι δυοῖν ἕνεκα. εἴ τε γὰρ, ἔφη, πάντως οὐχ ὑπακούσεται ἡ ψυχὴ τῷ μάγῳ, καὶ σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύουσι νόμοις ὡς ἀντιπράξας δυσσυνειδήτως βιώσεις· εἰ δὲ καὶ εἰσακούσετα, μετὰ τοῦ δυσσυνειδήτως σε βιοῦν οἶμαι καὶ τὰ τῆς εὐσεβείας μηκέτι σοι προχωρεῖν, οὗ ἕνεκεν τὰ τοιαῦτα ἐτόλμας. ἐχθραίνεν γὰρ τὸ θεῖον λέγουσιν ἐπὶ τοῖς σκύλλουσι τὰς ψυχὰς μετὰ τὴν ἀπὸ τοῦ σώματος ἐκείνων διάλυσιν. ἐγὼ δὲ ταῦτα ἀκούσας ὀκνηρότερος μὲν ἐπὶ τὸ ἐγχείρημα ἐγενόμην· ἀλλὰ τῆς προτέρας ἐννοίας ἐκείνης παντάπασιν ἀποστῆναι οὐκ ἠδυνάμην. Καὶ ἵνα μή σοι τὰ τοιαῦτα λέγων μακρότερον ἀποτείνω λόγον, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα Τιβερίου Καίσαρος τὰ Ῥωμαϊκὰ διέποντος σκῆπτρα ἔαρος ἤδη ἀρχομένου ηὔξανεν ὁπόσαι ἡμέραι καὶ ὡς ἀληθῶς ἀγαθὴ θεοῦ ἄγγελος διῄει τὸν κόσμον τὸ τοῦ θεοῦ βούλημα σιγῇ στέγειν οὐ δυναμένη, μᾶλλον δὲ καὶ πλείων ἑκάστης ἡμέρας καὶ μείζων ἐγίνετο λέγουσα, ὡς τίς ποτε ἐν Ἰουδαίᾳ ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχὴν Ἰουδαίοις τὴν τοῦ ἀϊδίου θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει, ἐάν τις αὐτῷ ἀρίστην διὰ πάντων ἐπιδείξηται πολιτείαν. τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν ὅτι θεότητος γέμων ταῦτα διδάσκει, πολλὰ θαυμάσια, τέρατά τε καὶ σημεῖα ἐργάζεται ῥήματι μόνῳ κωφοὺς ἀκούειν ποιῶν, τυφλοὺς ἀναβλέπειν, χωλοὺς περιπατεῖν, καὶ πᾶσαν νόσον ἀπελαύνει καὶ πάντα δαίμονα φυγαδεύει, ἀλλὰ καὶ λεπροὶ ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται, νεκροὶ δὲ προσφερόμενοι ἐξεγείρονται, καὶ οὐδέν ἐστιν, ὃ μὴ δυνατὸς εἴη ποιεῖν. καὶ ὅσῳ γε μᾶλλον ὁ χρόνος προέκοπτε, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημούντων καὶ βεβαιοτέρα καθίστατο οὐκ ἔτι φήμη, λέγω, ἀλλ’ αὐτὴ τοῦ πράγματος ἡ ἀλήθεια. ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπους ἐγίνετο βουλῆς καὶ σκέψεως ἕνεκα τὸ τίς ἂν ὁ φανεὶς εἴη, καὶ τί βούλεται λέγειν. Ἄρτι δὲ τοῦ ἔτους πρὸς τὸ φθινοπωρινὸν ἀποκλίνοντος ἀνήρ τις δημοσίᾳ στὰς ἄνδρες, ἔφη, Ῥωμαῖοι ἀκούσατε· ὁ τοῦ θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν ἐπαγγελλόμενος πᾶσι τοῖς βουλομένοις ζωὴν αἰώνιον, ἐὰν τὰ κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς πράξωσι. διὸ μεταβάλλεσθε ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια· καὶ γνῶτε τὸν ἐν τρισὶν ὑποστάσεσιν ἕνα θεὸν, οὗ τὸν κόσμον ἀδίκως οἰκεῖτε ἔμπροσθεν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν. ἀλλ’ ἐὰν μεταβάλλησθε καὶ κατὰ τὴν αὐτοῦ βιώσητε βούλησιν εἰς ἕτερον ἐνεχθέντες αἰῶνα καὶ ἀΐδιοι γινόμενοι τῶν ἀποῤῥήτων αὐτοῦ ἀγαθῶν ἀπολαύσετε· ἐὰν δὲ ἀπειθήσητε, μετὰ τὴν ἐνθένδε ἀποβίωσιν εἰς τὸν τόπον τοῦ πυρὸς ἐμβληθήσεσθε, ὅπου ἀϊδίως κολαζόμενοι ἀνόνητα μεταμεληθήσεσθε. ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει. ταῦτα μὲν οὖν ἐκεῖνος ἔλεγεν. ἐγὼ δὲ ἀκούων ἠχθόμην, ὅτι μηδεὶς ἐκ τοσούτου πλήθους τηλικαύτην ἀγγελίαν ἀκούσας εἰ Ἰουδαίαν, εἶπε, πορεύσομαι ἵνα ἴδω, εἰ οὗτος ἀληθεύει λέγων, ὡς ἄρα υἱὸς τοῦ θεοῦ ἐπιδεδήμηκε τῇ Ἰουδαίᾳ αἰωνίας τε καὶ ἀγαθῆς χάριν ἐλπίδος, τὴν τοῦ πέμψαντος πατρὸς βούλησιν καταγγέλλων, ἐπεὶ καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν οὐκ ἔστι μικρόν. ὧν μὲν γὰρ τὰς ψυχὰς δαβεβαιοῦται αἰωνίους οὔσας αἰωνίων ἀπολαύσεσθαι καὶ τῶν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφείσας εἰς αἰῶνα κολασθήσεσθαι. Οὕτω περὶ τῶν λοιπῶν ἔχων τοιαῦτα καὶ πρὸς ἐμαυτὸν ἔλεγον· τί δή ποτε μέμφομαι τοὺς ἄλλους ἐν ἴσῳ τῆς ἀμελείας ὢν ἐκείνοις ἐγκλήματι καὶ οὐ πρότερον τὸν ἐμὸν διαθεὶς βίον εἰς Ἰουδαίαν ἀφικνοῦμαι μάρτυς τῶν τοιούτων αὐτὸς γενησόμενος; οὕτως οὖν βουλευσαμένῳ πολὺς ὁ μεταξὺ διετρίβετο χρόνος τῶν βιωτικῶν με πραγμάτων πρὸς ἑαυτὰ περισπώντων καὶ δυσεκλύτων μοι γινομένων. τέλος γοῦν συννοήσας τὸν βίον ὅπως ἄστατός ἐστι καὶ ἀνώμαλος, εἶτα καὶ τὸν προτοῦ χρόνον ἅπαντα διαμνημονεύσας ὅπως ὑποσαινούσης με ἀεὶ τῆς ἐλπίδος εἰς δεῦρο παρέμεινα, καὶ ὅτι οὕτως ἀσχολούμενοι πάντες ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς Πόρτον εὐθὺς ὥρμησα, καὶ εἰς τὸν λιμένα ἐλθών τε καὶ ἀναχθεὶς ἀνέμων ἀντιπνοίαις ἀντὶ τοῦ εἰς Ἰουδαίαν κατᾶραι προσώκειλα τῇ Ἀλεξανδρείᾳ. ἐκεῖ δὲ συνεφοίτων τοῖς φιλοσόφοις πνευμάτων ἐπηρείας ἤδη μοι τὸν πλοῦν ἐπεχούσης καὶ τὰ περὶ τῆς φήμης ἣν ὁ φανεὶς ἐν Ῥώμῃ διήγγειλε καὶ τίνα γε ἃ καταγγέλοι σαφῶς ἕκαστα καταλέγειν ἠξίουν. οἱ δὲ φανέντα μὲν, εἶπον, ἐν Ῥώμῃ τοιόνδε τινὰ ὅλως οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ θεοῦ ὑπὸ τῆς φήμης κηρυττομένου παρὰ πολλῶν τῶν ἐκεῖθεν ἐληλυθότων ἠκούσαμεν καὶ περὶ πάντων ὧν ἐποίει καὶ ψιλῷ τῷ ῥήματι θαυμασίων ἐμάθομεν. Ἐμοῦ δὲ εἰπόντος· ἐβουλόμην τινὶ τῶν ἑωρακότων αὐτὸν συγγενέσθαι καὶ ὅσα ποθῶ μαθεῖν ἀκοῦσαι περὶ αὐτοῦ, ὑπολαβόντες ἐκεῖνοι ἔστι τις ἐνταῦθα, φασὶν, οὐ μόνον ἱστορήσας αὐτὸν, ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ τίμιος ὀνόματι Βαρνάβας, ὃς ἕνα καὶ τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει καὶ ἐνταῦθά που καθεζόμενος τὰ παρ’ ἐκείνου ὑπεσχημένα τοῖς τῶν τοιούτων ἀξίοις ἑτοίμως τῷ βουλομένῳ διέξεισι. καὶ δῆτα τὸν τόπον καταλαβὼν, εἰς ὃν ὁ ἀνὴρ εἰώθει καθέζεσθαι, καὶ μέρος καὶ αὐτὸς τοῦ περιεστηκότος πλήθους γενόμενος ἔστην ἐπακούων τῶν λεγομένων, καὶ συνενόουν τἀληθῆ οὐ διαλεκτικῇ τινι τέχνῃ διδάσκοντα τοῦτον, ἀλλ’ ἀπαρασκευάστως οὕτω καὶ ἁπλῶς ἐκτιθέμενον, ἅ τε ἤκουσε καὶ ἑώρακε τὸν τοῦ θεοῦ φανέντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι. πολλοὺς δὲ μάρτυρας τῶν ὑπ’ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου παρείχετο.